Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΣΟΦΟΝΙΑΣ, κεφαλίς 1

λόγος κυρίου ὃς ἐγενήθη πρὸς Σοφονιαν τὸν του̃ Χουσι υἱὸν Γοδολιου του̃ Αμαριου του̃ Εζεκιου ἐν ἡμέραις Ιωσιου υἱου̃ Αμων βασιλέως Ιουδα
ἐκλείψει ἐκλιπέτω πάντα ἀπὸ προσώπου τη̃ς γη̃ς λέγει κύριος
ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη ἐκλιπέτω τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ οἱ ἰχθύες τη̃ς θαλάσσης καὶ ἐξαρω̃ τοὺς ἀνθρώπους ἀπὸ προσώπου τη̃ς γη̃ς λέγει κύριος
καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντας τοὺς κατοικου̃ντας Ιερουσαλημ καὶ ἐξαρω̃ ἐκ του̃ τόπου τούτου τὰ ὀνόματα τη̃ς Βααλ καὶ τὰ ὀνόματα τω̃ν ἱερέων
καὶ τοὺς προσκυνου̃ντας ἐπὶ τὰ δώματα τη̨̃ στρατια̨̃ του̃ οὐρανου̃ καὶ τοὺς ὀμνύοντας κατὰ του̃ κυρίου καὶ τοὺς ὀμνύοντας κατὰ του̃ βασιλέως αὐτω̃ν
καὶ τοὺς ἐκκλίνοντας ἀπὸ του̃ κυρίου καὶ τοὺς μὴ ζητήσαντας τὸν κύριον καὶ τοὺς μὴ ἀντεχομένους του̃ κυρίου
εὐλαβει̃σθε ἀπὸ προσώπου κυρίου του̃ θεου̃ διότι ἐγγὺς ἡ ἡμέρα του̃ κυρίου ὅτι ἡτοίμακεν κύριος τὴν θυσίαν αὐτου̃ ἡγίακεν τοὺς κλητοὺς αὐτου̃
καὶ ἔσται ἐν ἡμέρα̨ θυσίας κυρίου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ τὸν οἰ̃κον του̃ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια
καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανω̃ς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ τοὺς πληρου̃ντας τὸν οἰ̃κον κυρίου του̃ θεου̃ αὐτω̃ν ἀσεβείας καὶ δόλου
10 καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος φωνὴ κραυγη̃ς ἀπὸ πύλης ἀποκεντούντων καὶ ὀλολυγμὸς ἀπὸ τη̃ς δευτέρας καὶ συντριμμὸς μέγας ἀπὸ τω̃ν βουνω̃ν
11 θρηνήσατε οἱ κατοικου̃ντες τὴν κατακεκομμένην ὅτι ὡμοιώθη πα̃ς ὁ λαὸς Χανααν ἐξωλεθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίω̨
12 καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἐξερευνήσω τὴν Ιερουσαλημ μετὰ λύχνου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονου̃ντας ἐπὶ τὰ φυλάγματα αὐτω̃ν οἱ λέγοντες ἐν ται̃ς καρδίαις αὐτω̃ν οὐ μὴ ἀγαθοποιήση̨ κύριος οὐδ' οὐ μὴ κακώση̨
13 καὶ ἔσται ἡ δύναμις αὐτω̃ν εἰς διαρπαγὴν καὶ οἱ οἰ̃κοι αὐτω̃ν εἰς ἀφανισμόν καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐται̃ς καὶ καταφυτεύσουσιν ἀμπελω̃νας καὶ οὐ μὴ πίωσιν τὸν οἰ̃νον αὐτω̃ν
14 ὅτι ἐγγὺς ἡ ἡμέρα κυρίου ἡ μεγάλη ἐγγὺς καὶ ταχει̃α σφόδρα φωνὴ ἡμέρας κυρίου πικρὰ καὶ σκληρά τέτακται δυνατή
15 ἡμέρα ὀργη̃ς ἡ ἡμέρα ἐκείνη ἡμέρα θλίψεως καὶ ἀνάγκης ἡμέρα ἀωρίας καὶ ἀφανισμου̃ ἡμέρα σκότους καὶ γνόφου ἡμέρα νεφέλης καὶ ὁμίχλης
16 ἡμέρα σάλπιγγος καὶ κραυγη̃ς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς
17 καὶ ἐκθλίψω τοὺς ἀνθρώπους καὶ πορεύσονται ὡς τυφλοί ὅτι τω̨̃ κυρίω̨ ἐξήμαρτον καὶ ἐκχεει̃ τὸ αἱ̃μα αὐτω̃ν ὡς χου̃ν καὶ τὰς σάρκας αὐτω̃ν ὡς βόλβιτα
18 καὶ τὸ ἀργύριον αὐτω̃ν καὶ τὸ χρυσίον αὐτω̃ν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρα̨ ὀργη̃ς κυρίου καὶ ἐν πυρὶ ζήλους αὐτου̃ καταναλωθήσεται πα̃σα ἡ γη̃ διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικου̃ντας τὴν γη̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.