ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ,
κεφαλίς 2,
στἰχοι 17-24
17 εἰ δὲ σὺ ’Ιουδαι̃ος ἐπονομάζη̨ καὶ ἐπαναπαύη̨ νόμω̨ καὶ καυχα̃σαι ἐν θεω̨̃ |
18 καὶ γινώσκεις τò θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ του̃ νόμου |
19 πέποιθάς τε σεαυτòν ὁδηγòν εἰ̃ναι τυφλω̃ν φω̃ς τω̃ν ἐν σκότει |
20 παιδευτὴν ἀφρόνων διδάσκαλον νηπίων ἔχοντα τὴν μόρφωσιν τη̃ς γνώσεως καὶ τη̃ς ἀληθείας ἐν τω̨̃ νόμω̨ |
21 ὁ οὐ̃ν διδάσκων ἕτερον σεαυτòν οὐ διδάσκεις ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις |
22 ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλει̃ς |
23 ὃς ἐν νόμω̨ καυχα̃σαι διὰ τη̃ς παραβάσεως του̃ νόμου τòν θεòν ἀτιμάζεις |
24 τò γὰρ ὄνομα του̃ θεου̃ δι' ὑμα̃ς βλασφημει̃ται ἐν τοι̃ς ἔθνεσιν καθὼς γέγραπται |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.