Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 18

1 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβεν τὴν Γεθ καὶ τὰς κώμας αὐτη̃ς ἐκ χειρὸς ἀλλοφύλων
2 καὶ ἐπάταξεν τὴν Μωαβ καὶ ἠ̃σαν Μωαβ παι̃δες τω̨̃ Δαυιδ φέροντες δω̃ρα
3 καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ βασιλέα Σουβα Ημαθ πορευομένου αὐτου̃ ἐπιστη̃σαι χει̃ρα αὐτου̃ ἐπὶ ποταμὸν Εὐφράτην
4 καὶ προκατελάβετο Δαυιδ αὐτω̃ν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρω̃ν πεζω̃ν καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτω̃ν ἑκατὸν ἅρματα
5 καὶ ἠ̃λθεν Σύρος ἐκ Δαμασκου̃ βοηθη̃σαι Αδρααζαρ βασιλει̃ Σουβα καὶ ἐπάταξεν Δαυιδ ἐν τω̨̃ Σύρω̨ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρω̃ν
6 καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρία̨ τη̨̃ κατὰ Δαμασκόν καὶ ἠ̃σαν τω̨̃ Δαυιδ εἰς παι̃δας φέροντας δω̃ρα καὶ ἔσω̨ζεν κύριος τὸν Δαυιδ ἐν πα̃σιν οἱ̃ς ἐπορεύετο
7 καὶ ἔλαβεν Δαυιδ τοὺς κλοιοὺς τοὺς χρυσου̃ς οἳ ἠ̃σαν ἐπὶ τοὺς παι̃δας Αδρααζαρ καὶ ἤνεγκεν αὐτοὺς εἰς Ιερουσαλημ
8 καὶ ἐκ τη̃ς μεταβηχας καὶ ἐκ τω̃ν ἐκλεκτω̃ν πόλεων τω̃ν Αδρααζαρ ἔλαβεν Δαυιδ χαλκὸν πολὺν σφόδρα ἐξ αὐτου̃ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκη̃ν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκα̃
9 καὶ ἤκουσεν Θωα βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ τὴν πα̃σαν δύναμιν Αδρααζαρ βασιλέως Σουβα
10 καὶ ἀπέστειλεν τὸν Ιδουραμ υἱὸν αὐτου̃ πρὸς τὸν βασιλέα Δαυιδ του̃ ἐρωτη̃σαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ του̃ εὐλογη̃σαι αὐτὸν ὑπὲρ οὑ̃ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀνὴρ πολέμιος Θωα ἠ̃ν τω̨̃ Αδρααζαρ καὶ πάντα τὰ σκεύη ἀργυρα̃ καὶ χρυσα̃
11 καὶ ταυ̃τα ἡγίασεν Δαυιδ τω̨̃ κυρίω̨ μετὰ του̃ ἀργυρίου καὶ του̃ χρυσίου οὑ̃ ἔλαβεν ἐκ πάντων τω̃ν ἐθνω̃ν ἐξ Ιδουμαίας καὶ Μωαβ καὶ ἐξ υἱω̃ν Αμμων καὶ ἐκ τω̃ν ἀλλοφύλων καὶ ἐξ Αμαληκ
12 καὶ Αβεσσα υἱὸς Σαρουια ἐπάταξεν τὴν Ιδουμαίαν ἐν κοιλάδι τω̃ν ἁλω̃ν ὀκτὼ καὶ δέκα χιλιάδας
13 καὶ ἔθετο ἐν τη̨̃ κοιλάδι φρουράς καὶ ἠ̃σαν πάντες οἱ Ιδουμαι̃οι παι̃δες Δαυιδ καὶ ἔσω̨ζεν κύριος τὸν Δαυιδ ἐν πα̃σιν οἱ̃ς ἐπορεύετο
14 καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ἠ̃ν ποιω̃ν κρίμα καὶ δικαιοσύνην τω̨̃ παντὶ λαω̨̃ αὐτου̃
15 καὶ Ιωαβ υἱὸς Σαρουια ἐπὶ τη̃ς στρατια̃ς καὶ Ιωσαφατ υἱὸς Αχιλουδ ὑπομνηματογράφος
16 καὶ Σαδωκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερει̃ς καὶ Σουσα γραμματεὺς
17 καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ του̃ χερεθθι καὶ του̃ φελεθθι καὶ υἱοὶ Δαυιδ οἱ πρω̃τοι διάδοχοι του̃ βασιλέως
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.