ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α,
κεφαλίς 22
1 καὶ εἰ̃πεν Δαυιδ οὑ̃τός ἐστιν ὁ οἰ̃κος κυρίου του̃ θεου̃ καὶ του̃το τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τω̨̃ Ισραηλ |
2 καὶ εἰ̃πεν Δαυιδ συναγαγει̃ν πάντας τοὺς προσηλύτους ἐν γη̨̃ Ισραηλ καὶ κατέστησεν λατόμους λατομη̃σαι λίθους ξυστοὺς του̃ οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ θεω̨̃ |
3 καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τω̃ν θυρωμάτων καὶ τω̃ν πυλω̃ν καὶ τοὺς στροφει̃ς ἡτοίμασεν Δαυιδ καὶ χαλκὸν εἰς πλη̃θος οὐκ ἠ̃ν σταθμός |
4 καὶ ξύλα κέδρινα οὐκ ἠ̃ν ἀριθμός ὅτι ἐφέροσαν οἱ Σιδώνιοι καὶ οἱ Τύριοι ξύλα κέδρινα εἰς πλη̃θος τω̨̃ Δαυιδ |
5 καὶ εἰ̃πεν Δαυιδ Σαλωμων ὁ υἱός μου παιδάριον ἁπαλόν καὶ ὁ οἰ̃κος του̃ οἰκοδομη̃σαι τω̨̃ κυρίω̨ εἰς μεγαλωσύνην ἄνω εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πα̃σαν τὴν γη̃ν ἑτοιμάσω αὐτω̨̃ καὶ ἡτοίμασεν Δαυιδ εἰς πλη̃θος ἔμπροσθεν τη̃ς τελευτη̃ς αὐτου̃ |
6 καὶ ἐκάλεσεν Σαλωμων τὸν υἱὸν αὐτου̃ καὶ ἐνετείλατο αὐτω̨̃ του̃ οἰκοδομη̃σαι τὸν οἰ̃κον τω̨̃ κυρίω̨ θεω̨̃ Ισραηλ |
7 καὶ εἰ̃πεν Δαυιδ Σαλωμων τέκνον ἐμοὶ ἐγένετο ἐπὶ ψυχη̨̃ του̃ οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ ὀνόματι κυρίου θεου̃ |
8 καὶ ἐγένετο ἐπ' ἐμοὶ λόγος κυρίου λέγων αἱ̃μα εἰς πλη̃θος ἐξέχεας καὶ πολέμους μεγάλους ἐποίησας οὐκ οἰκοδομήσεις οἰ̃κον τω̨̃ ὀνόματί μου ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τη̃ς γη̃ς ἐναντίον μου |
9 ἰδοὺ υἱὸς τίκτεταί σοι οὑ̃τος ἔσται ἀνὴρ ἀναπαύσεως καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν κυκλόθεν ὅτι Σαλωμων ὄνομα αὐτω̨̃ καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ Ισραηλ ἐν ται̃ς ἡμέραις αὐτου̃ |
10 οὑ̃τος οἰκοδομήσει οἰ̃κον τω̨̃ ὀνόματί μου καὶ οὑ̃τος ἔσται μοι εἰς υἱὸν κἀγὼ αὐτω̨̃ εἰς πατέρα καὶ ἀνορθώσω θρόνον βασιλείας αὐτου̃ ἐν Ισραηλ ἕως αἰω̃νος |
11 καὶ νυ̃ν υἱέ μου ἔσται μετὰ σου̃ κύριος καὶ εὐοδώσει καὶ οἰκοδομήσεις οἰ̃κον τω̨̃ κυρίω̨ θεω̨̃ σου ὡς ἐλάλησεν περὶ σου̃ |
12 ἀλλ' ἢ δώ̨η σοι σοφίαν καὶ σύνεσιν κύριος καὶ κατισχύσαι σε ἐπὶ Ισραηλ καὶ του̃ φυλάσσεσθαι καὶ του̃ ποιει̃ν τὸν νόμον κυρίου του̃ θεου̃ σου |
13 τότε εὐοδώσει ἐὰν φυλάξη̨ς του̃ ποιει̃ν τὰ προστάγματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ ἐπὶ Ισραηλ ἀνδρίζου καὶ ἴσχυε μὴ φοβου̃ μηδὲ πτοηθη̨̃ς |
14 καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἰ̃κον κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας καὶ χαλκὸν καὶ σίδηρον οὑ̃ οὐκ ἔστιν σταθμός ὅτι εἰς πλη̃θός ἐστιν καὶ ξύλα καὶ λίθους ἡτοίμασα καὶ πρὸς ταυ̃τα πρόσθες |
15 καὶ μετὰ σου̃ εἰς πλη̃θος ποιούντων ἔργα τεχνι̃ται καὶ οἰκοδόμοι λίθων καὶ τέκτονες ξύλων καὶ πα̃ς σοφὸς ἐν παντὶ ἔργω̨ |
16 ἐν χρυσίω̨ ἐν ἀργυρίω̨ ἐν χαλκω̨̃ καὶ ἐν σιδήρω̨ οὐκ ἔστιν ἀριθμός ἀνάστηθι καὶ ποίει καὶ κύριος μετὰ σου̃ |
17 καὶ ἐνετείλατο Δαυιδ τοι̃ς πα̃σιν ἄρχουσιν Ισραηλ ἀντιλαβέσθαι τω̨̃ Σαλωμων υἱω̨̃ αὐτου̃ |
18 οὐχὶ κύριος μεθ' ὑμω̃ν καὶ ἀνέπαυσεν ὑμα̃ς κυκλόθεν ὅτι ἔδωκεν ἐν χερσὶν τοὺς κατοικου̃ντας τὴν γη̃ν καὶ ὑπετάγη ἡ γη̃ ἐναντίον κυρίου καὶ ἐναντίον λαου̃ αὐτου̃ |
19 νυ̃ν δότε καρδίας ὑμω̃ν καὶ ψυχὰς ὑμω̃ν του̃ ζητη̃σαι τω̨̃ κυρίω̨ θεω̨̃ ὑμω̃ν καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν του̃ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης κυρίου καὶ σκεύη τὰ ἅγια του̃ θεου̃ εἰς οἰ̃κον τὸν οἰκοδομούμενον τω̨̃ ὀνόματι κυρίου |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.