1 καὶ ἐγένετο μετὰ ταυ̃τα ἀπέθανεν Ναας βασιλεὺς υἱω̃ν Αμμων καὶ ἐβασίλευσεν Αναν υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |
2 καὶ εἰ̃πεν Δαυιδ ποιήσω ἔλεος μετὰ Αναν υἱου̃ Ναας ὡς ἐποίησεν ὁ πατὴρ αὐτου̃ μετ' ἐμου̃ ἔλεος καὶ ἀπέστειλεν ἀγγέλους Δαυιδ του̃ παρακαλέσαι αὐτὸν περὶ του̃ πατρὸς αὐτου̃ καὶ ἠ̃λθον παι̃δες Δαυιδ εἰς γη̃ν υἱω̃ν Αμμων του̃ παρακαλέσαι αὐτόν |
3 καὶ εἰ̃πον ἄρχοντες Αμμων πρὸς Αναν μὴ δοξάζων Δαυιδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακαλου̃ντας οὐχ ὅπως ἐξερευνήσωσιν τὴν πόλιν του̃ κατασκοπη̃σαι τὴν γη̃ν ἠ̃λθον παι̃δες αὐτου̃ πρὸς σέ |
4 καὶ ἔλαβεν Αναν τοὺς παι̃δας Δαυιδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφει̃λεν τω̃ν μανδυω̃ν αὐτω̃ν τὸ ἥμισυ ἕως τη̃ς ἀναβολη̃ς καὶ ἀπέστειλεν αὐτούς |
5 καὶ ἠ̃λθον ἀπαγγει̃λαι τω̨̃ Δαυιδ περὶ τω̃ν ἀνδρω̃ν καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοι̃ς ὅτι ἠ̃σαν ἠτιμωμένοι σφόδρα καὶ εἰ̃πεν ὁ βασιλεύς καθίσατε ἐν Ιεριχω ἕως του̃ ἀνατει̃λαι τοὺς πώγωνας ὑμω̃ν καὶ ἀνακάμψατε |
6 καὶ εἰ̃δον οἱ υἱοὶ Αμμων ὅτι ἠ̨σχύνθη λαὸς Δαυιδ καὶ ἀπέστειλεν Αναν καὶ οἱ υἱοὶ Αμμων χίλια τάλαντα ἀργυρίου του̃ μισθώσασθαι ἑαυτοι̃ς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχα καὶ ἐκ Σωβα ἅρματα καὶ ἱππει̃ς |
7 καὶ ἐμισθώσαντο ἑαυτοι̃ς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα Μωχα καὶ τὸν λαὸν αὐτου̃ καὶ ἠ̃λθον καὶ παρενέβαλον κατέναντι Μαιδαβα καὶ οἱ υἱοὶ Αμμων συνήχθησαν ἐκ τω̃ν πόλεων αὐτω̃ν καὶ ἠ̃λθον εἰς τὸ πολεμη̃σαι |
8 καὶ ἤκουσεν Δαυιδ καὶ ἀπέστειλεν τὸν Ιωαβ καὶ πα̃σαν τὴν στρατιὰν τω̃ν δυνατω̃ν |
9 καὶ ἐξη̃λθον οἱ υἱοὶ Αμμων καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλω̃να τη̃ς πόλεως καὶ οἱ βασιλει̃ς οἱ ἐλθόντες παρενέβαλον καθ' ἑαυτοὺς ἐν τω̨̃ πεδίω̨ |
10 καὶ εἰ̃δεν Ιωαβ ὅτι γεγόνασιν ἀντιπρόσωποι του̃ πολεμει̃ν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ Ισραηλ καὶ παρετάξαντο ἐναντίον του̃ Σύρου |
11 καὶ τὸ κατάλοιπον του̃ λαου̃ ἔδωκεν ἐν χειρὶ Αβεσσα ἀδελφου̃ αὐτου̃ καὶ παρετάξαντο ἐξ ἐναντίας υἱω̃ν Αμμων |
12 καὶ εἰ̃πεν ἐὰν κρατήση̨ ὑπὲρ ἐμὲ Σύρος καὶ ἔση̨ μοι εἰς σωτηρίαν καὶ ἐὰν υἱοὶ Αμμων κρατήσωσιν ὑπὲρ σέ καὶ σώσω σε |
13 ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ του̃ λαου̃ ἡμω̃ν καὶ περὶ τω̃ν πόλεων του̃ θεου̃ ἡμω̃ν καὶ κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς αὐτου̃ ποιήσει |
14 καὶ παρετάξατο Ιωαβ καὶ ὁ λαὸς ὁ μετ' αὐτου̃ κατέναντι Σύρων εἰς πόλεμον καὶ ἔφυγον ἀπ' αὐτου̃ |
15 καὶ οἱ υἱοὶ Αμμων εἰ̃δον ὅτι ἔφυγον Σύροι καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου Ιωαβ καὶ ἀπὸ προσώπου Αβεσσα του̃ ἀδελφου̃ αὐτου̃ καὶ ἠ̃λθον εἰς τὴν πόλιν καὶ ἠ̃λθεν Ιωαβ εἰς Ιερουσαλημ |
16 καὶ εἰ̃δεν Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ισραηλ καὶ ἀπέστειλεν ἀγγέλους καὶ ἐξήγαγον τὸν Σύρον ἐκ του̃ πέραν του̃ ποταμου̃ καὶ Σωφαχ ἀρχιστράτηγος δυνάμεως Αδρααζαρ ἔμπροσθεν αὐτω̃ν |
17 καὶ ἀπηγγέλη τω̨̃ Δαυιδ καὶ συνήγαγεν τὸν πάντα Ισραηλ καὶ διέβη τὸν Ιορδάνην καὶ ἠ̃λθεν ἐπ' αὐτοὺς καὶ παρετάξατο ἐπ' αὐτούς καὶ παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυιδ καὶ ἐπολέμησαν αὐτόν |
18 καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυιδ καὶ ἀπέκτεινεν Δαυιδ ἀπὸ του̃ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζω̃ν καὶ τὸν Σωφαχ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν |
19 καὶ εἰ̃δον παι̃δες Αδρααζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ισραηλ καὶ διέθεντο μετὰ Δαυιδ καὶ ἐδούλευσαν αὐτω̨̃ καὶ οὐκ ἠθέλησεν Σύρος του̃ βοηθη̃σαι τοι̃ς υἱοι̃ς Αμμων ἔτι |