Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΊΣ Α, κεφαλίς 3

διò μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθη̃ναι ἐν ’Αθήναις μόνοι
καὶ ἐπέμψαμεν Τιμόθεον τòν ἀδελφòν ἡμω̃ν καὶ συνεργòν του̃ θεου̃ ἐν τω̨̃ εὐαγγελίω̨ του̃ Χριστου̃ εἰς τò στηρίξαι ὑμα̃ς καὶ παρακαλέσαι ὑπὲρ τη̃ς πίστεως ὑμω̃ν
τò μηδένα σαίνεσθαι ἐν ται̃ς θλίψεσιν ταύταις αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς του̃το κείμεθα
καὶ γὰρ ὅτε πρòς ὑμα̃ς ἠ̃μεν προελέγομεν ὑμι̃ν ὅτι μέλλομεν θλίβεσθαι καθὼς καὶ ἐγένετο καὶ οἴδατε
διὰ του̃το κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τò γνω̃ναι τὴν πίστιν ὑμω̃ν μή πως ἐπείρασεν ὑμα̃ς ὁ πειράζων καὶ εἰς κενòν γένηται ὁ κόπος ἡμω̃ν
ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρòς ἡμα̃ς ἀφ' ὑμω̃ν καὶ εὐαγγελισαμένου ἡμι̃ν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμω̃ν καὶ ὅτι ἔχετε μνείαν ἡμω̃ν ἀγαθὴν πάντοτε ἐπιποθου̃ντες ἡμα̃ς ἰδει̃ν καθάπερ καὶ ἡμει̃ς ὑμα̃ς
διὰ του̃το παρεκλήθημεν ἀδελφοί ἐφ' ὑμι̃ν ἐπὶ πάση̨ τη̨̃ ἀνάγκη̨ καὶ θλίψει ἡμω̃ν διὰ τη̃ς ὑμω̃ν πίστεως
ὅτι νυ̃ν ζω̃μεν ἐὰν ὑμει̃ς στήκετε ἐν κυρίω̨
τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τω̨̃ θεω̨̃ ἀνταποδου̃ναι περὶ ὑμω̃ν ἐπὶ πάση̨ τη̨̃ χαρα̨̃ ἡ̨̃ χαίρομεν δι' ὑμα̃ς ἔμπροσθεν του̃ θεου̃ ἡμω̃ν
10 νυκτòς καὶ ἡμέρας ὑπερεκπερισσου̃ δεόμενοι εἰς τò ἰδει̃ν ὑμω̃ν τò πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τη̃ς πίστεως ὑμω̃ν
11 αὐτòς δὲ ὁ θεòς καὶ πατὴρ ἡμω̃ν καὶ ὁ κύριος ἡμω̃ν ’Ιησου̃ς κατευθύναι τὴν ὁδòν ἡμω̃ν πρòς ὑμα̃ς
12 ὑμα̃ς δὲ ὁ κύριος πλεονάσαι καὶ περισσεύσαι τη̨̃ ἀγάπη̨ εἰς ἀλλήλους καὶ εἰς πάντας καθάπερ καὶ ἡμει̃ς εἰς ὑμα̃ς
13 εἰς τò στηρίξαι ὑμω̃ν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνη̨ ἔμπροσθεν του̃ θεου̃ καὶ πατρòς ἡμω̃ν ἐν τη̨̃ παρουσία̨ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ μετὰ πάντων τω̃ν ἁγίων αὐτου̃ ἀμήν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.