1 καὶ ἐγένετο ὡς κατώ̨κησεν Δαυιδ ἐν οἴκω̨ αὐτου̃ καὶ εἰ̃πεν Δαυιδ πρὸς Ναθαν τὸν προφήτην ἰδοὺ ἐγὼ κατοικω̃ ἐν οἴκω̨ κεδρίνω̨ καὶ ἡ κιβωτὸς διαθήκης κυρίου ὑποκάτω δέρρεων |
2 καὶ εἰ̃πεν Ναθαν πρὸς Δαυιδ πα̃ν τὸ ἐν τη̨̃ ψυχη̨̃ σου ποίει ὅτι ὁ θεὸς μετὰ σου̃ |
3 καὶ ἐγένετο ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ ἐγένετο λόγος κυρίου πρὸς Ναθαν λέγων |
4 πορεύου καὶ εἰπὸν πρὸς Δαυιδ τὸν παι̃δά μου οὕτως εἰ̃πεν κύριος οὐ σὺ οἰκοδομήσεις μοι οἰ̃κον του̃ κατοικη̃σαί με ἐν αὐτω̨̃ |
5 ὅτι οὐ κατώ̨κησα ἐν οἴκω̨ ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἀνήγαγον τὸν Ισραηλ ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνη̨̃ καὶ ἐν καταλύματι |
6 ἐν πα̃σιν οἱ̃ς διη̃λθον ἐν παντὶ Ισραηλ εἰ λαλω̃ν ἐλάλησα πρὸς μίαν φυλὴν Ισραηλ του̃ ποιμαίνειν τὸν λαόν μου λέγων ὅτι οὐκ ὠ̨κοδομήκατέ μοι οἰ̃κον κέδρινον |
7 καὶ νυ̃ν οὕτως ἐρει̃ς τω̨̃ δούλω̨ μου Δαυιδ τάδε λέγει κύριος παντοκράτωρ ἔλαβόν σε ἐκ τη̃ς μάνδρας ἐξόπισθεν τω̃ν ποιμνίων του̃ εἰ̃ναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ |
8 καὶ ἤμην μετὰ σου̃ ἐν πα̃σιν οἱ̃ς ἐπορεύθης καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τω̃ν μεγάλων τω̃ν ἐπὶ τη̃ς γη̃ς |
9 καὶ θήσομαι τόπον τω̨̃ λαω̨̃ μου Ισραηλ καὶ καταφυτεύσω αὐτόν καὶ κατασκηνώσει καθ' ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι καὶ οὐ προσθήσει ἀδικία του̃ ταπεινω̃σαι αὐτὸν καθὼς ἀπ' ἀρχη̃ς |
10 καὶ ἀφ' ἡμερω̃ν ὡ̃ν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἐταπείνωσα ἅπαντας τοὺς ἐχθρούς σου καὶ αὐξήσω σε καὶ οἰ̃κον οἰκοδομήσει σοι κύριος |
11 καὶ ἔσται ὅταν πληρωθω̃σιν αἱ ἡμέραι σου καὶ κοιμηθήση̨ μετὰ τω̃ν πατέρων σου καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ ὃς ἔσται ἐκ τη̃ς κοιλίας σου καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτου̃ |
12 αὐτὸς οἰκοδομήσει μοι οἰ̃κον καὶ ἀνορθώσω τὸν θρόνον αὐτου̃ ἕως αἰω̃νος |
13 ἐγὼ ἔσομαι αὐτω̨̃ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτου̃ ὡς ἀπέστησα ἀπὸ τω̃ν ὄντων ἔμπροσθέν σου |
14 καὶ πιστώσω αὐτὸν ἐν οἴκω̨ μου καὶ ἐν βασιλεία̨ αὐτου̃ ἕως αἰω̃νος καὶ ὁ θρόνος αὐτου̃ ἔσται ἀνωρθωμένος ἕως αἰω̃νος |
15 κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πα̃σαν τὴν ὅρασιν ταύτην οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ |
16 καὶ ἠ̃λθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἀπέναντι κυρίου καὶ εἰ̃πεν τίς εἰμι ἐγώ κύριε ὁ θεός καὶ τίς ὁ οἰ̃κός μου ὅτι ἠγάπησάς με ἕως αἰω̃νος |
17 καὶ ἐσμικρύνθη ταυ̃τα ἐνώπιόν σου ὁ θεός καὶ ἐλάλησας ἐπὶ τὸν οἰ̃κον του̃ παιδός σου ἐκ μακρω̃ν καὶ ἐπει̃δές με ὡς ὅρασις ἀνθρώπου καὶ ὕψωσάς με κύριε ὁ θεός |
18 τί προσθήσει ἔτι Δαυιδ πρὸς σὲ του̃ δοξάσαι καὶ σὺ τὸν δου̃λόν σου οἰ̃δας |
19 καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πα̃σαν μεγαλωσύνην |
20 κύριε οὐκ ἔστιν ὅμοιός σοι καὶ οὐκ ἔστιν πλὴν σου̃ κατὰ πάντα ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμω̃ν |
21 καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἔτι ἐπὶ τη̃ς γη̃ς ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς του̃ λυτρώσασθαι ἑαυτω̨̃ λαὸν του̃ θέσθαι ἑαυτω̨̃ ὄνομα μέγα καὶ ἐπιφανὲς του̃ ἐκβαλει̃ν ἀπὸ προσώπου λαου̃ σου οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου ἔθνη |
22 καὶ ἔδωκας τὸν λαόν σου Ισραηλ σεαυτω̨̃ λαὸν ἕως αἰω̃νος καὶ σύ κύριε αὐτοι̃ς εἰς θεόν |
23 καὶ νυ̃ν κύριε ὁ λόγος σου ὃν ἐλάλησας πρὸς τὸν παι̃δά σου καὶ ἐπὶ τὸν οἰ̃κον αὐτου̃ πιστωθήτω ἕως αἰω̃νος |
24 λεγόντων κύριε κύριε παντοκράτωρ θεὸς Ισραηλ καὶ ὁ οἰ̃κος Δαυιδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου |
25 ὅτι σύ κύριε ἤνοιξας τὸ οὐ̃ς του̃ παιδός σου του̃ οἰκοδομη̃σαι αὐτω̨̃ οἰ̃κον διὰ του̃το εὑ̃ρεν ὁ παι̃ς σου του̃ προσεύξασθαι κατὰ πρόσωπόν σου |
26 καὶ νυ̃ν κύριε σὺ εἰ̃ αὐτὸς ὁ θεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δου̃λόν σου τὰ ἀγαθὰ ταυ̃τα |
27 καὶ νυ̃ν ἤρξω του̃ εὐλογη̃σαι τὸν οἰ̃κον του̃ παιδός σου του̃ εἰ̃ναι εἰς τὸν αἰω̃να ἐναντίον σου ὅτι σύ κύριε εὐλόγησας καὶ εὐλόγησον εἰς τὸν αἰω̃να |