1 ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπω̨ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ ἀφ' ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτω̃ν ἕως ἡμέρας ἐπιστροφη̃ς εἰς μητέρα πάντων |
2 τοὺς διαλογισμοὺς αὐτω̃ν καὶ φόβον καρδίας ἐπίνοια προσδοκίας ἡμέρα τελευτη̃ς |
3 ἀπὸ καθημένου ἐπὶ θρόνου ἐνδόξου καὶ ἕως τεταπεινωμένου ἐν γη̨̃ καὶ σποδω̨̃ |
4 ἀπὸ φορου̃ντος ὑακίνθινον καὶ στέφανον καὶ ἕως περιβαλλομένου ὠμόλινον θυμὸς καὶ ζη̃λος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις |
5 καὶ ἐν καιρω̨̃ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοι̃ γνω̃σιν αὐτου̃ |
6 ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει καὶ ἀπ' ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρα̨ σκοπια̃ς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτου̃ ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου |
7 ἐν καιρω̨̃ χρείας αὐτου̃ ἐξηγέρθη καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον |
8 μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐπὶ ἁμαρτωλω̃ν ἑπταπλάσια πρὸς ταυ̃τα |
9 θάνατος καὶ αἱ̃μα καὶ ἔρις καὶ ῥομφαία ἐπαγωγαί λιμὸς καὶ σύντριμμα καὶ μάστιξ |
10 ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταυ̃τα πάντα καὶ δι' αὐτοὺς ἐγένετο ὁ κατακλυσμός |
11 πάντα ὅσα ἀπὸ γη̃ς εἰς γη̃ν ἀναστρέφει καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει |
12 πα̃ν δω̃ρον καὶ ἀδικία ἐξαλειφθήσεται καὶ πίστις εἰς τὸν αἰω̃να στήσεται |
13 χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετω̨̃ ἐξηχήσει |
14 ἐν τω̨̃ ἀνοι̃ξαι αὐτὸν χει̃ρας εὐφρανθήσεται οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν |
15 ἔκγονα ἀσεβω̃ν οὐ πληθυνει̃ κλάδους καὶ ῥίζαι ἀκάθαρτοι ἐπ' ἀκροτόμου πέτρας |
16 ἄχι ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμου̃ πρὸ παντὸς χόρτου ἐκτιλήσεται |
17 χάρις ὡς παράδεισος ἐν εὐλογίαις καὶ ἐλεημοσύνη εἰς τὸν αἰω̃να διαμενει̃ |
18 ζωὴ αὐτάρκους καὶ ἐργάτου γλυκανθήσεται καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν |
19 τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται |
20 οἰ̃νος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας |
21 αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη καὶ ὑπὲρ ἀμφότερα γλω̃σσα ἡδει̃α |
22 χάριν καὶ κάλλος ἐπιθυμήσει ὀφθαλμὸς καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου |
23 φίλος καὶ ἑται̃ρος εἰς καιρὸν ἀπαντω̃ντες καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός |
24 ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύσεται |
25 χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμει̃ται |
26 χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου οὐκ ἔστιν ἐν φόβω̨ κυρίου ἐλάττωσις καὶ οὐκ ἔστιν ἐπιζητη̃σαι ἐν αὐτω̨̃ βοήθειαν |
27 φόβος κυρίου ὡς παράδεισος εὐλογίας καὶ ὑπὲρ πα̃σαν δόξαν ἐκάλυψεν αὐτόν |
28 τέκνον ζωὴν ἐπαιτήσεως μὴ βιώση̨ς κρει̃σσον ἀποθανει̃ν ἢ ἐπαιτει̃ν |
29 ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν οὐκ ἔστιν αὐτου̃ ὁ βίος ἐν λογισμω̨̃ ζωη̃ς ἀλισγήσει ψυχὴν αὐτου̃ ἐν ἐδέσμασιν ἀλλοτρίοις ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται |
30 ἐν στόματι ἀναιδου̃ς γλυκανθήσεται ἐπαίτησις καὶ ἐν κοιλία̨ αὐτου̃ πυ̃ρ καήσεται |