Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 7

περὶ δὲ ὡ̃ν ἐγράψατε καλòν ἀνθρώπω̨ γυναικòς μὴ ἅπτεσθαι
διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτου̃ γυναι̃κα ἐχέτω καὶ ἑκάστη τòν ἴδιον ἄνδρα ἐχέτω
τη̨̃ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω ὁμοίως δὲ καὶ ἡ γυνὴ τω̨̃ ἀνδρί
ἡ γυνὴ του̃ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ ὁμοίως δὲ καὶ ὁ ἀνὴρ του̃ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή
μὴ ἀποστερει̃τε ἀλλήλους εἰ μήτι ἂν ἐκ συμφώνου πρòς καιρòν ἵνα σχολάσητε τη̨̃ προσευχη̨̃ καὶ πάλιν ἐπὶ τò αὐτò ἠ̃τε ἵνα μὴ πειράζη̨ ὑμα̃ς ὁ Σατανα̃ς διὰ τὴν ἀκρασίαν ὑμω̃ν
του̃το δὲ λέγω κατὰ συγγνώμην οὐ κατ' ἐπιταγήν
θέλω δὲ πάντας ἀνθρώπους εἰ̃ναι ὡς καὶ ἐμαυτόν ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεου̃ ὁ μὲν οὕτως ὁ δὲ οὕτως
λέγω δὲ τοι̃ς ἀγάμοις καὶ ται̃ς χήραις καλòν αὐτοι̃ς ἐὰν μείνωσιν ὡς κἀγώ
εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν κρει̃ττον γάρ ἐστιν γαμη̃σαι ἢ πυρου̃σθαι
10 τοι̃ς δὲ γεγαμηκόσιν παραγγέλλω οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος γυναι̃κα ἀπò ἀνδρòς μὴ χωρισθη̃ναι
11 ἐὰν δὲ καὶ χωρισθη̨̃ μενέτω ἄγαμος ἢ τω̨̃ ἀνδρὶ καταλλαγήτω καὶ ἄνδρα γυναι̃κα μὴ ἀφιέναι
12 τοι̃ς δὲ λοιποι̃ς λέγω ἐγώ οὐχ ὁ κύριος εἴ τις ἀδελφòς γυναι̃κα ἔχει ἄπιστον καὶ αὕτη συνευδοκει̃ οἰκει̃ν μετ' αὐτου̃ μὴ ἀφιέτω αὐτήν
13 καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον καὶ οὑ̃τος συνευδοκει̃ οἰκει̃ν μετ' αὐτη̃ς μὴ ἀφιέτω τòν ἄνδρα
14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τη̨̃ γυναικί καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τω̨̃ ἀδελφω̨̃ ἐπεὶ ἄρα τὰ τέκνα ὑμω̃ν ἀκάθαρτά ἐστιν νυ̃ν δὲ ἅγιά ἐστιν
15 εἰ δὲ ὁ ἄπιστος χωρίζεται χωριζέσθω οὐ δεδούλωται ὁ ἀδελφòς ἢ ἡ ἀδελφὴ ἐν τοι̃ς τοιούτοις ἐν δὲ εἰρήνη̨ κέκληκεν ὑμα̃ς ὁ θεός
16 τί γὰρ οἰ̃δας γύναι εἰ τòν ἄνδρα σώσεις ἢ τί οἰ̃δας ἄνερ εἰ τὴν γυναι̃κα σώσεις
17 εἰ μὴ ἑκάστω̨ ὡς ἐμέρισεν ὁ κύριος ἕκαστον ὡς κέκληκεν ὁ θεός οὕτως περιπατείτω καὶ οὕτως ἐν ται̃ς ἐκκλησίαις πάσαις διατάσσομαι
18 περιτετμημένος τις ἐκλήθη μὴ ἐπισπάσθω ἐν ἀκροβυστία̨ κέκληταί τις μὴ περιτεμνέσθω
19 ἡ περιτομὴ οὐδέν ἐστιν καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν ἀλλὰ τήρησις ἐντολω̃ν θεου̃
20 ἕκαστος ἐν τη̨̃ κλήσει ἡ̨̃ ἐκλήθη ἐν ταύτη̨ μενέτω
21 δου̃λος ἐκλήθης μή σοι μελέτω ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι μα̃λλον χρη̃σαι
22 ὁ γὰρ ἐν κυρίω̨ κληθεὶς δου̃λος ἀπελεύθερος κυρίου ἐστίν ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δου̃λός ἐστιν Χριστου̃
23 τιμη̃ς ἠγοράσθητε μὴ γίνεσθε δου̃λοι ἀνθρώπων
24 ἕκαστος ἐν ὡ̨̃ ἐκλήθη ἀδελφοί ἐν τούτω̨ μενέτω παρὰ θεω̨̃
25 περὶ δὲ τω̃ν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπò κυρίου πιστòς εἰ̃ναι
26 νομίζω οὐ̃ν του̃το καλòν ὑπάρχειν διὰ τὴν ἐνεστω̃σαν ἀνάγκην ὅτι καλòν ἀνθρώπω̨ τò οὕτως εἰ̃ναι
27 δέδεσαι γυναικί μὴ ζήτει λύσιν λέλυσαι ἀπò γυναικός μὴ ζήτει γυναι̃κα
28 ἐὰν δὲ καὶ γαμήση̨ς οὐχ ἥμαρτες καὶ ἐὰν γήμη̨ ἡ παρθένος οὐχ ἥμαρτεν θλι̃ψιν δὲ τη̨̃ σαρκὶ ἕξουσιν οἱ τοιου̃τοι ἐγὼ δὲ ὑμω̃ν φείδομαι
29 του̃το δέ φημι ἀδελφοί ὁ καιρòς συνεσταλμένος ἐστίν τò λοιπòν ἵνα καὶ οἱ ἔχοντες γυναι̃κας ὡς μὴ ἔχοντες ὠ̃σιν
30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες
31 καὶ οἱ χρώμενοι τòν κόσμον ὡς μὴ καταχρώμενοι παράγει γὰρ τò σχη̃μα του̃ κόσμου τούτου
32 θέλω δὲ ὑμα̃ς ἀμερίμνους εἰ̃ναι ὁ ἄγαμος μεριμνα̨̃ τὰ του̃ κυρίου πω̃ς ἀρέση̨ τω̨̃ κυρίω̨
33 ὁ δὲ γαμήσας μεριμνα̨̃ τὰ του̃ κόσμου πω̃ς ἀρέση̨ τη̨̃ γυναικί
34 καὶ μεμέρισται καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνα̨̃ τὰ του̃ κυρίου ἵνα ἠ̨̃ ἁγία καὶ τω̨̃ σώματι καὶ τω̨̃ πνεύματι ἡ δὲ γαμήσασα μεριμνα̨̃ τὰ του̃ κόσμου πω̃ς ἀρέση̨ τω̨̃ ἀνδρί
35 του̃το δὲ πρòς τò ὑμω̃ν αὐτω̃ν σύμφορον λέγω οὐχ ἵνα βρόχον ὑμι̃ν ἐπιβάλω ἀλλὰ πρòς τò εὔσχημον καὶ εὐπάρεδρον τω̨̃ κυρίω̨ ἀπερισπάστως
36 εἰ δέ τις ἀσχημονει̃ν ἐπὶ τὴν παρθένον αὐτου̃ νομίζει ἐὰν ἠ̨̃ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι ὃ θέλει ποιείτω οὐχ ἁμαρτάνει γαμείτωσαν
37 ὃς δὲ ἕστηκεν ἐν τη̨̃ καρδία̨ αὐτου̃ ἑδραι̃ος μὴ ἔχων ἀνάγκην ἐξουσίαν δὲ ἔχει περὶ του̃ ἰδίου θελήματος καὶ του̃το κέκρικεν ἐν τη̨̃ ἰδία̨ καρδία̨ τηρει̃ν τὴν ἑαυτου̃ παρθένον καλω̃ς ποιήσει
38 ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτου̃ παρθένον καλω̃ς ποιει̃ καὶ ὁ μὴ γαμίζων κρει̃σσον ποιήσει
39 γυνὴ δέδεται ἐφ' ὅσον χρόνον ζη̨̃ ὁ ἀνὴρ αὐτη̃ς ἐὰν δὲ κοιμηθη̨̃ ὁ ἀνήρ ἐλευθέρα ἐστὶν ὡ̨̃ θέλει γαμηθη̃ναι μόνον ἐν κυρίω̨
40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνη̨ κατὰ τὴν ἐμὴν γνώμην δοκω̃ δὲ κἀγὼ πνευ̃μα θεου̃ ἔχειν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.