Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 11

1 καὶ ἠ̃λθεν πα̃ς Ισραηλ πρὸς Δαυιδ ἐν Χεβρων λέγοντες ἰδοὺ ὀστα̃ σου καὶ σάρκες σου ἡμει̃ς
2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως σὺ ἠ̃σθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ καὶ εἰ̃πεν κύριος ὁ θεός σού σοι σὺ ποιμανει̃ς τὸν λαόν μου τὸν Ισραηλ καὶ σὺ ἔση̨ εἰς ἡγούμενον ἐπὶ Ισραηλ
3 καὶ ἠ̃λθον πάντες πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων καὶ διέθετο αὐτοι̃ς ὁ βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐναντίον κυρίου καὶ ἔχρισαν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ Ισραηλ κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Σαμουηλ
4 καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες Ισραηλ εἰς Ιερουσαλημ αὕτη Ιεβους καὶ ἐκει̃ οἱ Ιεβουσαι̃οι οἱ κατοικου̃ντες τὴν γη̃ν
5 εἰ̃παν δὲ οἱ κατοικου̃ντες Ιεβους τω̨̃ Δαυιδ οὐκ εἰσελεύση̨ ὡ̃δε καὶ προκατελάβετο τὴν περιοχὴν Σιων αὕτη ἡ πόλις Δαυιδ
6 καὶ εἰ̃πεν Δαυιδ πα̃ς τύπτων Ιεβουσαι̃ον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν καὶ ἀνέβη ἐπ' αὐτὴν ἐν πρώτοις Ιωαβ υἱὸς Σαρουια καὶ ἐγένετο εἰς ἄρχοντα
7 καὶ ἐκάθισεν Δαυιδ ἐν τη̨̃ περιοχη̨̃ διὰ του̃το ἐκάλεσεν αὐτὴν πόλιν Δαυιδ
8 καὶ ὠ̨κοδόμησεν τὴν πόλιν κύκλω̨ καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν
9 καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος καὶ κύριος παντοκράτωρ μετ' αὐτου̃
10 καὶ οὑ̃τοι οἱ ἄρχοντες τω̃ν δυνατω̃ν οἳ ἠ̃σαν τω̨̃ Δαυιδ οἱ κατισχύοντες μετ' αὐτου̃ ἐν τη̨̃ βασιλεία̨ αὐτου̃ μετὰ παντὸς Ισραηλ του̃ βασιλευ̃σαι αὐτὸν κατὰ τὸν λόγον κυρίου ἐπὶ Ισραηλ
11 καὶ οὑ̃τος ὁ ἀριθμὸς τω̃ν δυνατω̃ν του̃ Δαυιδ Ιεσεβααλ υἱὸς Αχαμανι πρω̃τος τω̃ν τριάκοντα οὑ̃τος ἐσπάσατο τὴν ῥομφαίαν αὐτου̃ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρω̨̃ ἑνί
12 καὶ μετ' αὐτὸν Ελεαζαρ υἱὸς Δωδαι ὁ Αχωχι οὑ̃τος ἠ̃ν ἐν τοι̃ς τρισὶν δυνατοι̃ς
13 οὑ̃τος ἠ̃ν μετὰ Δαυιδ ἐν Φασοδομιν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκει̃ εἰς πόλεμον καὶ ἠ̃ν μερὶς του̃ ἀγρου̃ πλήρης κριθω̃ν καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων
14 καὶ ἔστη ἐν μέσω̨ τη̃ς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην
15 καὶ κατέβησαν τρει̃ς ἐκ τω̃ν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ καὶ παρεμβολὴ τω̃ν ἀλλοφύλων παρεμβεβλήκει ἐν τη̨̃ κοιλάδι τω̃ν γιγάντων
16 καὶ Δαυιδ τότε ἐν τη̨̃ περιοχη̨̃ καὶ τὸ σύστεμα τω̃ν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ
17 καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἰ̃πεν τίς ποτιει̃ με ὕδωρ ἐκ του̃ λάκκου Βαιθλεεμ του̃ ἐν τη̨̃ πύλη̨
18 καὶ διέρρηξαν οἱ τρει̃ς τὴν παρεμβολὴν τω̃ν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ του̃ λάκκου του̃ ἐν Βαιθλεεμ ὃς ἠ̃ν ἐν τη̨̃ πύλη̨ καὶ ἔλαβον καὶ ἠ̃λθον πρὸς Δαυιδ καὶ οὐκ ἠθέλησεν Δαυιδ του̃ πιει̃ν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τω̨̃ κυρίω̨
19 καὶ εἰ̃πεν ἵλεώς μοι ὁ θεὸς του̃ ποιη̃σαι τὸ ῥη̃μα του̃το εἰ αἱ̃μα ἀνδρω̃ν τούτων πίομαι ἐν ψυχαι̃ς αὐτω̃ν ὅτι ἐν ψυχαι̃ς αὐτω̃ν ἤνεγκαν αὐτό καὶ οὐκ ἐβούλετο πιει̃ν αὐτό ταυ̃τα ἐποίησαν οἱ τρει̃ς δυνατοί
20 καὶ Αβεσσα ἀδελφὸς Ιωαβ οὑ̃τος ἠ̃ν ἄρχων τω̃ν τριω̃ν οὑ̃τος ἐσπάσατο τὴν ῥομφαίαν αὐτου̃ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρω̨̃ ἑνί καὶ οὑ̃τος ἠ̃ν ὀνομαστὸς ἐν τοι̃ς τρισίν
21 ἀπὸ τω̃ν τριω̃ν ὑπὲρ τοὺς δύο ἔνδοξος καὶ ἠ̃ν αὐτοι̃ς εἰς ἄρχοντα καὶ ἕως τω̃ν τριω̃ν οὐκ ἤρχετο
22 καὶ Βαναιας υἱὸς Ιωδαε υἱὸς ἀνδρὸς δυνατου̃ πολλὰ ἔργα αὐτου̃ ὑπὲρ Καβασαηλ οὑ̃τος ἐπάταξεν τοὺς δύο αριηλ Μωαβ καὶ οὑ̃τος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τω̨̃ λάκκω̨ ἐν ἡμέρα̨ χιόνος
23 καὶ οὑ̃τος ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον ἄνδρα ὁρατὸν πεντάπηχυν καὶ ἐν χειρὶ του̃ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων καὶ κατέβη ἐπ' αὐτὸν Βαναιας ἐν ῥάβδω̨ καὶ ἀφείλατο ἐκ τη̃ς χειρὸς του̃ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τω̨̃ δόρατι αὐτου̃
24 ταυ̃τα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε καὶ τούτω̨ ὄνομα ἐν τοι̃ς τρισὶν τοι̃ς δυνατοι̃ς
25 ὑπὲρ τοὺς τριάκοντα ἔνδοξος οὑ̃τος καὶ πρὸς τοὺς τρει̃ς οὐκ ἤρχετο καὶ κατέστησεν αὐτὸν Δαυιδ ἐπὶ τὴν πατριὰν αὐτου̃
26 καὶ δυνατοὶ τω̃ν δυνάμεων Ασαηλ ἀδελφὸς Ιωαβ Ελεαναν υἱὸς Δωδω ἐκ Βαιθλαεμ
27 Σαμμωθ ὁ Αδι Χελλης ὁ Φελωνι
28 Ωραι υἱὸς Εκκης ὁ Θεκωι Αβιεζερ ὁ Αναθωθι
29 Σοβοχαι ὁ Ασωθι Ηλι ὁ Αχωι
30 Μοοραι ὁ Νετωφαθι Χολοδ υἱὸς Νοοζα ὁ Νετωφαθι
31 Αιθι υἱὸς Ριβαι ἐκ βουνου̃ Βενιαμιν Βαναιας ὁ Φαραθωνι
32 Ουρι ἐκ Ναχαλιγαας Αβιηλ ὁ Γαραβεθθι
33 Αζμωθ ὁ Βεερμι Ελιαβα ὁ Σαλαβωνι
34 Βενναιας Οσομ ὁ Γεννουνι Ιωναθαν υἱὸς Σωλα ὁ Αραρι
35 Αχιμ υἱὸς Σαχαρ ὁ Αραρι Ελφαλ υἱὸς Ουρ
36 Οφαρ ὁ Μοχοραθι Αχια ὁ Φελωνι
37 Ησεραι ὁ Χαρμαλι Νααραι υἱὸς Αζωβαι
38 Ιωηλ ἀδελφὸς Ναθαν Μεβααρ υἱὸς Αγαρι
39 Σεληκ ὁ Αμμωνι Ναχωρ ὁ Βερθι αἴρων σκεύη Ιωαβ υἱου̃ Σαρουια
40 Ιρα ὁ Ιεθηρι Γαρηβ ὁ Ιεθηρι
41 Ουριας ὁ Χεττι Ζαβετ υἱὸς Αχλια
42 Αδινα υἱὸς Σαιζα του̃ Ρουβην ἄρχων καὶ ἐπ' αὐτω̨̃ τριάκοντα
43 Αναν υἱὸς Μοωχα καὶ Ιωσαφατ ὁ Βαιθανι
44 Οζια ὁ Ασταρωθι Σαμμα καὶ Ιιηλ υἱοὶ Χωθαν του̃ Αραρι
45 Ιεδιηλ υἱὸς Σαμερι καὶ Ιωαζαε ὁ ἀδελφὸς αὐτου̃ ὁ Ιεασι
46 Ελιηλ ὁ Μιι καὶ Ιαριβι καὶ Ιωσια υἱὸς αὐτου̃ Ελνααμ καὶ Ιεθεμα ὁ Μωαβίτης
47 Αλιηλ καὶ Ωβηδ καὶ Ιεσιηλ ὁ Μισαβια
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.