1 πλὴν του̃ ἐπιδιδόντος τὴν ψυχὴν αὐτου̃ καὶ διανοουμένου ἐν νόμω̨ ὑψίστου σοφίαν πάντων ἀρχαίων ἐκζητήσει καὶ ἐν προφητείαις ἀσχοληθήσεται |
2 διήγησιν ἀνδρω̃ν ὀνομαστω̃ν συντηρήσει καὶ ἐν στροφαι̃ς παραβολω̃ν συνεισελεύσεται |
3 ἀπόκρυφα παροιμιω̃ν ἐκζητήσει καὶ ἐν αἰνίγμασι παραβολω̃ν ἀναστραφήσεται |
4 ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει καὶ ἔναντι ἡγουμένων ὀφθήσεται ἐν γη̨̃ ἀλλοτρίων ἐθνω̃ν διελεύσεται ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασεν |
5 τὴν καρδίαν αὐτου̃ ἐπιδώσει ὀρθρίσαι πρὸς κύριον τὸν ποιήσαντα αὐτὸν καὶ ἔναντι ὑψίστου δεηθήσεται καὶ ἀνοίξει στόμα αὐτου̃ ἐν προσευχη̨̃ καὶ περὶ τω̃ν ἁμαρτιω̃ν αὐτου̃ δεηθήσεται |
6 ἐὰν κύριος ὁ μέγας θελήση̨ πνεύματι συνέσεως ἐμπλησθήσεται αὐτὸς ἀνομβρήσει ῥήματα σοφίας αὐτου̃ καὶ ἐν προσευχη̨̃ ἐξομολογήσεται κυρίω̨ |
7 αὐτὸς κατευθυνει̃ βουλὴν αὐτου̃ καὶ ἐπιστήμην καὶ ἐν τοι̃ς ἀποκρύφοις αὐτου̃ διανοηθήσεται |
8 αὐτὸς ἐκφανει̃ παιδείαν διδασκαλίας αὐτου̃ καὶ ἐν νόμω̨ διαθήκης κυρίου καυχήσεται |
9 αἰνέσουσιν τὴν σύνεσιν αὐτου̃ πολλοί καὶ ἕως του̃ αἰω̃νος οὐκ ἐξαλειφθήσεται οὐκ ἀποστήσεται τὸ μνημόσυνον αὐτου̃ καὶ τὸ ὄνομα αὐτου̃ ζήσεται εἰς γενεὰς γενεω̃ν |
10 τὴν σοφίαν αὐτου̃ διηγήσονται ἔθνη καὶ τὸν ἔπαινον αὐτου̃ ἐξαγγελει̃ ἐκκλησία |
11 ἐὰν ἐμμείνη̨ ὄνομα καταλείψει ἢ χίλιοι καὶ ἐὰν ἀναπαύσηται ἐκποιει̃ αὐτω̨̃ |
12 ἔτι διανοηθεὶς ἐκδιηγήσομαι καὶ ὡς διχομηνία ἐπληρώθην |
13 εἰσακούσατέ μου υἱοὶ ὅσιοι καὶ βλαστήσατε ὡς ῥόδον φυόμενον ἐπὶ ῥεύματος ὑγρου̃ |
14 καὶ ὡς λίβανος εὐωδιάσατε ὀσμὴν καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον διάδοτε ὀσμὴν καὶ αἰνέσατε ἀ̨̃σμα εὐλογήσατε κύριον ἐπὶ πα̃σιν τοι̃ς ἔργοις |
15 δότε τω̨̃ ὀνόματι αὐτου̃ μεγαλωσύνην καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτου̃ ἐν ὠ̨δαι̃ς χειλέων καὶ ἐν κινύραις καὶ οὕτως ἐρει̃τε ἐν ἐξομολογήσει |
16 τὰ ἔργα κυρίου πάντα ὅτι καλὰ σφόδρα καὶ πα̃ν πρόσταγμα ἐν καιρω̨̃ αὐτου̃ ἔσται οὐκ ἔστιν εἰπει̃ν τί του̃το εἰς τί του̃το πάντα γὰρ ἐν καιρω̨̃ αὐτου̃ ζητηθήσεται |
17 ἐν λόγω̨ αὐτου̃ ἔστη ὡς θιμωνιὰ ὕδωρ καὶ ἐν ῥήματι στόματος αὐτου̃ ἀποδοχει̃α ὑδάτων |
18 ἐν προστάγματι αὐτου̃ πα̃σα ἡ εὐδοκία καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτου̃ |
19 ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτου̃ καὶ οὐκ ἔστιν κρυβη̃ναι ἀπὸ τω̃ν ὀφθαλμω̃ν αὐτου̃ |
20 ἀπὸ του̃ αἰω̃νος εἰς τὸν αἰω̃να ἐπέβλεψεν καὶ οὐθέν ἐστιν θαυμάσιον ἐναντίον αὐτου̃ |
21 οὐκ ἔστιν εἰπει̃ν τί του̃το εἰς τί του̃το πάντα γὰρ εἰς χρείας αὐτω̃ν ἔκτισται |
22 ἡ εὐλογία αὐτου̃ ὡς ποταμὸς ἐπεκάλυψεν καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν |
23 οὕτως ὀργὴν αὐτου̃ ἔθνη κληρονομήσει ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην |
24 αἱ ὁδοὶ αὐτου̃ τοι̃ς ὁσίοις εὐθει̃αι οὕτως τοι̃ς ἀνόμοις προσκόμματα |
25 ἀγαθὰ τοι̃ς ἀγαθοι̃ς ἔκτισται ἀπ' ἀρχη̃ς οὕτως τοι̃ς ἁμαρτωλοι̃ς κακά |
26 ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου ὕδωρ καὶ πυ̃ρ καὶ σίδηρος καὶ ἅλας καὶ σεμίδαλις πυρου̃ καὶ γάλα καὶ μέλι αἱ̃μα σταφυλη̃ς καὶ ἔλαιον καὶ ἱμάτιον |
27 ταυ̃τα πάντα τοι̃ς εὐσεβέσιν εἰς ἀγαθά οὕτως τοι̃ς ἁμαρτωλοι̃ς τραπήσεται εἰς κακά |
28 ἔστιν πνεύματα ἃ εἰς ἐκδίκησιν ἔκτισται καὶ ἐν θυμω̨̃ αὐτου̃ ἐστερέωσεν μάστιγας αὐτω̃ν ἐν καιρω̨̃ συντελείας ἰσχὺν ἐκχεου̃σιν καὶ τὸν θυμὸν του̃ ποιήσαντος αὐτοὺς κοπάσουσιν |
29 πυ̃ρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος πάντα ταυ̃τα εἰς ἐκδίκησιν ἔκτισται |
30 θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ῥομφαία ἐκδικου̃σα εἰς ὄλεθρον ἀσεβει̃ς |
31 ἐν τη̨̃ ἐντολη̨̃ αὐτου̃ εὐφρανθήσονται καὶ ἐπὶ τη̃ς γη̃ς εἰς χρείας ἑτοιμασθήσονται καὶ ἐν καιροι̃ς αὐτω̃ν οὐ παραβήσονται λόγον |
32 διὰ του̃το ἐξ ἀρχη̃ς ἐστηρίχθην καὶ διενοήθην καὶ ἐν γραφη̨̃ ἀφη̃κα |
33 τὰ ἔργα κυρίου πάντα ἀγαθὰ καὶ πα̃σαν χρείαν ἐν ὥρα̨ αὐτη̃ς χορηγήσει |
34 καὶ οὐκ ἔστιν εἰπει̃ν του̃το τούτου πονηρότερον πάντα γὰρ ἐν καιρω̨̃ εὐδοκιμηθήσεται |
35 καὶ νυ̃ν ἐν πάση̨ καρδία̨ καὶ στόματι ὑμνήσατε καὶ εὐλογήσατε τὸ ὄνομα κυρίου |