ΖΑΧΑΡΙΑΣ,
κεφαλίς 6
1 καὶ ἐπέστρεψα καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων καὶ τὰ ὄρη ἠ̃ν ὄρη χαλκα̃ |
2 ἐν τω̨̃ ἅρματι τω̨̃ πρώτω̨ ἵπποι πυρροί καὶ ἐν τω̨̃ ἅρματι τω̨̃ δευτέρω̨ ἵπποι μέλανες |
3 καὶ ἐν τω̨̃ ἅρματι τω̨̃ τρίτω̨ ἵπποι λευκοί καὶ ἐν τω̨̃ ἅρματι τω̨̃ τετάρτω̨ ἵπποι ποικίλοι ψαροί |
4 καὶ ἀπεκρίθην καὶ εἰ̃πα πρὸς τὸν ἄγγελον τὸν λαλου̃ντα ἐν ἐμοί τί ἐστιν ταυ̃τα κύριε |
5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοὶ καὶ εἰ̃πεν ταυ̃τά ἐστιν οἱ τέσσαρες ἄνεμοι του̃ οὐρανου̃ ἐκπορεύονται παραστη̃ναι τω̨̃ κυρίω̨ πάσης τη̃ς γη̃ς |
6 ἐν ὡ̨̃ ἠ̃σαν οἱ ἵπποι οἱ μέλανες ἐξεπορεύοντο ἐπὶ γη̃ν βορρα̃ καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτω̃ν καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γη̃ν νότου |
7 καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἐπέβλεπον του̃ πορεύεσθαι του̃ περιοδευ̃σαι τὴν γη̃ν καὶ εἰ̃πεν πορεύεσθε καὶ περιοδεύσατε τὴν γη̃ν καὶ περιώδευσαν τὴν γη̃ν |
8 καὶ ἀνεβόησεν καὶ ἐλάλησεν πρός με λέγων ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γη̃ν βορρα̃ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γη̨̃ βορρα̃ |
9 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
10 λαβὲ τὰ ἐκ τη̃ς αἰχμαλωσίας παρὰ τω̃ν ἀρχόντων καὶ παρὰ τω̃ν χρησίμων αὐτη̃ς καὶ παρὰ τω̃ν ἐπεγνωκότων αὐτὴν καὶ εἰσελεύση̨ σὺ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰς τὸν οἰ̃κον Ιωσιου του̃ Σοφονιου του̃ ἥκοντος ἐκ Βαβυλω̃νος |
11 καὶ λήψη̨ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν 'Ιησου̃ του̃ Ιωσεδεκ του̃ ἱερέως του̃ μεγάλου |
12 καὶ ἐρει̃ς πρὸς αὐτόν τάδε λέγει κύριος παντοκράτωρ ἰδοὺ ἀνήρ 'Ανατολὴ ὄνομα αὐτω̨̃ καὶ ὑποκάτωθεν αὐτου̃ ἀνατελει̃ καὶ οἰκοδομήσει τὸν οἰ̃κον κυρίου |
13 καὶ αὐτὸς λήμψεται ἀρετὴν καὶ καθίεται καὶ κατάρξει ἐπὶ του̃ θρόνου αὐτου̃ καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιω̃ν αὐτου̃ καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων |
14 ὁ δὲ στέφανος ἔσται τοι̃ς ὑπομένουσιν καὶ τοι̃ς χρησίμοις αὐτη̃ς καὶ τοι̃ς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱου̃ Σοφονιου καὶ εἰς ψαλμὸν ἐν οἴκω̨ κυρίου |
15 καὶ οἱ μακρὰν ἀπ' αὐτω̃ν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τω̨̃ οἴκω̨ κυρίου καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμα̃ς καὶ ἔσται ἐὰν εἰσακούοντες εἰσακούσητε τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ὑμω̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.