Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 14,  στἰχοι 21-27

21 ὁ διανοούμενος τὰς ὁδοὺς αὐτη̃ς ἐν καρδία̨ αὐτου̃ καὶ ἐν τοι̃ς ἀποκρύφοις αὐτη̃ς ἐννοηθήσεται
22 ἔξελθε ὀπίσω αὐτη̃ς ὡς ἰχνευτὴς καὶ ἐν ται̃ς ὁδοι̃ς αὐτη̃ς ἐνέδρευε
23 ὁ παρακύπτων διὰ τω̃ν θυρίδων αὐτη̃ς καὶ ἐπὶ τω̃ν θυρωμάτων αὐτη̃ς ἀκροάσεται
24 ὁ καταλύων σύνεγγυς του̃ οἴκου αὐτη̃ς καὶ πήξει πάσσαλον ἐν τοι̃ς τοίχοις αὐτη̃ς
25 στήσει τὴν σκηνὴν αὐτου̃ κατὰ χει̃ρας αὐτη̃ς καὶ καταλύσει ἐν καταλύματι ἀγαθω̃ν
26 θήσει τὰ τέκνα αὐτου̃ ἐν τη̨̃ σκέπη̨ αὐτη̃ς καὶ ὑπὸ τοὺς κλάδους αὐτη̃ς αὐλισθήσεται
27 σκεπασθήσεται ὑπ' αὐτη̃ς ἀπὸ καύματος καὶ ἐν τη̨̃ δόξη̨ αὐτη̃ς καταλύσει

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 15,  στἰχοι 1-10

ὁ φοβούμενος κύριον ποιήσει αὐτό καὶ ὁ ἐγκρατὴς του̃ νόμου καταλήμψεται αὐτήν
καὶ ὑπαντήσεται αὐτω̨̃ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν
ψωμιει̃ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν
στηριχθήσεται ἐπ' αὐτὴν καὶ οὐ μὴ κλιθη̨̃ καὶ ἐπ' αὐτη̃ς ἐφέξει καὶ οὐ μὴ καταισχυνθη̨̃
καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτου̃ καὶ ἐν μέσω̨ ἐκκλησίας ἀνοίξει τὸ στόμα αὐτου̃
εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος εὑρήσει καὶ ὄνομα αἰω̃νος κατακληρονομήσει
οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν
μακράν ἐστιν ὑπερηφανίας καὶ ἄνδρες ψευ̃σται οὐ μὴ μνησθήσονται αὐτη̃ς
οὐχ ὡραι̃ος αἰ̃νος ἐν στόματι ἁμαρτωλου̃ ὅτι οὐ παρὰ κυρίου ἀπεστάλη
10 ἐν γὰρ σοφία̨ ῥηθήσεται αἰ̃νος καὶ ὁ κύριος εὐοδώσει αὐτόν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.