Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 46

1 κραταιὸς ἐν πολέμω̨ 'Ιησου̃ς Ναυη καὶ διάδοχος Μωυση̃ ἐν προφητείαις ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτου̃ μέγας ἐπὶ σωτηρία̨ ἐκλεκτω̃ν αὐτου̃ ἐκδικη̃σαι ἐπεγειρομένους ἐχθρούς ὅπως κατακληρονομήση̨ τὸν Ισραηλ
2 ὡς ἐδοξάσθη ἐν τω̨̃ ἐπα̃ραι χει̃ρας αὐτου̃ καὶ ἐν τω̨̃ ἐκτει̃ναι ῥομφαίαν ἐπὶ πόλεις
3 τίς πρότερος αὐτου̃ οὕτως ἔστη τοὺς γὰρ πολέμους κυρίου αὐτὸς ἐπήγαγεν
4 οὐχὶ ἐν χειρὶ αὐτου̃ ἐνεποδίσθη ὁ ἥλιος καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο
5 ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην ἐν τω̨̃ θλι̃ψαι αὐτὸν ἐχθροὺς κυκλόθεν καὶ ἐπήκουσεν αὐτου̃ μέγας κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταια̃ς
6 κατέρραξεν ἐπ' ἔθνος πόλεμον καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας ἵνα γνω̃σιν ἔθνη πανοπλίαν αὐτου̃ ὅτι ἐναντίον κυρίου ὁ πόλεμος αὐτου̃
7 καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος αὐτὸς καὶ Χαλεβ υἱὸς Ιεφοννη ἀντιστη̃ναι ἔναντι ἐκκλησίας κωλυ̃σαι λαὸν ἀπὸ ἁμαρτίας καὶ κοπάσαι γογγυσμὸν πονηρίας
8 καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζω̃ν εἰσαγαγει̃ν αὐτοὺς εἰς κληρονομίαν εἰς γη̃ν ῥέουσαν γάλα καὶ μέλι
9 καὶ ἔδωκεν ὁ κύριος τω̨̃ Χαλεβ ἰσχύν καὶ ἕως γήρους διέμεινεν αὐτω̨̃ ἐπιβη̃ναι αὐτὸν ἐπὶ τὸ ὕψος τη̃ς γη̃ς καὶ τὸ σπέρμα αὐτου̃ κατέσχεν κληρονομίαν
10 ὅπως ἴδωσιν πάντες οἱ υἱοὶ Ισραηλ ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω κυρίου
11 καὶ οἱ κριταί ἕκαστος τω̨̃ αὐτου̃ ὀνόματι ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ κυρίου εἴη τὸ μνημόσυνον αὐτω̃ν ἐν εὐλογίαις
12 τὰ ὀστα̃ αὐτω̃ν ἀναθάλοι ἐκ του̃ τόπου αὐτω̃ν καὶ τὸ ὄνομα αὐτω̃ν ἀντικαταλλασσόμενον ἐφ' υἱοι̃ς δεδοξασμένων αὐτω̃ν
13 ἠγαπημένος ὑπὸ κυρίου αὐτου̃ Σαμουηλ προφήτης κυρίου κατέστησεν βασιλείαν καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτου̃
14 ἐν νόμω̨ κυρίου ἔκρινεν συναγωγήν καὶ ἐπεσκέψατο κύριος τὸν Ιακωβ
15 ἐν πίστει αὐτου̃ ἠκριβάσθη προφήτης καὶ ἐγνώσθη ἐν ῥήμασιν αὐτου̃ πιστὸς ὁράσεως
16 καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην ἐν τω̨̃ θλι̃ψαι ἐχθροὺς αὐτου̃ κυκλόθεν ἐν προσφορα̨̃ ἀρνὸς γαλαθηνου̃
17 καὶ ἐβρόντησεν ἀπ' οὐρανου̃ ὁ κύριος καὶ ἐν ἤχω̨ μεγάλω̨ ἀκουστὴν ἐποίησεν τὴν φωνὴν αὐτου̃
18 καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων καὶ πάντας ἄρχοντας Φυλιστιιμ
19 καὶ πρὸ καιρου̃ κοιμήσεως αἰω̃νος ἐπεμαρτύρατο ἔναντι κυρίου καὶ χριστου̃ αὐτου̃ χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα καὶ οὐκ ἐνεκάλεσεν αὐτω̨̃ ἄνθρωπος
20 καὶ μετὰ τὸ ὑπνω̃σαι αὐτὸν προεφήτευσεν καὶ ὑπέδειξεν βασιλει̃ τὴν τελευτὴν αὐτου̃ καὶ ἀνύψωσεν ἐκ γη̃ς τὴν φωνὴν αὐτου̃ ἐν προφητεία̨ ἐξαλει̃ψαι ἀνομίαν λαου̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.