Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ, κεφαλίς 6

1 ἀκούσατε οὐ̃ν βασιλει̃ς καὶ σύνετε μάθετε δικασταὶ περάτων γη̃ς
2 ἐνωτίσασθε οἱ κρατου̃ντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνω̃ν
3 ὅτι ἐδόθη παρὰ κυρίου ἡ κράτησις ὑμι̃ν καὶ ἡ δυναστεία παρὰ ὑψίστου ὃς ἐξετάσει ὑμω̃ν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει
4 ὅτι ὑπηρέται ὄντες τη̃ς αὐτου̃ βασιλείας οὐκ ἐκρίνατε ὀρθω̃ς οὐδὲ ἐφυλάξατε νόμον οὐδὲ κατὰ τὴν βουλὴν του̃ θεου̃ ἐπορεύθητε
5 φρικτω̃ς καὶ ταχέως ἐπιστήσεται ὑμι̃ν ὅτι κρίσις ἀπότομος ἐν τοι̃ς ὑπερέχουσιν γίνεται
6 ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους δυνατοὶ δὲ δυνατω̃ς ἐτασθήσονται
7 οὐ γὰρ ὑποστελει̃ται πρόσωπον ὁ πάντων δεσπότης οὐδὲ ἐντραπήσεται μέγεθος ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν ὁμοίως τε προνοει̃ περὶ πάντων
8 τοι̃ς δὲ κραταιοι̃ς ἰσχυρὰ ἐφίσταται ἔρευνα
9 πρὸς ὑμα̃ς οὐ̃ν ὠ̃ τύραννοι οἱ λόγοι μου ἵνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε
10 οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν
11 ἐπιθυμήσατε οὐ̃ν τω̃ν λόγων μου ποθήσατε καὶ παιδευθήσεσθε
12 λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία καὶ εὐχερω̃ς θεωρει̃ται ὑπὸ τω̃ν ἀγαπώντων αὐτὴν καὶ εὑρίσκεται ὑπὸ τω̃ν ζητούντων αὐτήν
13 φθάνει τοὺς ἐπιθυμου̃ντας προγνωσθη̃ναι
14 ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει πάρεδρον γὰρ εὑρήσει τω̃ν πυλω̃ν αὐτου̃
15 τὸ γὰρ ἐνθυμηθη̃ναι περὶ αὐτη̃ς φρονήσεως τελειότης καὶ ὁ ἀγρυπνήσας δι' αὐτὴν ταχέως ἀμέριμνος ἔσται
16 ὅτι τοὺς ἀξίους αὐτη̃ς αὐτὴ περιέρχεται ζητου̃σα καὶ ἐν ται̃ς τρίβοις φαντάζεται αὐτοι̃ς εὐμενω̃ς καὶ ἐν πάση̨ ἐπινοία̨ ὑπαντα̨̃ αὐτοι̃ς
17 ἀρχὴ γὰρ αὐτη̃ς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία φροντὶς δὲ παιδείας ἀγάπη
18 ἀγάπη δὲ τήρησις νόμων αὐτη̃ς προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας
19 ἀφθαρσία δὲ ἐγγὺς εἰ̃ναι ποιει̃ θεου̃
20 ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν
21 εἰ οὐ̃ν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις τύραννοι λαω̃ν τιμήσατε σοφίαν ἵνα εἰς τὸν αἰω̃να βασιλεύσητε
22 τί δέ ἐστιν σοφία καὶ πω̃ς ἐγένετο ἀπαγγελω̃ καὶ οὐκ ἀποκρύψω ὑμι̃ν μυστήρια ἀλλὰ ἀπ' ἀρχη̃ς γενέσεως ἐξιχνιάσω καὶ θήσω εἰς τὸ ἐμφανὲς τὴν γνω̃σιν αὐτη̃ς καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν
23 οὔτε μὴν φθόνω̨ τετηκότι συνοδεύσω ὅτι οὑ̃τος οὐ κοινωνήσει σοφία̨
24 πλη̃θος δὲ σοφω̃ν σωτηρία κόσμου καὶ βασιλεὺς φρόνιμος εὐστάθεια δήμου
25 ὥστε παιδεύεσθε τοι̃ς ῥήμασίν μου καὶ ὠφεληθήσεσθε

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.