Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΖΑΧΑΡΙΑΣ, κεφαλίς 3

1 καὶ ἔδειξέν μοι 'Ιησου̃ν τὸν ἱερέα τὸν μέγαν ἑστω̃τα πρὸ προσώπου ἀγγέλου κυρίου καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιω̃ν αὐτου̃ του̃ ἀντικει̃σθαι αὐτω̨̃
2 καὶ εἰ̃πεν κύριος πρὸς τὸν διάβολον ἐπιτιμήσαι κύριος ἐν σοί διάβολε καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ οὐκ ἰδοὺ του̃το ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός
3 καὶ 'Ιησου̃ς ἠ̃ν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου του̃ ἀγγέλου
4 καὶ ἀπεκρίθη καὶ εἰ̃πεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτου̃ λέγων ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτου̃ καὶ εἰ̃πεν πρὸς αὐτόν ἰδοὺ ἀφή̨ρηκα τὰς ἀνομίας σου καὶ ἐνδύσατε αὐτὸν ποδήρη
5 καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ περιέβαλον αὐτὸν ἱμάτια καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ ὁ ἄγγελος κυρίου εἱστήκει
6 καὶ διεμαρτύρατο ὁ ἄγγελος κυρίου πρὸς 'Ιησου̃ν λέγων
7 τάδε λέγει κύριος παντοκράτωρ ἐὰν ἐν ται̃ς ὁδοι̃ς μου πορεύη̨ καὶ ἐὰν τὰ προστάγματά μου φυλάξη̨ς καὶ σὺ διακρινει̃ς τὸν οἰ̃κόν μου καὶ ἐὰν διαφυλάξη̨ς καί γε τὴν αὐλήν μου καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσω̨ τω̃ν ἑστηκότων τούτων
8 ἄκουε δή 'Ιησου̃ ὁ ἱερεὺς ὁ μέγας σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου διότι ἄνδρες τερατοσκόποι εἰσί διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δου̃λόν μου 'Ανατολήν
9 διότι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου 'Ιησου̃ ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον λέγει κύριος παντοκράτωρ καὶ ψηλαφήσω πα̃σαν τὴν ἀδικίαν τη̃ς γη̃ς ἐκείνης ἐν ἡμέρα̨ μια̨̃
10 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγει κύριος παντοκράτωρ συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτου̃ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκη̃ς

ΖΑΧΑΡΙΑΣ, κεφαλίς 4

1 καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοὶ καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθη̨̃ ἄνθρωπος ἐξ ὕπνου αὐτου̃
2 καὶ εἰ̃πεν πρός με τί σύ βλέπεις καὶ εἰ̃πα ἑώρακα καὶ ἰδοὺ λυχνία χρυση̃ ὅλη καὶ τὸ λαμπάδιον ἐπάνω αὐτη̃ς καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτη̃ς καὶ ἑπτὰ ἐπαρυστρίδες τοι̃ς λύχνοις τοι̃ς ἐπάνω αὐτη̃ς
3 καὶ δύο ἐλαι̃αι ἐπάνω αὐτη̃ς μία ἐκ δεξιω̃ν του̃ λαμπαδίου καὶ μία ἐξ εὐωνύμων
4 καὶ ἐπηρώτησα καὶ εἰ̃πον πρὸς τὸν ἄγγελον τὸν λαλου̃ντα ἐν ἐμοὶ λέγων τί ἐστιν ταυ̃τα κύριε
5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοὶ καὶ εἰ̃πεν πρός με οὐ γινώσκεις τί ἐστιν ταυ̃τα καὶ εἰ̃πα οὐχί κύριε
6 καὶ ἀπεκρίθη καὶ εἰ̃πεν πρός με λέγων οὑ̃τος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων οὐκ ἐν δυνάμει μεγάλη̨ οὐδὲ ἐν ἰσχύι ἀλλ' ἢ ἐν πνεύματί μου λέγει κύριος παντοκράτωρ
7 τίς εἰ̃ σύ τὸ ὄρος τὸ μέγα πρὸ προσώπου Ζοροβαβελ του̃ κατορθω̃σαι καὶ ἐξοίσω τὸν λίθον τη̃ς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτη̃ς
8 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
9 αἱ χει̃ρες Ζοροβαβελ ἐθεμελίωσαν τὸν οἰ̃κον του̃τον καὶ αἱ χει̃ρες αὐτου̃ ἐπιτελέσουσιν αὐτόν καὶ ἐπιγνώση̨ διότι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ
10 διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς καὶ χαρου̃νται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβαβελ ἑπτὰ οὑ̃τοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πα̃σαν τὴν γη̃ν
11 καὶ ἀπεκρίθην καὶ εἰ̃πα πρὸς αὐτόν τί αἱ δύο ἐλαι̃αι αὑ̃ται αἱ ἐκ δεξιω̃ν τη̃ς λυχνίας καὶ ἐξ εὐωνύμων
12 καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἰ̃πα πρὸς αὐτόν τί οἱ δύο κλάδοι τω̃ν ἐλαιω̃ν οἱ ἐν ται̃ς χερσὶν τω̃ν δύο μυξωτήρων τω̃ν χρυσω̃ν τω̃ν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσα̃ς
13 καὶ εἰ̃πεν πρός με οὐκ οἰ̃δας τί ἐστιν ταυ̃τα καὶ εἰ̃πα οὐχί κύριε
14 καὶ εἰ̃πεν οὑ̃τοι οἱ δύο υἱοὶ τη̃ς πιότητος παρεστήκασιν τω̨̃ κυρίω̨ πάσης τη̃ς γη̃ς

ΖΑΧΑΡΙΑΣ, κεφαλίς 5

1 καὶ ἐπέστρεψα καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ δρέπανον πετόμενον
2 καὶ εἰ̃πεν πρός με τί σὺ βλέπεις καὶ εἰ̃πα ἐγὼ ὁρω̃ δρέπανον πετόμενον μη̃κος πήχεων εἴκοσι καὶ πλάτος πήχεων δέκα
3 καὶ εἰ̃πεν πρός με αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς διότι πα̃ς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται καὶ πα̃ς ὁ ἐπίορκος ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται
4 καὶ ἐξοίσω αὐτό λέγει κύριος παντοκράτωρ καὶ εἰσελεύσεται εἰς τὸν οἰ̃κον του̃ κλέπτου καὶ εἰς τὸν οἰ̃κον του̃ ὀμνύοντος τω̨̃ ὀνόματί μου ἐπὶ ψεύδει καὶ καταλύσει ἐν μέσω̨ του̃ οἴκου αὐτου̃ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτου̃ καὶ τοὺς λίθους αὐτου̃
5 καὶ ἐξη̃λθεν ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοὶ καὶ εἰ̃πεν πρός με ἀνάβλεψον τοι̃ς ὀφθαλμοι̃ς σου καὶ ἰδὲ τί τὸ ἐκπορευόμενον του̃το
6 καὶ εἰ̃πα τί ἐστιν καὶ εἰ̃πεν του̃το τὸ μέτρον τὸ ἐκπορευόμενον καὶ εἰ̃πεν αὕτη ἡ ἀδικία αὐτω̃ν ἐν πάση̨ τη̨̃ γη̨̃
7 καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον καὶ ἰδοὺ μία γυνὴ ἐκάθητο ἐν μέσω̨ του̃ μέτρου
8 καὶ εἰ̃πεν αὕτη ἐστὶν ἡ ἀνομία καὶ ἔρριψεν αὐτὴν ἐν μέσω̨ του̃ μέτρου καὶ ἔρριψεν τὸν λίθον του̃ μολίβου εἰς τὸ στόμα αὐτη̃ς
9 καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ δύο γυναι̃κες ἐκπορευόμεναι καὶ πνευ̃μα ἐν ται̃ς πτέρυξιν αὐτω̃ν καὶ αὑ̃ται εἰ̃χον πτέρυγας ὡς πτέρυγας ἔποπος καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τη̃ς γη̃ς καὶ ἀνὰ μέσον του̃ οὐρανου̃
10 καὶ εἰ̃πα πρὸς τὸν ἄγγελον τὸν λαλου̃ντα ἐν ἐμοί που̃ αὑ̃ται ἀποφέρουσιν τὸ μέτρον
11 καὶ εἰ̃πεν πρός με οἰκοδομη̃σαι αὐτω̨̃ οἰκίαν ἐν γη̨̃ Βαβυλω̃νος καὶ ἑτοιμάσαι καὶ θήσουσιν αὐτὸ ἐκει̃ ἐπὶ τὴν ἑτοιμασίαν αὐτου̃

ΖΑΧΑΡΙΑΣ, κεφαλίς 6

1 καὶ ἐπέστρεψα καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων καὶ τὰ ὄρη ἠ̃ν ὄρη χαλκα̃
2 ἐν τω̨̃ ἅρματι τω̨̃ πρώτω̨ ἵπποι πυρροί καὶ ἐν τω̨̃ ἅρματι τω̨̃ δευτέρω̨ ἵπποι μέλανες
3 καὶ ἐν τω̨̃ ἅρματι τω̨̃ τρίτω̨ ἵπποι λευκοί καὶ ἐν τω̨̃ ἅρματι τω̨̃ τετάρτω̨ ἵπποι ποικίλοι ψαροί
4 καὶ ἀπεκρίθην καὶ εἰ̃πα πρὸς τὸν ἄγγελον τὸν λαλου̃ντα ἐν ἐμοί τί ἐστιν ταυ̃τα κύριε
5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοὶ καὶ εἰ̃πεν ταυ̃τά ἐστιν οἱ τέσσαρες ἄνεμοι του̃ οὐρανου̃ ἐκπορεύονται παραστη̃ναι τω̨̃ κυρίω̨ πάσης τη̃ς γη̃ς
6 ἐν ὡ̨̃ ἠ̃σαν οἱ ἵπποι οἱ μέλανες ἐξεπορεύοντο ἐπὶ γη̃ν βορρα̃ καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτω̃ν καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γη̃ν νότου
7 καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἐπέβλεπον του̃ πορεύεσθαι του̃ περιοδευ̃σαι τὴν γη̃ν καὶ εἰ̃πεν πορεύεσθε καὶ περιοδεύσατε τὴν γη̃ν καὶ περιώδευσαν τὴν γη̃ν
8 καὶ ἀνεβόησεν καὶ ἐλάλησεν πρός με λέγων ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γη̃ν βορρα̃ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γη̨̃ βορρα̃
9 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
10 λαβὲ τὰ ἐκ τη̃ς αἰχμαλωσίας παρὰ τω̃ν ἀρχόντων καὶ παρὰ τω̃ν χρησίμων αὐτη̃ς καὶ παρὰ τω̃ν ἐπεγνωκότων αὐτὴν καὶ εἰσελεύση̨ σὺ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰς τὸν οἰ̃κον Ιωσιου του̃ Σοφονιου του̃ ἥκοντος ἐκ Βαβυλω̃νος
11 καὶ λήψη̨ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν 'Ιησου̃ του̃ Ιωσεδεκ του̃ ἱερέως του̃ μεγάλου
12 καὶ ἐρει̃ς πρὸς αὐτόν τάδε λέγει κύριος παντοκράτωρ ἰδοὺ ἀνήρ 'Ανατολὴ ὄνομα αὐτω̨̃ καὶ ὑποκάτωθεν αὐτου̃ ἀνατελει̃ καὶ οἰκοδομήσει τὸν οἰ̃κον κυρίου
13 καὶ αὐτὸς λήμψεται ἀρετὴν καὶ καθίεται καὶ κατάρξει ἐπὶ του̃ θρόνου αὐτου̃ καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιω̃ν αὐτου̃ καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων
14 ὁ δὲ στέφανος ἔσται τοι̃ς ὑπομένουσιν καὶ τοι̃ς χρησίμοις αὐτη̃ς καὶ τοι̃ς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱου̃ Σοφονιου καὶ εἰς ψαλμὸν ἐν οἴκω̨ κυρίου
15 καὶ οἱ μακρὰν ἀπ' αὐτω̃ν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τω̨̃ οἴκω̨ κυρίου καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμα̃ς καὶ ἔσται ἐὰν εἰσακούοντες εἰσακούσητε τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ὑμω̃ν

ΖΑΧΑΡΙΑΣ, κεφαλίς 7

1 καὶ ἐγένετο ἐν τω̨̃ τετάρτω̨ ἔτει ἐπὶ Δαρείου του̃ βασιλέως ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τετράδι του̃ μηνὸς του̃ ἐνάτου ὅς ἐστιν Χασελευ
2 καὶ ἐξαπέστειλεν εἰς Βαιθηλ Σαρασαρ καὶ Αρβεσεερ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτου̃ του̃ ἐξιλάσασθαι τὸν κύριον
3 λέγων πρὸς τοὺς ἱερει̃ς τοὺς ἐν τω̨̃ οἴκω̨ κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων εἰσελήλυθεν ὡ̃δε ἐν τω̨̃ μηνὶ τω̨̃ πέμπτω̨ τὸ ἁγίασμα καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη
4 καὶ ἐγένετο λόγος κυρίου τω̃ν δυνάμεων πρός με λέγων
5 εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τη̃ς γη̃ς καὶ πρὸς τοὺς ἱερει̃ς λέγων ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ται̃ς πέμπταις ἢ ἐν ται̃ς ἑβδόμαις καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι
6 καὶ ἐὰν φάγητε ἢ πίητε οὐχ ὑμει̃ς ἔσθετε καὶ ὑμει̃ς πίνετε
7 οὐχ οὑ̃τοι οἱ λόγοι εἰσίν οὓς ἐλάλησεν κύριος ἐν χερσὶν τω̃ν προφητω̃ν τω̃ν ἔμπροσθεν ὅτε ἠ̃ν Ιερουσαλημ κατοικουμένη καὶ εὐθηνου̃σα καὶ αἱ πόλεις αὐτη̃ς κυκλόθεν καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατω̨κει̃το
8 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν λέγων
9 τάδε λέγει κύριος παντοκράτωρ κρίμα δίκαιον κρίνατε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιει̃τε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτου̃
10 καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε καὶ κακίαν ἕκαστος του̃ ἀδελφου̃ αὐτου̃ μὴ μνησικακείτω ἐν ται̃ς καρδίαις ὑμω̃ν
11 καὶ ἠπείθησαν του̃ προσέχειν καὶ ἔδωκαν νω̃τον παραφρονου̃ντα καὶ τὰ ὠ̃τα αὐτω̃ν ἐβάρυναν του̃ μὴ εἰσακούειν
12 καὶ τὴν καρδίαν αὐτω̃ν ἔταξαν ἀπειθη̃ του̃ μὴ εἰσακούειν του̃ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτου̃ ἐν χερσὶν τω̃ν προφητω̃ν τω̃ν ἔμπροσθεν καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ κυρίου παντοκράτορος
13 καὶ ἔσται ὃν τρόπον εἰ̃πεν καὶ οὐκ εἰσήκουσαν αὐτου̃ οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω λέγει κύριος παντοκράτωρ
14 καὶ ἐκβαλω̃ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν καὶ ἡ γη̃ ἀφανισθήσεται κατόπισθεν αὐτω̃ν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος καὶ ἔταξαν γη̃ν ἐκλεκτὴν εἰς ἀφανισμόν

ΖΑΧΑΡΙΑΣ, κεφαλίς 8

1 καὶ ἐγένετο λόγος κυρίου παντοκράτορος λέγων
2 τάδε λέγει κύριος παντοκράτωρ ἐζήλωσα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζη̃λον μέγαν καὶ θυμω̨̃ μεγάλω̨ ἐζήλωσα αὐτήν
3 τάδε λέγει κύριος καὶ ἐπιστρέψω ἐπὶ Σιων καὶ κατασκηνώσω ἐν μέσω̨ Ιερουσαλημ καὶ κληθήσεται ἡ Ιερουσαλημ πόλις ἡ ἀληθινὴ καὶ τὸ ὄρος κυρίου παντοκράτορος ὄρος ἅγιον
4 τάδε λέγει κύριος παντοκράτωρ ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ται̃ς πλατείαις Ιερουσαλημ ἕκαστος τὴν ῥάβδον αὐτου̃ ἔχων ἐν τη̨̃ χειρὶ αὐτου̃ ἀπὸ πλήθους ἡμερω̃ν
5 καὶ αἱ πλατει̃αι τη̃ς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ται̃ς πλατείαις αὐτη̃ς
6 τάδε λέγει κύριος παντοκράτωρ διότι εἰ ἀδυνατήσει ἐνώπιον τω̃ν καταλοίπων του̃ λαου̃ τούτου ἐν ται̃ς ἡμέραις ἐκείναις μὴ καὶ ἐνώπιον ἐμου̃ ἀδυνατήσει λέγει κύριος παντοκράτωρ
7 τάδε λέγει κύριος παντοκράτωρ ἰδοὺ ἐγὼ ἀνασώ̨ζω τὸν λαόν μου ἀπὸ γη̃ς ἀνατολω̃ν καὶ ἀπὸ γη̃ς δυσμω̃ν
8 καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσω̨ Ιερουσαλημ καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοι̃ς εἰς θεὸν ἐν ἀληθεία̨ καὶ ἐν δικαιοσύνη̨
9 τάδε λέγει κύριος παντοκράτωρ κατισχυέτωσαν αἱ χει̃ρες ὑμω̃ν τω̃ν ἀκουόντων ἐν ται̃ς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τω̃ν προφητω̃ν ἀφ' ἡ̃ς ἡμέρας τεθεμελίωται ὁ οἰ̃κος κυρίου παντοκράτορος καὶ ὁ ναὸς ἀφ' οὑ̃ ὠ̨κοδόμηται
10 διότι πρὸ τω̃ν ἡμερω̃ν ἐκείνων ὁ μισθὸς τω̃ν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν καὶ ὁ μισθὸς τω̃ν κτηνω̃ν οὐχ ὑπάρξει καὶ τω̨̃ ἐκπορευομένω̨ καὶ τω̨̃ εἰσπορευομένω̨ οὐκ ἔσται εἰρήνη ἀπὸ τη̃ς θλίψεως καὶ ἐξαποστελω̃ πάντας τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτου̃
11 καὶ νυ̃ν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιω̃ τοι̃ς καταλοίποις του̃ λαου̃ τούτου λέγει κύριος παντοκράτωρ
12 ἀλλ' ἢ δείξω εἰρήνην ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτη̃ς καὶ ἡ γη̃ δώσει τὰ γενήματα αὐτη̃ς καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτου̃ καὶ κατακληρονομήσω τοι̃ς καταλοίποις του̃ λαου̃ μου πάντα ταυ̃τα
13 καὶ ἔσται ὃν τρόπον ἠ̃τε ἐν κατάρα̨ ἐν τοι̃ς ἔθνεσιν οἰ̃κος Ιουδα καὶ οἰ̃κος Ισραηλ οὕτως διασώσω ὑμα̃ς καὶ ἔσεσθε ἐν εὐλογία̨ θαρσει̃τε καὶ κατισχύετε ἐν ται̃ς χερσὶν ὑμω̃ν
14 διότι τάδε λέγει κύριος παντοκράτωρ ὃν τρόπον διενοήθην του̃ κακω̃σαι ὑμα̃ς ἐν τω̨̃ παροργίσαι με τοὺς πατέρας ὑμω̃ν λέγει κύριος παντοκράτωρ καὶ οὐ μετενόησα
15 οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ται̃ς ἡμέραις ταύταις του̃ καλω̃ς ποιη̃σαι τὴν Ιερουσαλημ καὶ τὸν οἰ̃κον Ιουδα θαρσει̃τε
16 οὑ̃τοι οἱ λόγοι οὓς ποιήσετε λαλει̃τε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ται̃ς πύλαις ὑμω̃ν
17 καὶ ἕκαστος τὴν κακίαν του̃ πλησίον αὐτου̃ μὴ λογίζεσθε ἐν ται̃ς καρδίαις ὑμω̃ν καὶ ὅρκον ψευδη̃ μὴ ἀγαπα̃τε διότι ταυ̃τα πάντα ἐμίσησα λέγει κύριος παντοκράτωρ
18 καὶ ἐγένετο λόγος κύριου παντοκράτορος πρός με λέγων
19 τάδε λέγει κύριος παντοκράτωρ νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τω̨̃ οἴκω̨ Ιουδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθὰς καὶ εὐφρανθήσεσθε καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε
20 τάδε λέγει κύριος παντοκράτωρ ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικου̃ντες πόλεις πολλάς
21 καὶ συνελεύσονται κατοικου̃ντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες πορευθω̃μεν δεηθη̃ναι του̃ προσώπου κυρίου καὶ ἐκζητη̃σαι τὸ πρόσωπον κυρίου παντοκράτορος πορεύσομαι κἀγώ
22 καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητη̃σαι τὸ πρόσωπον κυρίου παντοκράτορος ἐν Ιερουσαλημ καὶ του̃ ἐξιλάσκεσθαι τὸ πρόσωπον κυρίου
23 τάδε λέγει κύριος παντοκράτωρ ἐν ται̃ς ἡμέραις ἐκείναις ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασω̃ν τω̃ν γλωσσω̃ν τω̃ν ἐθνω̃ν καὶ ἐπιλάβωνται του̃ κρασπέδου ἀνδρὸς Ιουδαίου λέγοντες πορευσόμεθα μετὰ σου̃ διότι ἀκηκόαμεν ὅτι ὁ θεὸς μεθ' ὑμω̃ν ἐστιν

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.