Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 23

καὶ Δαυιδ πρεσβύτης καὶ πλήρης ἡμερω̃ν καὶ ἐβασίλευσεν Σαλωμων τὸν υἱὸν αὐτου̃ ἀντ' αὐτου̃ ἐπὶ Ισραηλ
καὶ συνήγαγεν τοὺς πάντας ἄρχοντας Ισραηλ καὶ τοὺς ἱερει̃ς καὶ τοὺς Λευίτας
καὶ ἠριθμήθησαν οἱ Λευι̃ται ἀπὸ τριακονταετου̃ς καὶ ἐπάνω καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας
ἀπὸ τούτων ἐργοδιω̃κται ἐπὶ τὰ ἔργα οἴκου κυρίου εἴκοσι τέσσαρες χιλιάδες καὶ γραμματει̃ς καὶ κριταὶ ἑξακισχίλιοι
καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνου̃ντες τω̨̃ κυρίω̨ ἐν τοι̃ς ὀργάνοις οἱ̃ς ἐποίησεν του̃ αἰνει̃ν τω̨̃ κυρίω̨
καὶ διει̃λεν αὐτοὺς Δαυιδ ἐφημερίας τοι̃ς υἱοι̃ς Λευι τω̨̃ Γεδσων Κααθ Μεραρι
καὶ τω̨̃ Παροσωμ τω̨̃ Εδαν καὶ τω̨̃ Σεμεϊ
υἱοὶ τω̨̃ Εδαν ὁ ἄρχων Ιιηλ καὶ Ζεθομ καὶ Ιωηλ τρει̃ς
υἱοὶ Σεμεϊ Σαλωμιθ καὶ Ιιηλ καὶ Αιδαν τρει̃ς οὑ̃τοι ἄρχοντες τω̃ν πατριω̃ν τω̨̃ Εδαν
10 καὶ τοι̃ς υἱοι̃ς Σεμεϊ Ιεθ καὶ Ζιζα καὶ Ιωας καὶ Βερια οὑ̃τοι υἱοὶ Σεμεϊ τέσσαρες
11 καὶ ἠ̃ν Ιεθ ὁ ἄρχων καὶ Ζιζα ὁ δεύτερος καὶ Ιωας καὶ Βερια οὐκ ἐπλήθυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἰ̃κον πατρια̃ς εἰς ἐπίσκεψιν μίαν
12 υἱοὶ Κααθ Αμβραμ Ισσααρ Χεβρων Οζιηλ τέσσαρες
13 υἱοὶ Αμβραμ Ααρων καὶ Μωυση̃ς καὶ διεστάλη Ααρων του̃ ἁγιασθη̃ναι ἅγια ἁγίων αὐτὸς καὶ οἱ υἱοὶ αὐτου̃ ἕως αἰω̃νος του̃ θυμια̃ν ἐναντίον του̃ κυρίου λειτουργει̃ν καὶ ἐπεύχεσθαι ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ ἕως αἰω̃νος
14 καὶ Μωυση̃ς ἄνθρωπος του̃ θεου̃ υἱοὶ αὐτου̃ ἐκλήθησαν εἰς φυλὴν του̃ Λευι
15 υἱοὶ Μωυση̃ Γηρσαμ καὶ Ελιεζερ
16 υἱοὶ Γηρσαμ Σουβαηλ ὁ ἄρχων
17 καὶ ἠ̃σαν υἱοὶ τω̨̃ Ελιεζερ Ρααβια ὁ ἄρχων καὶ οὐκ ἠ̃σαν τω̨̃ Ελιεζερ υἱοὶ ἕτεροι καὶ υἱοὶ Ρααβια ηὐξήθησαν εἰς ὕψος
18 υἱοὶ Ισσααρ Σαλωμωθ ὁ ἄρχων
19 υἱοὶ Χεβρων Ιδουδ ὁ ἄρχων Αμαδια ὁ δεύτερος Οζιηλ ὁ τρίτος Ικεμιας ὁ τέταρτος
20 υἱοὶ Οζιηλ Μιχας ὁ ἄρχων καὶ Ισια ὁ δεύτερος
21 υἱοὶ Μεραρι Μοολι καὶ Μουσι υἱοὶ Μοολι Ελεαζαρ καὶ Κις
22 καὶ ἀπέθανεν Ελεαζαρ καὶ οὐκ ἠ̃σαν αὐτω̨̃ υἱοὶ ἀλλ' ἢ θυγατέρες καὶ ἔλαβον αὐτὰς υἱοὶ Κις ἀδελφοὶ αὐτω̃ν
23 υἱοὶ Μουσι Μοολι καὶ Εδερ καὶ Ιαριμωθ τρει̃ς
24 οὑ̃τοι υἱοὶ Λευι κατ' οἴκους πατριω̃ν αὐτω̃ν ἄρχοντες τω̃ν πατριω̃ν αὐτω̃ν κατὰ τὴν ἐπίσκεψιν αὐτω̃ν κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν ποιου̃ντες τὰ ἔργα λειτουργίας οἴκου κυρίου ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω
25 ὅτι εἰ̃πεν Δαυιδ κατέπαυσεν κύριος ὁ θεὸς Ισραηλ τω̨̃ λαω̨̃ αὐτου̃ καὶ κατεσκήνωσεν ἐν Ιερουσαλημ ἕως αἰω̃νος
26 καὶ οἱ Λευι̃ται οὐκ ἠ̃σαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτη̃ς εἰς τὴν λειτουργίαν αὐτη̃ς
27 ὅτι ἐν τοι̃ς λόγοις Δαυιδ τοι̃ς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱω̃ν Λευι ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω
28 ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χει̃ρα Ααρων του̃ λειτουργει̃ν ἐν οἴκω̨ κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια καὶ ἐπὶ τὸν καθαρισμὸν τω̃ν πάντων ἁγίων καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου του̃ θεου̃
29 εἰς τοὺς ἄρτους τη̃ς προθέσεως εἰς τὴν σεμίδαλιν τη̃ς θυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς τήγανον καὶ εἰς τὴν πεφυραμένην καὶ εἰς πα̃ν μέτρον
30 καὶ του̃ στη̃ναι πρωὶ του̃ αἰνει̃ν ἐξομολογει̃σθαι τω̨̃ κυρίω̨ καὶ οὕτως τὸ ἑσπέρας
31 καὶ ἐπὶ πάντων τω̃ν ἀναφερομένων ὁλοκαυτωμάτων τω̨̃ κυρίω̨ ἐν τοι̃ς σαββάτοις καὶ ἐν ται̃ς νεομηνίαις καὶ ἐν ται̃ς ἑορται̃ς κατὰ ἀριθμὸν κατὰ τὴν κρίσιν ἐπ' αὐτοι̃ς διὰ παντὸς τω̨̃ κυρίω̨
32 καὶ φυλάξουσιν τὰς φυλακὰς σκηνη̃ς του̃ μαρτυρίου καὶ τὰς φυλακὰς υἱω̃ν Ααρων ἀδελφω̃ν αὐτω̃ν του̃ λειτουργει̃ν ἐν οἴκω̨ κυρίου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.