ΖΑΧΑΡΙΑΣ,
κεφαλίς 13
1 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται πα̃ς τόπος διανοιγόμενος ἐν τω̨̃ οἴκω̨ Δαυιδ |
2 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγει κύριος ἐξολεθρεύσω τὰ ὀνόματα τω̃ν εἰδώλων ἀπὸ τη̃ς γη̃ς καὶ οὐκέτι ἔσται αὐτω̃ν μνεία καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνευ̃μα τὸ ἀκάθαρτον ἐξαρω̃ ἀπὸ τη̃ς γη̃ς |
3 καὶ ἔσται ἐὰν προφητεύση̨ ἄνθρωπος ἔτι καὶ ἐρει̃ πρὸς αὐτὸν ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ οἱ γεννήσαντες αὐτόν οὐ ζήση̨ ὅτι ψευδη̃ ἐλάλησας ἐπ' ὀνόματι κυρίου καὶ συμποδιου̃σιν αὐτὸν ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ οἱ γεννήσαντες αὐτὸν ἐν τω̨̃ προφητεύειν αὐτόν |
4 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καταισχυνθήσονται οἱ προφη̃ται ἕκαστος ἐκ τη̃ς ὁράσεως αὐτου̃ ἐν τω̨̃ προφητεύειν αὐτόν καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθ' ὡ̃ν ἐψεύσαντο |
5 καὶ ἐρει̃ οὔκ εἰμι προφήτης ἐγώ διότι ἄνθρωπος ἐργαζόμενος τὴν γη̃ν ἐγώ εἰμι ὅτι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου |
6 καὶ ἐρω̃ πρὸς αὐτόν τί αἱ πληγαὶ αὑ̃ται ἀνὰ μέσον τω̃ν χειρω̃ν σου καὶ ἐρει̃ ἃς ἐπλήγην ἐν τω̨̃ οἴκω̨ τω̨̃ ἀγαπητω̨̃ μου |
7 ῥομφαία ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας μου καὶ ἐπ' ἄνδρα πολίτην μου λέγει κύριος παντοκράτωρ πατάξατε τοὺς ποιμένας καὶ ἐκσπάσατε τὰ πρόβατα καὶ ἐπάξω τὴν χει̃ρά μου ἐπὶ τοὺς ποιμένας |
8 καὶ ἔσται ἐν πάση̨ τη̨̃ γη̨̃ λέγει κύριος τὰ δύο μέρη ἐξολεθρευθήσεται καὶ ἐκλείψει τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτη̨̃ |
9 καὶ διάξω τὸ τρίτον διὰ πυρὸς καὶ πυρώσω αὐτούς ὡς πυρου̃ται τὸ ἀργύριον καὶ δοκιμω̃ αὐτούς ὡς δοκιμάζεται τὸ χρυσίον αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου κἀγὼ ἐπακούσομαι αὐτω̨̃ καὶ ἐρω̃ λαός μου οὑ̃τός ἐστιν καὶ αὐτὸς ἐρει̃ κύριος ὁ θεός μου |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.