ΤΩΒΊΤ,
κεφαλίς 13
1 καὶ Τωβιτ ἔγραψεν προσευχὴν εἰς ἀγαλλίασιν καὶ εἰ̃πεν |
2 εὐλογητὸς ὁ θεὸς ὁ ζω̃ν εἰς τοὺς αἰω̃νας καὶ ἡ βασιλεία αὐτου̃ ὅτι αὐτὸς μαστιγοι̃ καὶ ἐλεα̨̃ κατάγει εἰς ἅ̨δην καὶ ἀνάγει καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὴν χει̃ρα αὐτου̃ |
3 ἐξομολογει̃σθε αὐτω̨̃ οἱ υἱοὶ Ισραηλ ἐνώπιον τω̃ν ἐθνω̃ν ὅτι αὐτὸς διέσπειρεν ἡμα̃ς ἐν αὐτοι̃ς |
4 ἐκει̃ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτου̃ ὑψου̃τε αὐτὸν ἐνώπιον παντὸς ζω̃ντος καθότι αὐτὸς κύριος ἡμω̃ν καὶ θεός αὐτὸς πατὴρ ἡμω̃ν εἰς πάντας τοὺς αἰω̃νας |
5 καὶ μαστιγώσει ἡμα̃ς ἐν ται̃ς ἀδικίαις ἡμω̃ν καὶ πάλιν ἐλεήσει καὶ συνάξει ἡμα̃ς ἐκ πάντων τω̃ν ἐθνω̃ν οὑ̃ ἐὰν σκορπισθη̃τε ἐν αὐτοι̃ς |
6 ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλη̨ καρδία̨ ὑμω̃ν καὶ ἐν ὅλη̨ τη̨̃ ψυχη̨̃ ποιη̃σαι ἐνώπιον αὐτου̃ ἀλήθειαν τότε ἐπιστρέψει πρὸς ὑμα̃ς καὶ οὐ μὴ κρύψη̨ τὸ πρόσωπον αὐτου̃ ἀφ' ὑμω̃ν |
7 καὶ θεάσασθε ἃ ποιήσει μεθ' ὑμω̃ν καὶ ἐξομολογήσασθε αὐτω̨̃ ἐν ὅλω̨ τω̨̃ στόματι ὑμω̃ν καὶ εὐλογήσατε τὸν κύριον τη̃ς δικαιοσύνης καὶ ὑψώσατε τὸν βασιλέα τω̃ν αἰώνων |
8 ἐγὼ ἐν τη̨̃ γη̨̃ τη̃ς αἰχμαλωσίας μου ἐξομολογου̃μαι αὐτω̨̃ καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτου̃ ἔθνει ἁμαρτωλω̃ν ἐπιστρέψατε ἁμαρτωλοί καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον αὐτου̃ τίς γινώσκει εἰ θελήσει ὑμα̃ς καὶ ποιήσει ἐλεημοσύνην ὑμι̃ν |
9 τὸν θεόν μου ὑψω̃ καὶ ἡ ψυχή μου τὸν βασιλέα του̃ οὐρανου̃ καὶ ἀγαλλιάσεται τὴν μεγαλωσύνην αὐτου̃ |
10 λεγέτωσαν πάντες καὶ ἐξομολογείσθωσαν αὐτω̨̃ ἐν Ιεροσολύμοις Ιεροσόλυμα πόλις ἁγία μαστιγώσει ἐπὶ τὰ ἔργα τω̃ν υἱω̃ν σου καὶ πάλιν ἐλεήσει τοὺς υἱοὺς τω̃ν δικαίων |
11 ἐξομολογου̃ τω̨̃ κυρίω̨ ἀγαθω̃ς καὶ εὐλόγει τὸν βασιλέα τω̃ν αἰώνων ἵνα πάλιν ἡ σκηνὴ αὐτου̃ οἰκοδομηθη̨̃ σοι μετὰ χαρα̃ς |
12 καὶ εὐφράναι ἐν σοὶ τοὺς αἰχμαλώτους καὶ ἀγαπήσαι ἐν σοὶ τοὺς ταλαιπώρους εἰς πάσας τὰς γενεὰς του̃ αἰω̃νος |
13 ἔθνη πολλὰ μακρόθεν ἥξει πρὸς τὸ ὄνομα κυρίου του̃ θεου̃ δω̃ρα ἐν χερσὶν ἔχοντες καὶ δω̃ρα τω̨̃ βασιλει̃ του̃ οὐρανου̃ γενεαὶ γενεω̃ν δώσουσίν σοι ἀγαλλίαμα |
14 ἐπικατάρατοι πάντες οἱ μισου̃ντές σε εὐλογημένοι ἔσονται πάντες οἱ ἀγαπω̃ντές σε εἰς τὸν αἰω̃να |
15 χάρηθι καὶ ἀγαλλίασαι ἐπὶ τοι̃ς υἱοι̃ς τω̃ν δικαίων ὅτι συναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τω̃ν δικαίων ὠ̃ μακάριοι οἱ ἀγαπω̃ντές σε χαρήσονται ἐπὶ τη̨̃ εἰρήνη̨ σου |
16 μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ πάσαις ται̃ς μάστιξίν σου ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πα̃σαν τὴν δόξαν σου καὶ εὐφρανθήσονται εἰς τὸν αἰω̃να ἡ ψυχή μου εὐλογείτω τὸν θεὸν τὸν βασιλέα τὸν μέγαν |
17 ὅτι οἰκοδομηθήσεται Ιερουσαλημ σαπφείρω̨ καὶ σμαράγδω̨ καὶ λίθω̨ ἐντίμω̨ τὰ τείχη σου καὶ οἱ πύργοι καὶ οἱ προμαχω̃νες ἐν χρυσίω̨ καθαρω̨̃ καὶ αἱ πλατει̃αι Ιερουσαλημ βηρύλλω̨ καὶ ἄνθρακι καὶ λίθω̨ ἐκ Σουφιρ ψηφολογηθήσονται |
18 καὶ ἐρου̃σιν πα̃σαι αἱ ῥυ̃μαι αὐτη̃ς αλληλουια καὶ αἰνέσουσιν λέγοντες εὐλογητὸς ὁ θεός ὃς ὕψωσεν πάντας τοὺς αἰω̃νας |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.