Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 15

ὁ φοβούμενος κύριον ποιήσει αὐτό καὶ ὁ ἐγκρατὴς του̃ νόμου καταλήμψεται αὐτήν
καὶ ὑπαντήσεται αὐτω̨̃ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν
ψωμιει̃ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν
στηριχθήσεται ἐπ' αὐτὴν καὶ οὐ μὴ κλιθη̨̃ καὶ ἐπ' αὐτη̃ς ἐφέξει καὶ οὐ μὴ καταισχυνθη̨̃
καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτου̃ καὶ ἐν μέσω̨ ἐκκλησίας ἀνοίξει τὸ στόμα αὐτου̃
εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος εὑρήσει καὶ ὄνομα αἰω̃νος κατακληρονομήσει
οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν
μακράν ἐστιν ὑπερηφανίας καὶ ἄνδρες ψευ̃σται οὐ μὴ μνησθήσονται αὐτη̃ς
οὐχ ὡραι̃ος αἰ̃νος ἐν στόματι ἁμαρτωλου̃ ὅτι οὐ παρὰ κυρίου ἀπεστάλη
10 ἐν γὰρ σοφία̨ ῥηθήσεται αἰ̃νος καὶ ὁ κύριος εὐοδώσει αὐτόν
11 μὴ εἴπη̨ς ὅτι διὰ κύριον ἀπέστην ἃ γὰρ ἐμίσησεν οὐ ποιήσει
12 μὴ εἴπη̨ς ὅτι αὐτός με ἐπλάνησεν οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλου̃
13 πα̃ν βδέλυγμα ἐμίσησεν ὁ κύριος καὶ οὐκ ἔστιν ἀγαπητὸν τοι̃ς φοβουμένοις αὐτόν
14 αὐτὸς ἐξ ἀρχη̃ς ἐποίησεν ἄνθρωπον καὶ ἀφη̃κεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτου̃
15 ἐὰν θέλη̨ς συντηρήσεις ἐντολὰς καὶ πίστιν ποιη̃σαι εὐδοκίας
16 παρέθηκέν σοι πυ̃ρ καὶ ὕδωρ οὑ̃ ἐὰν θέλη̨ς ἐκτενει̃ς τὴν χει̃ρά σου
17 ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος καὶ ὃ ἐὰν εὐδοκήση̨ δοθήσεται αὐτω̨̃
18 ὅτι πολλὴ ἡ σοφία του̃ κυρίου ἰσχυρὸς ἐν δυναστεία̨ καὶ βλέπων τὰ πάντα
19 καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ἐπὶ τοὺς φοβουμένους αὐτόν καὶ αὐτὸς ἐπιγνώσεται πα̃ν ἔργον ἀνθρώπου
20 οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβει̃ν καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.