1 καὶ οὑ̃τοι οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Σωκλαγ ἔτι συνεχομένου ἀπὸ προσώπου Σαουλ υἱου̃ Κις καὶ οὑ̃τοι ἐν τοι̃ς δυνατοι̃ς βοηθου̃ντες ἐν πολέμω̨ |
2 καὶ τόξω̨ ἐκ δεξιω̃ν καὶ ἐξ ἀριστερω̃ν καὶ σφενδονη̃ται ἐν λίθοις καὶ τόξοις ἐκ τω̃ν ἀδελφω̃ν Σαουλ ἐκ Βενιαμιν |
3 ὁ ἄρχων Αχιεζερ καὶ Ιωας υἱὸς Ασμα του̃ Γεβωθίτου καὶ Ιωηλ καὶ Ιωφαλητ υἱοὶ Ασμωθ καὶ Βερχια καὶ Ιηουλ ὁ Αναθωθι |
4 καὶ Σαμαιας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοι̃ς τριάκοντα καὶ ἐπὶ τω̃ν τριάκοντα
Ιερμιας καὶ Ιεζιηλ καὶ Ιωαναν καὶ Ιωζαβαδ ὁ Γαδαραθι |
5 Ελιαζαι καὶ Ιαριμουθ καὶ Βααλια καὶ Σαμαρια καὶ Σαφατια ὁ Χαραιφι |
6 Ηλκανα καὶ Ιησουνι καὶ Οζριηλ καὶ Ιωαζαρ καὶ Ιεσβοαμ οἱ Κορι̃ται |
7 καὶ Ελια καὶ Ζαβαδια υἱοὶ Ιρααμ υἱοὶ του̃ γεδωρ |
8 καὶ ἀπὸ του̃ Γαδδι ἐχωρίσθησαν πρὸς Δαυιδ ἀπὸ τη̃ς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα καὶ πρόσωπον λέοντος πρόσωπα αὐτω̃ν καὶ κου̃φοι ὡς δορκάδες ἐπὶ τω̃ν ὀρέων τω̨̃ τάχει |
9 Αζερ ὁ ἄρχων Αβδια ὁ δεύτερος Ελιαβ ὁ τρίτος |
10 Μασεμαννη ὁ τέταρτος Ιερμια ὁ πέμπτος |
11 Εθθι ὁ ἕκτος Ελιαβ ὁ ἕβδομος |
12 Ιωαναν ὁ ὄγδοος Ελιαζερ ὁ ἔνατος |
13 Ιερμια ὁ δέκατος Μαχαβανναι ὁ ἑνδέκατος |
14 οὑ̃τοι ἐκ τω̃ν υἱω̃ν Γαδ ἄρχοντες τη̃ς στρατια̃ς εἱ̃ς τοι̃ς ἑκατὸν μικρὸς καὶ μέγας τοι̃ς χιλίοις |
15 οὑ̃τοι οἱ διαβάντες τὸν Ιορδάνην ἐν τω̨̃ μηνὶ τω̨̃ πρώτω̨ καὶ οὑ̃τος πεπληρωκὼς ἐπὶ πα̃σαν κρηπι̃δα αὐτου̃ καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικου̃ντας αὐλω̃νας ἀπὸ ἀνατολω̃ν ἕως δυσμω̃ν |
16 καὶ ἠ̃λθον ἀπὸ τω̃ν υἱω̃ν Βενιαμιν καὶ Ιουδα εἰς βοήθειαν του̃ Δαυιδ |
17 καὶ Δαυιδ ἐξη̃λθεν εἰς ἀπάντησιν αὐτω̃ν καὶ εἰ̃πεν αὐτοι̃ς εἰ εἰς εἰρήνην ἥκατε πρός με εἴη μοι καρδία καθ' ἑαυτὴν ἐφ' ὑμα̃ς καὶ εἰ του̃ παραδου̃ναί με τοι̃ς ἐχθροι̃ς μου οὐκ ἐν ἀληθεία̨ χειρός ἴδοι ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν καὶ ἐλέγξαιτο |
18 καὶ πνευ̃μα ἐνέδυσε τὸν Αμασαι ἄρχοντα τω̃ν τριάκοντα καὶ εἰ̃πεν πορεύου καὶ ὁ λαός σου Δαυιδ υἱὸς Ιεσσαι εἰρήνη εἰρήνη σοι καὶ εἰρήνη τοι̃ς βοηθοι̃ς σου ὅτι ἐβοήθησέν σοι ὁ θεός σου καὶ προσεδέξατο αὐτοὺς Δαυιδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τω̃ν δυνάμεων |
19 καὶ ἀπὸ Μανασση προσεχώρησαν πρὸς Δαυιδ ἐν τω̨̃ ἐλθει̃ν τοὺς ἀλλοφύλους ἐπὶ Σαουλ εἰς πόλεμον καὶ οὐκ ἐβοήθησεν αὐτοι̃ς ὅτι ἐν βουλη̨̃ ἐγένετο παρὰ τω̃ν στρατηγω̃ν τω̃ν ἀλλοφύλων λεγόντων ἐν ται̃ς κεφαλαι̃ς τω̃ν ἀνδρω̃ν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτου̃ Σαουλ |
20 ἐν τω̨̃ πορευθη̃ναι αὐτὸν εἰς Σωκλαγ προσεχώρησαν αὐτω̨̃ ἀπὸ Μανασση Εδνα καὶ Ιωζαβαθ καὶ Ιωδιηλ καὶ Μιχαηλ καὶ Ιωσαβεθ καὶ Ελιμουθ καὶ Σελαθι ἀρχηγοὶ χιλιάδων εἰσὶν του̃ Μανασση |
21 καὶ αὐτοὶ συνεμάχησαν τω̨̃ Δαυιδ ἐπὶ τὸν γεδδουρ ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἠ̃σαν ἡγούμενοι ἐν τη̨̃ στρατια̨̃ ἐν τη̨̃ δυνάμει |
22 ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυιδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεου̃ |
23 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν ἀρχόντων τη̃ς στρατια̃ς οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Χεβρων του̃ ἀποστρέψαι τὴν βασιλείαν Σαουλ πρὸς αὐτὸν κατὰ τὸν λόγον κυρίου |
24 υἱοὶ Ιουδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως |
25 τω̃ν υἱω̃ν Συμεων δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν |
26 τω̃ν υἱω̃ν Λευι τετρακισχίλιοι ἑξακόσιοι |
27 καὶ Ιωαδαε ὁ ἡγούμενος τω̨̃ Ααρων καὶ μετ' αὐτου̃ τρει̃ς χιλιάδες καὶ ἑπτακόσιοι |
28 καὶ Σαδωκ νέος δυνατὸς ἰσχύι καὶ τη̃ς πατρικη̃ς οἰκίας αὐτου̃ ἄρχοντες εἴκοσι δύο |
29 καὶ ἐκ τω̃ν υἱω̃ν Βενιαμιν τω̃ν ἀδελφω̃ν Σαουλ τρει̃ς χιλιάδες καὶ ἔτι τὸ πλει̃στον αὐτω̃ν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαουλ |
30 καὶ ἀπὸ υἱω̃ν Εφραιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ ἰσχύι ἄνδρες ὀνομαστοὶ κατ' οἴκους πατριω̃ν αὐτω̃ν |
31 καὶ ἀπὸ του̃ ἡμίσους φυλη̃ς Μανασση δέκα ὀκτὼ χιλιάδες οἳ ὠνομάσθησαν ἐν ὀνόματι του̃ βασιλευ̃σαι τὸν Δαυιδ |
32 καὶ ἀπὸ τω̃ν υἱω̃ν Ισσαχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς γινώσκοντες τί ποιήσαι Ισραηλ εἰς τὰς ἀρχὰς αὐτω̃ν διακόσιοι καὶ πάντες ἀδελφοὶ αὐτω̃ν μετ' αὐτω̃ν |
33 καὶ ἀπὸ Ζαβουλων ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πα̃σιν σκεύεσιν πολεμικοι̃ς πεντήκοντα χιλιάδες βοηθη̃σαι τω̨̃ Δαυιδ οὐχ ἑτεροκλινω̃ς |
34 καὶ ἀπὸ Νεφθαλι ἄρχοντες χίλιοι καὶ μετ' αὐτω̃ν ἐν θυρεοι̃ς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες |
35 καὶ ἀπὸ τω̃ν Δανιτω̃ν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι |
36 καὶ ἀπὸ του̃ Ασηρ ἐκπορευόμενοι βοηθη̃σαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες |
37 καὶ ἐκ πέραν του̃ Ιορδάνου ἀπὸ Ρουβην καὶ Γαδδι καὶ ἀπὸ του̃ ἡμίσους φυλη̃ς Μανασση ἐν πα̃σιν σκεύεσιν πολεμικοι̃ς ἑκατὸν εἴκοσι χιλιάδες |
38 πάντες οὑ̃τοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχη̨̃ εἰρηνικη̨̃ καὶ ἠ̃λθον εἰς Χεβρων του̃ βασιλευ̃σαι τὸν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ὁ κατάλοιπος Ισραηλ ψυχὴ μία του̃ βασιλευ̃σαι τὸν Δαυιδ |
39 καὶ ἠ̃σαν ἐκει̃ ἡμέρας τρει̃ς ἐσθίοντες καὶ πίνοντες ὅτι ἡτοίμασαν αὐτοι̃ς οἱ ἀδελφοὶ αὐτω̃ν |
40 καὶ οἱ ὁμορου̃ντες αὐτοι̃ς ἕως Ισσαχαρ καὶ Ζαβουλων καὶ Νεφθαλι ἔφερον αὐτοι̃ς ἐπὶ τω̃ν καμήλων καὶ τω̃ν ὄνων καὶ τω̃ν ἡμιόνων καὶ ἐπὶ τω̃ν μόσχων βρώματα ἄλευρα παλάθας σταφίδας οἰ̃νον καὶ ἔλαιον μόσχους καὶ πρόβατα εἰς πλη̃θος ὅτι εὐφροσύνη ἐν Ισραηλ |