Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 10

ἀδελφοί ἡ μὲν εὐδοκία τη̃ς ἐμη̃ς καρδίας καὶ ἡ δέησις πρòς τòν θεòν ὑπὲρ αὐτω̃ν εἰς σωτηρίαν
μαρτυρω̃ γὰρ αὐτοι̃ς ὅτι ζη̃λον θεου̃ ἔχουσιν ἀλλ' οὐ κατ' ἐπίγνωσιν
ἀγνοου̃ντες γὰρ τὴν του̃ θεου̃ δικαιοσύνην καὶ τὴν ἰδίαν δικαιοσύνην ζητου̃ντες στη̃σαι τη̨̃ δικαιοσύνη̨ του̃ θεου̃ οὐχ ὑπετάγησαν
τέλος γὰρ νόμου Χριστòς εἰς δικαιοσύνην παντὶ τω̨̃ πιστεύοντι
Μωϋση̃ς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ του̃ νόμου ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοι̃ς
ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει μὴ εἴπη̨ς ἐν τη̨̃ καρδία̨ σου τίς ἀναβήσεται εἰς τòν οὐρανόν του̃τ' ἔστιν Χριστòν καταγαγει̃ν
ἤ τίς καταβήσεται εἰς τὴν ἄβυσσον του̃τ' ἔστιν Χριστòν ἐκ νεκρω̃ν ἀναγαγει̃ν
ἀλλὰ τί λέγει ἐγγύς σου τò ῥη̃μά ἐστιν ἐν τω̨̃ στόματί σου καὶ ἐν τη̨̃ καρδία̨ σου του̃τ' ἔστιν τò ῥη̃μα τη̃ς πίστεως ὃ κηρύσσομεν
ὅτι ἐὰν ὁμολογήση̨ς ἐν τω̨̃ στόματί σου κύριον ’Ιησου̃ν καὶ πιστεύση̨ς ἐν τη̨̃ καρδία̨ σου ὅτι ὁ θεòς αὐτòν ἤγειρεν ἐκ νεκρω̃ν σωθήση̨
10 καρδία̨ γὰρ πιστεύεται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογει̃ται εἰς σωτηρίαν
11 λέγει γὰρ ἡ γραφή πα̃ς ὁ πιστεύων ἐπ' αὐτω̨̃ οὐ καταισχυνθήσεται
12 οὐ γάρ ἐστιν διαστολὴ ’Ιουδαίου τε καὶ ‘Έλληνος ὁ γὰρ αὐτòς κύριος πάντων πλουτω̃ν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν
13 πα̃ς γὰρ ὃς ἂν ἐπικαλέσηται τò ὄνομα κυρίου σωθήσεται
14 πω̃ς οὐ̃ν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν πω̃ς δὲ πιστεύσωσιν οὑ̃ οὐκ ἤκουσαν πω̃ς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος
15 πω̃ς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλω̃σιν καθὼς γέγραπται ὡς ὡραι̃οι οἱ πόδες τω̃ν εὐαγγελιζομένων τὰ ἀγαθά
16 ἀλλ' οὐ πάντες ὑπήκουσαν τω̨̃ εὐαγγελίω̨ ’Ησαΐας γὰρ λέγει κύριε τίς ἐπίστευσεν τη̨̃ ἀκοη̨̃ ἡμω̃ν
17 ἄρα ἡ πίστις ἐξ ἀκοη̃ς ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστου̃
18 ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενου̃νγε εἰς πα̃σαν τὴν γη̃ν ἐξη̃λθεν ὁ φθόγγος αὐτω̃ν καὶ εἰς τὰ πέρατα τη̃ς οἰκουμένης τὰ ῥήματα αὐτω̃ν
19 ἀλλὰ λέγω μὴ ’Ισραὴλ οὐκ ἔγνω πρω̃τος Μωϋση̃ς λέγει ἐγὼ παραζηλώσω ὑμα̃ς ἐπ' οὐκ ἔθνει ἐπ' ἔθνει ἀσυνέτω̨ παροργιω̃ ὑμα̃ς
20 ’Ησαΐας δὲ ἀποτολμα̨̃ καὶ λέγει εὑρέθην ἐν τοι̃ς ἐμὲ μὴ ζητου̃σιν ἐμφανὴς ἐγενόμην τοι̃ς ἐμὲ μὴ ἐπερωτω̃σιν
21 πρòς δὲ τòν ’Ισραὴλ λέγει ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χει̃ράς μου πρòς λαòν ἀπειθου̃ντα καὶ ἀντιλέγοντα
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.