Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 8

περὶ δὲ τω̃ν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνω̃σιν ἔχομεν ἡ γνω̃σις φυσιοι̃ ἡ δὲ ἀγάπη οἰκοδομει̃
εἴ τις δοκει̃ ἐγνωκέναι τι οὔπω ἔγνω καθὼς δει̃ γνω̃ναι
εἰ δέ τις ἀγαπα̨̃ τòν θεόν οὑ̃τος ἔγνωσται ὑπ' αὐτου̃
περὶ τη̃ς βρώσεως οὐ̃ν τω̃ν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμω̨ καὶ ὅτι οὐδεὶς θεòς εἰ μὴ εἱ̃ς
καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανω̨̃ εἴτε ἐπὶ γη̃ς ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί
ἀλλ' ἡμι̃ν εἱ̃ς θεòς ὁ πατήρ ἐξ οὑ̃ τὰ πάντα καὶ ἡμει̃ς εἰς αὐτόν καὶ εἱ̃ς κύριος ’Ιησου̃ς Χριστός δι' οὑ̃ τὰ πάντα καὶ ἡμει̃ς δι' αὐτου̃
ἀλλ' οὐκ ἐν πα̃σιν ἡ γνω̃σις τινὲς δὲ τη̨̃ συνηθεία̨ ἕως ἄρτι του̃ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν καὶ ἡ συνείδησις αὐτω̃ν ἀσθενὴς οὐ̃σα μολύνεται
βρω̃μα δὲ ἡμα̃ς οὐ παραστήσει τω̨̃ θεω̨̃ οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα οὔτε ἐὰν φάγωμεν περισσεύομεν
βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμω̃ν αὕτη πρόσκομμα γένηται τοι̃ς ἀσθενέσιν
10 ἐὰν γάρ τις ἴδη̨ σὲ τòν ἔχοντα γνω̃σιν ἐν εἰδωλείω̨ κατακείμενον οὐχὶ ἡ συνείδησις αὐτου̃ ἀσθενου̃ς ὄντος οἰκοδομηθήσεται εἰς τò τὰ εἰδωλόθυτα ἐσθίειν
11 ἀπόλλυται γὰρ ὁ ἀσθενω̃ν ἐν τη̨̃ ση̨̃ γνώσει ὁ ἀδελφòς δι' ὃν Χριστòς ἀπέθανεν
12 οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτω̃ν τὴν συνείδησιν ἀσθενου̃σαν εἰς Χριστòν ἁμαρτάνετε
13 διόπερ εἰ βρω̃μα σκανδαλίζει τòν ἀδελφόν μου οὐ μὴ φάγω κρέα εἰς τòν αἰω̃να ἵνα μὴ τòν ἀδελφόν μου σκανδαλίσω
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.