1 ἀλήθειαν λέγω ἐν Χριστω̨̃ οὐ ψεύδομαι συμμαρτυρούσης μοι τη̃ς συνειδήσεώς μου ἐν πνεύματι ἁγίω̨ |
2 ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τη̨̃ καρδία̨ μου |
3 ηὐχόμην γὰρ ἀνάθεμα εἰ̃ναι αὐτòς ἐγὼ ἀπò του̃ Χριστου̃ ὑπὲρ τω̃ν ἀδελφω̃ν μου τω̃ν συγγενω̃ν μου κατὰ σάρκα |
4 οἵτινές εἰσιν ’Ισραηλι̃ται ὡ̃ν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθη̃και καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι |
5 ὡ̃ν οἱ πατέρες καὶ ἐξ ὡ̃ν ὁ Χριστòς τò κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεòς εὐλογητòς εἰς τοὺς αἰω̃νας ἀμήν |
6 οὐχ οἱ̃ον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος του̃ θεου̃ οὐ γὰρ πάντες οἱ ἐξ ’Ισραήλ οὑ̃τοι ’Ισραήλ |
7 οὐδ' ὅτι εἰσὶν σπέρμα ’Αβραάμ πάντες τέκνα ἀλλ' ἐν ’Ισαὰκ κληθήσεταί σοι σπέρμα |
8 του̃τ' ἔστιν οὐ τὰ τέκνα τη̃ς σαρκòς ταυ̃τα τέκνα του̃ θεου̃ ἀλλὰ τὰ τέκνα τη̃ς ἐπαγγελίας λογίζεται εἰς σπέρμα |
9 ἐπαγγελίας γὰρ ὁ λόγος οὑ̃τος κατὰ τòν καιρòν του̃τον ἐλεύσομαι καὶ ἔσται τη̨̃ Σάρρα̨ υἱός |
10 οὐ μόνον δέ ἀλλὰ καὶ ‘Ρεβέκκα ἐξ ἑνòς κοίτην ἔχουσα ’Ισαὰκ του̃ πατρòς ἡμω̃ν |
11 μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθòν ἢ φαυ̃λον ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις του̃ θεου̃ μένη̨ |
12 οὐκ ἐξ ἔργων ἀλλ' ἐκ του̃ καλου̃ντος ἐρρέθη αὐτη̨̃ ὅτι ὁ μείζων δουλεύσει τω̨̃ ἐλάσσονι |
13 καθὼς γέγραπται τòν ’Ιακὼβ ἠγάπησα τòν δὲ ’Ησαυ̃ ἐμίσησα |
14 τί οὐ̃ν ἐρου̃μεν μὴ ἀδικία παρὰ τω̨̃ θεω̨̃ μὴ γένοιτο |
15 τω̨̃ Μωϋσει̃ γὰρ λέγει ἐλεήσω ὃν ἂν ἐλεω̃ καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω |
16 ἄρα οὐ̃ν οὐ του̃ θέλοντος οὐδὲ του̃ τρέχοντος ἀλλὰ του̃ ἐλεω̃ντος θεου̃ |
17 λέγει γὰρ ἡ γραφὴ τω̨̃ Φαραὼ ὅτι εἰς αὐτò του̃το ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ὅπως διαγγελη̨̃ τò ὄνομά μου ἐν πάση̨ τη̨̃ γη̨̃ |
18 ἄρα οὐ̃ν ὃν θέλει ἐλεει̃ ὃν δὲ θέλει σκληρύνει |
19 ἐρει̃ς μοι οὐ̃ν τί οὐ̃ν ἔτι μέμφεται τω̨̃ γὰρ βουλήματι αὐτου̃ τίς ἀνθέστηκεν |
20 ὠ̃ ἄνθρωπε μενου̃νγε σὺ τίς εἰ̃ ὁ ἀνταποκρινόμενος τω̨̃ θεω̨̃ μὴ ἐρει̃ τò πλάσμα τω̨̃ πλάσαντι τί με ἐποίησας οὕτως |
21 ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς του̃ πηλου̃ ἐκ του̃ αὐτου̃ φυράματος ποιη̃σαι ὃ μὲν εἰς τιμὴν σκευ̃ος ὃ δὲ εἰς ἀτιμίαν |
22 εἰ δὲ θέλων ὁ θεòς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τò δυνατòν αὐτου̃ ἤνεγκεν ἐν πολλη̨̃ μακροθυμία̨ σκεύη ὀργη̃ς κατηρτισμένα εἰς ἀπώλειαν |
23 καὶ ἵνα γνωρίση̨ τòν πλου̃τον τη̃ς δόξης αὐτου̃ ἐπὶ σκεύη ἐλέους ἃ προητοίμασεν εἰς δόξαν |
24 οὓς καὶ ἐκάλεσεν ἡμα̃ς οὐ μόνον ἐξ ’Ιουδαίων ἀλλὰ καὶ ἐξ ἐθνω̃ν |
25 ὡς καὶ ἐν τω̨̃ ‘Ωσηὲ λέγει καλέσω τòν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην |
26 καὶ ἔσται ἐν τω̨̃ τόπω̨ οὑ̃ ἐρρέθη αὐτοι̃ς οὐ λαός μου ὑμει̃ς ἐκει̃ κληθήσονται υἱοὶ θεου̃ ζω̃ντος |
27 ’Ησαΐας δὲ κράζει ὑπὲρ του̃ ’Ισραήλ ἐὰν ἠ̨̃ ὁ ἀριθμòς τω̃ν υἱω̃ν ’Ισραὴλ ὡς ἡ ἄμμος τη̃ς θαλάσσης τò ὑπόλειμμα σωθήσεται |
28 λόγον γὰρ συντελω̃ν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τη̃ς γη̃ς |
29 καὶ καθὼς προείρηκεν ’Ησαΐας εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμι̃ν σπέρμα ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν |
30 τί οὐ̃ν ἐρου̃μεν ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην δικαιοσύνην δὲ τὴν ἐκ πίστεως |
31 ’Ισραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν |
32 διὰ τί ὅτι οὐκ ἐκ πίστεως ἀλλ' ὡς ἐξ ἔργων προσέκοψαν τω̨̃ λίθω̨ του̃ προσκόμματος |
33 καθὼς γέγραπται ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου καὶ ὁ πιστεύων ἐπ' αὐτω̨̃ οὐ καταισχυνθήσεται |