Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 48

1 καὶ ἀνέστη Ηλιας προφήτης ὡς πυ̃ρ καὶ ὁ λόγος αὐτου̃ ὡς λαμπὰς ἐκαίετο
2 ὃς ἐπήγαγεν ἐπ' αὐτοὺς λιμὸν καὶ τω̨̃ ζήλω̨ αὐτου̃ ὠλιγοποίησεν αὐτούς
3 ἐν λόγω̨ κυρίου ἀνέσχεν οὐρανόν κατήγαγεν οὕτως τρὶς πυ̃ρ
4 ὡς ἐδοξάσθης Ηλια ἐν θαυμασίοις σου καὶ τίς ὅμοιός σοι καυχα̃σθαι
5 ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ἅ̨δου ἐν λόγω̨ ὑψίστου
6 ὁ καταγαγὼν βασιλει̃ς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτω̃ν
7 ἀκούων ἐν Σινα ἐλεγμὸν καὶ ἐν Χωρηβ κρίματα ἐκδικήσεως
8 ὁ χρίων βασιλει̃ς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ' αὐτόν
9 ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων
10 ὁ καταγραφεὶς ἐν ἐλεγμοι̃ς εἰς καιροὺς κοπάσαι ὀργὴν πρὸ θυμου̃ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστη̃σαι φυλὰς Ιακωβ
11 μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν ἀγαπήσει κεκοιμημένοι καὶ γὰρ ἡμει̃ς ζωη̨̃ ζησόμεθα
12 Ηλιας ὃς ἐν λαίλαπι ἐσκεπάσθη καὶ Ελισαιε ἐνεπλήσθη πνεύματος αὐτου̃ καὶ ἐν ἡμέραις αὐτου̃ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς
13 πα̃ς λόγος οὐχ ὑπερη̃ρεν αὐτόν καὶ ἐν κοιμήσει ἐπροφήτευσεν τὸ σω̃μα αὐτου̃
14 καὶ ἐν ζωη̨̃ αὐτου̃ ἐποίησεν τέρατα καὶ ἐν τελευτη̨̃ θαυμάσια τὰ ἔργα αὐτου̃
15 ἐν πα̃σιν τούτοις οὐ μετενόησεν ὁ λαὸς καὶ οὐκ ἀπέστησαν ἀπὸ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν ἕως ἐπρονομεύθησαν ἀπὸ γη̃ς αὐτω̃ν καὶ διεσκορπίσθησαν ἐν πάση̨ τη̨̃ γη̨̃
16 καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός καὶ ἄρχων ἐν τω̨̃ οἴκω̨ Δαυιδ τινὲς μὲν αὐτω̃ν ἐποίησαν τὸ ἀρεστόν τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας
17 Εζεκιας ὠχύρωσεν τὴν πόλιν αὐτου̃ καὶ εἰσήγαγεν εἰς μέσον αὐτη̃ς ὕδωρ ὤρυξεν σιδήρω̨ ἀκρότομον καὶ ὠ̨κοδόμησεν κρήνας εἰς ὕδατα
18 ἐν ἡμέραις αὐτου̃ ἀνέβη Σενναχηριμ καὶ ἀπέστειλεν Ραψακην καὶ ἀπη̃ρεν καὶ ἐπη̃ρεν χει̃ρα αὐτου̃ ἐπὶ Σιων καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηφανία̨ αὐτου̃
19 τότε ἐσαλεύθησαν καρδίαι καὶ χει̃ρες αὐτω̃ν καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι
20 καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα ἐκπετάσαντες τὰς χει̃ρας αὐτω̃ν πρὸς αὐτόν καὶ ὁ ἅγιος ἐξ οὐρανου̃ ταχὺ ἐπήκουσεν αὐτω̃ν καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ησαιου
21 ἐπάταξεν τὴν παρεμβολὴν τω̃ν 'Ασσυρίων καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτου̃
22 ἐποίησεν γὰρ Εζεκιας τὸ ἀρεστὸν κυρίω̨ καὶ ἐνίσχυσεν ἐν ὁδοι̃ς Δαυιδ του̃ πατρὸς αὐτου̃ ἃς ἐνετείλατο Ησαιας ὁ προφήτης ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτου̃
23 ἐν ται̃ς ἡμέραις αὐτου̃ ἀνεπόδισεν ὁ ἥλιος καὶ προσέθηκεν ζωὴν βασιλει̃
24 πνεύματι μεγάλω̨ εἰ̃δεν τὰ ἔσχατα καὶ παρεκάλεσεν τοὺς πενθου̃ντας ἐν Σιων
25 ἕως του̃ αἰω̃νος ὑπέδειξεν τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.