Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΤΩΒΊΤ, κεφαλίς 14

καὶ ἐπαύσατο ἐξομολογούμενος Τωβιτ
καὶ ἠ̃ν ἐτω̃ν πεντήκοντα ὀκτώ ὅτε ἀπώλεσεν τὰς ὄψεις καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψεν καὶ ἐποίει ἐλεημοσύνας καὶ προσέθετο φοβει̃σθαι κύριον τὸν θεὸν καὶ ἐξομολογει̃σθαι αὐτω̨̃
μεγάλως δὲ ἐγήρασεν καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτου̃ καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ τέκνον λαβὲ τοὺς υἱούς σου ἰδοὺ γεγήρακα καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ του̃ ζη̃ν εἰμι
ἄπελθε εἰς τὴν Μηδίαν τέκνον ὅτι πέπεισμαι ὅσα ἐλάλησεν Ιωνας ὁ προφήτης περὶ Νινευη ὅτι καταστραφήσεται ἐν δὲ τη̨̃ Μηδία̨ ἔσται εἰρήνη μα̃λλον ἕως καιρου̃ καὶ ὅτι οἱ ἀδελφοὶ ἡμω̃ν ἐν τη̨̃ γη̨̃ σκορπισθήσονται ἀπὸ τη̃ς ἀγαθη̃ς γη̃ς καὶ Ιεροσόλυμα ἔσται ἔρημος καὶ ὁ οἰ̃κος του̃ θεου̃ ἐν αὐτη̨̃ κατακαήσεται καὶ ἔρημος ἔσται μέχρι χρόνου
καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γη̃ν καὶ οἰκοδομήσουσιν τὸν οἰ̃κον οὐχ οἱ̃ος ὁ πρότερος ἕως πληρωθω̃σιν καιροὶ του̃ αἰω̃νος καὶ μετὰ ταυ̃τα ἐπιστρέψουσιν ἐκ τω̃ν αἰχμαλωσιω̃ν καὶ οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως καὶ ὁ οἰ̃κος του̃ θεου̃ ἐν αὐτη̨̃ οἰκοδομηθήσεται εἰς πάσας τὰς γενεὰς του̃ αἰω̃νος οἰκοδομη̨̃ ἐνδόξω̨ καθὼς ἐλάλησαν περὶ αὐτη̃ς οἱ προφη̃ται
καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινω̃ς φοβει̃σθαι κύριον τὸν θεὸν καὶ κατορύξουσιν τὰ εἴδωλα αὐτω̃ν καὶ εὐλογήσουσιν πάντα τὰ ἔθνη τὸν κύριον
καὶ ὁ λαὸς αὐτου̃ ἐξομολογήσεται τω̨̃ θεω̨̃ καὶ ὑψώσει κύριος τὸν λαὸν αὐτου̃ καὶ χαρήσονται πάντες οἱ ἀγαπω̃ντες κύριον τὸν θεὸν ἐν ἀληθεία̨ καὶ δικαιοσύνη̨ ποιου̃ντες ἔλεος τοι̃ς ἀδελφοι̃ς ἡμω̃ν
καὶ νυ̃ν τέκνον ἄπελθε ἀπὸ Νινευη ὅτι πάντως ἔσται ἃ ἐλάλησεν ὁ προφήτης Ιωνας
σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα καὶ γίνου φιλελεήμων καὶ δίκαιος ἵνα σοι καλω̃ς ἠ̨̃ καὶ θάψον με καλω̃ς καὶ τὴν μητέρα σου μετ' ἐμου̃ καὶ μηκέτι αὐλισθη̃τε εἰς Νινευη
10 τέκνον ἰδὲ τί ἐποίησεν Αμαν Αχιαχάρω̨ τω̨̃ θρέψαντι αὐτόν ὡς ἐκ του̃ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος καὶ ὅσα ἀνταπέδωκεν αὐτω̨̃ καὶ Αχιαχαρος μὲν ἐσώθη ἐκείνω̨ δὲ τὸ ἀνταπόδομα ἀπεδόθη καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος Μανασσης ἐποίησεν ἐλεημοσύνην καὶ ἐσώθη ἐκ παγίδος θανάτου ἡ̃ς ἔπηξεν αὐτω̨̃ Αμαν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο
11 καὶ νυ̃ν παιδία ἴδετε τί ἐλεημοσύνη ποιει̃ καὶ τί δικαιοσύνη ῥύεται καὶ ταυ̃τα αὐτου̃ λέγοντος ἐξέλιπεν αὐτου̃ ἡ ψυχὴ ἐπὶ τη̃ς κλίνης ἠ̃ν δὲ ἐτω̃ν ἑκατὸν πεντήκοντα ὀκτώ καὶ ἔθαψεν αὐτὸν ἐνδόξως
12 καὶ ὅτε ἀπέθανεν Αννα ἔθαψεν αὐτὴν μετὰ του̃ πατρὸς αὐτου̃ ἀπη̃λθεν δὲ Τωβιας μετὰ τη̃ς γυναικὸς αὐτου̃ καὶ τω̃ν υἱω̃ν αὐτου̃ εἰς 'Εκβάτανα πρὸς Ραγουηλ τὸν πενθερὸν αὐτου̃
13 καὶ ἐγήρασεν ἐντίμως καὶ ἔθαψεν τοὺς πενθεροὺς αὐτου̃ ἐνδόξως καὶ ἐκληρονόμησεν τὴν οὐσίαν αὐτω̃ν καὶ Τωβιτ του̃ πατρὸς αὐτου̃
14 καὶ ἀπέθανεν ἐτω̃ν ἑκατὸν εἴκοσι ἑπτὰ ἐν 'Εκβατάνοις τη̃ς Μηδίας
15 καὶ ἤκουσεν πρὶν ἢ ἀποθανει̃ν αὐτὸν τὴν ἀπώλειαν Νινευη ἣν ἠ̨χμαλώτισεν Ναβουχοδονοσορ καὶ Ασυηρος ἐχάρη πρὸ του̃ ἀποθανει̃ν ἐπὶ Νινευη
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.