Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ, κεφαλίς 19

1 τοι̃ς δὲ ἀσεβέσιν μέχρι τέλους ἀνελεήμων θυμὸς ἐπέστη προή̨δει γὰρ αὐτω̃ν καὶ τὰ μέλλοντα
2 ὅτι αὐτοὶ ἐπιτρέψαντες του̃ ἀπιέναι καὶ μετὰ σπουδη̃ς προπέμψαντες αὐτοὺς διώξουσιν μεταμεληθέντες
3 ἔτι γὰρ ἐν χερσὶν ἔχοντες τὰ πένθη καὶ προσοδυρόμενοι τάφοις νεκρω̃ν ἕτερον ἐπεσπάσαντο λογισμὸν ἀνοίας καὶ οὓς ἱκετεύοντες ἐξέβαλον τούτους ὡς φυγάδας ἐδίωκον
4 εἱ̃λκεν γὰρ αὐτοὺς ἡ ἀξία ἐπὶ του̃το τὸ πέρας ἀνάγκη καὶ τω̃ν συμβεβηκότων ἀμνηστίαν ἐνέβαλεν ἵνα τὴν λείπουσαν ται̃ς βασάνοις προσαναπληρώσωσιν κόλασιν
5 καὶ ὁ μὲν λαός σου παράδοξον ὁδοιπορίαν πειράση̨ ἐκει̃νοι δὲ ξένον εὕρωσι θάνατον
6 ὅλη γὰρ ἡ κτίσις ἐν ἰδίω̨ γένει πάλιν ἄνωθεν διετυπου̃το ὑπηρετου̃σα ται̃ς σαι̃ς ἐπιταγαι̃ς ἵνα οἱ σοὶ παι̃δες φυλαχθω̃σιν ἀβλαβει̃ς
7 ἡ τὴν παρεμβολὴν σκιάζουσα νεφέλη ἐκ δὲ προϋφεστω̃τος ὕδατος ξηρα̃ς ἀνάδυσις γη̃ς ἐθεωρήθη ἐξ ἐρυθρα̃ς θαλάσσης ὁδὸς ἀνεμπόδιστος καὶ χλοηφόρον πεδίον ἐκ κλύδωνος βιαίου
8 δι' οὑ̃ πανεθνεὶ διη̃λθον οἱ τη̨̃ ση̨̃ σκεπαζόμενοι χειρὶ θεωρήσαντες θαυμαστὰ τέρατα
9 ὡς γὰρ ἵπποι ἐνεμήθησαν καὶ ὡς ἀμνοὶ διεσκίρτησαν αἰνου̃ντές σε κύριε τὸν ῥυσάμενον αὐτούς
10 ἐμέμνηντο γὰρ ἔτι τω̃ν ἐν τη̨̃ παροικία̨ αὐτω̃ν πω̃ς ἀντὶ μὲν γενέσεως ζώ̨ων ἐξήγαγεν ἡ γη̃ σκνι̃πα ἀντὶ δὲ ἐνύδρων ἐξηρεύξατο ὁ ποταμὸς πλη̃θος βατράχων
11 ἐφ' ὑστέρω̨ δὲ εἰ̃δον καὶ γένεσιν νέαν ὀρνέων ὅτε ἐπιθυμία̨ προαχθέντες ἠ̨τήσαντο ἐδέσματα τρυφη̃ς
12 εἰς γὰρ παραμυθίαν ἐκ θαλάσσης ἀνέβη αὐτοι̃ς ὀρτυγομήτρα
13 καὶ αἱ τιμωρίαι τοι̃ς ἁμαρτωλοι̃ς ἐπη̃λθον οὐκ ἄνευ τω̃ν προγεγονότων τεκμηρίων τη̨̃ βία̨ τω̃ν κεραυνω̃ν δικαίως γὰρ ἔπασχον ται̃ς ἰδίαις αὐτω̃ν πονηρίαις καὶ γὰρ χαλεπωτέραν μισοξενίαν ἐπετήδευσαν
14 οἱ μὲν γὰρ τοὺς ἀγνοου̃ντας οὐκ ἐδέχοντο παρόντας οὑ̃τοι δὲ εὐεργέτας ξένους ἐδουλου̃ντο
15 καὶ οὐ μόνον ἀλλ' ἤ τις ἐπισκοπὴ ἔσται αὐτω̃ν ἐπεὶ ἀπεχθω̃ς προσεδέχοντο τοὺς ἀλλοτρίους
16 οἱ δὲ μετὰ ἑορτασμάτων εἰσδεξάμενοι τοὺς ἤδη τω̃ν αὐτω̃ν μετεσχηκότας δικαίων δεινοι̃ς ἐκάκωσαν πόνοις
17 ἐπλήγησαν δὲ καὶ ἀορασία̨ ὥσπερ ἐκει̃νοι ἐπὶ ται̃ς του̃ δικαίου θύραις ὅτε ἀχανει̃ περιβληθέντες σκότει ἕκαστος τω̃ν ἑαυτου̃ θυρω̃ν τὴν δίοδον ἐζήτει
18 δι' ἑαυτω̃ν γὰρ τὰ στοιχει̃α μεθαρμοζόμενα ὥσπερ ἐν ψαλτηρίω̨ φθόγγοι του̃ ῥυθμου̃ τὸ ὄνομα διαλλάσσουσιν πάντοτε μένοντα ἤχω̨ ὅπερ ἐστὶν εἰκάσαι ἐκ τη̃ς τω̃ν γεγονότων ὄψεως ἀκριβω̃ς
19 χερσαι̃α γὰρ εἰς ἔνυδρα μετεβάλλετο καὶ νηκτὰ μετέβαινεν ἐπὶ γη̃ς
20 πυ̃ρ ἴσχυεν ἐν ὕδατι τη̃ς ἰδίας δυνάμεως καὶ ὕδωρ τη̃ς σβεστικη̃ς φύσεως ἐπελανθάνετο
21 φλόγες ἀνάπαλιν εὐφθάρτων ζώ̨ων οὐκ ἐμάραναν σάρκας ἐμπεριπατούντων οὐδὲ τηκτὸν κρυσταλλοειδὲς εὔτηκτον γένος ἀμβροσίας τροφη̃ς
22 κατὰ πάντα γάρ κύριε ἐμεγάλυνας τὸν λαόν σου καὶ ἐδόξασας καὶ οὐχ ὑπερει̃δες ἐν παντὶ καιρω̨̃ καὶ τόπω̨ παριστάμενος
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.