ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ,
κεφαλίς 12
1 παρακαλω̃ οὐ̃ν ὑμα̃ς ἀδελφοί διὰ τω̃ν οἰκτιρμω̃ν του̃ θεου̃ παραστη̃σαι τὰ σώματα ὑμω̃ν θυσίαν ζω̃σαν ἁγίαν εὐάρεστον τω̨̃ θεω̨̃ τὴν λογικὴν λατρείαν ὑμω̃ν |
2 καὶ μὴ συσχηματίζεσθε τω̨̃ αἰω̃νι τούτω̨ ἀλλὰ μεταμορφου̃σθε τη̨̃ ἀνακαινώσει του̃ νοός εἰς τò δοκιμάζειν ὑμα̃ς τί τò θέλημα του̃ θεου̃ τò ἀγαθòν καὶ εὐάρεστον καὶ τέλειον |
3 λέγω γὰρ διὰ τη̃ς χάριτος τη̃ς δοθείσης μοι παντὶ τω̨̃ ὄντι ἐν ὑμι̃ν μὴ ὑπερφρονει̃ν παρ' ὃ δει̃ φρονει̃ν ἀλλὰ φρονει̃ν εἰς τò σωφρονει̃ν ἑκάστω̨ ὡς ὁ θεòς ἐμέρισεν μέτρον πίστεως |
4 καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρα̃ξιν |
5 οὕτως οἱ πολλοὶ ἓν σω̃μά ἐσμεν ἐν Χριστω̨̃ τò δὲ καθ' εἱ̃ς ἀλλήλων μέλη |
6 ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθει̃σαν ἡμι̃ν διάφορα εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τη̃ς πίστεως |
7 εἴτε διακονίαν ἐν τη̨̃ διακονία̨ εἴτε ὁ διδάσκων ἐν τη̨̃ διδασκαλία̨ |
8 εἴτε ὁ παρακαλω̃ν ἐν τη̨̃ παρακλήσει ὁ μεταδιδοὺς ἐν ἁπλότητι ὁ προϊστάμενος ἐν σπουδη̨̃ ὁ ἐλεω̃ν ἐν ἱλαρότητι |
9 ἡ ἀγάπη ἀνυπόκριτος ἀποστυγου̃ντες τò πονηρόν κολλώμενοι τω̨̃ ἀγαθω̨̃ |
10 τη̨̃ φιλαδελφία̨ εἰς ἀλλήλους φιλόστοργοι τη̨̃ τιμη̨̃ ἀλλήλους προηγούμενοι |
11 τη̨̃ σπουδη̨̃ μὴ ὀκνηροί τω̨̃ πνεύματι ζέοντες τω̨̃ κυρίω̨ δουλεύοντες |
12 τη̨̃ ἐλπίδι χαίροντες τη̨̃ θλίψει ὑπομένοντες τη̨̃ προσευχη̨̃ προσκαρτερου̃ντες |
13 ται̃ς χρείαις τω̃ν ἁγίων κοινωνου̃ντες τὴν φιλοξενίαν διώκοντες |
14 εὐλογει̃τε τοὺς διώκοντας ὑμα̃ς εὐλογει̃τε καὶ μὴ καταρα̃σθε |
15 χαίρειν μετὰ χαιρόντων κλαίειν μετὰ κλαιόντων |
16 τò αὐτò εἰς ἀλλήλους φρονου̃ντες μὴ τὰ ὑψηλὰ φρονου̃ντες ἀλλὰ τοι̃ς ταπεινοι̃ς συναπαγόμενοι μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοι̃ς |
17 μηδενὶ κακòν ἀντὶ κακου̃ ἀποδιδόντες προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων |
18 εἰ δυνατόν τò ἐξ ὑμω̃ν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες |
19 μὴ ἑαυτοὺς ἐκδικου̃ντες ἀγαπητοί ἀλλὰ δότε τόπον τη̨̃ ὀργη̨̃ γέγραπται γάρ ἐμοὶ ἐκδίκησις ἐγὼ ἀνταποδώσω λέγει κύριος |
20 ἀλλὰ ἐὰν πεινα̨̃ ὁ ἐχθρός σου ψώμιζε αὐτόν ἐὰν διψα̨̃ πότιζε αὐτόν του̃το γὰρ ποιω̃ν ἄνθρακας πυρòς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτου̃ |
21 μὴ νικω̃ ὑπò του̃ κακου̃ ἀλλὰ νίκα ἐν τω̨̃ ἀγαθω̨̃ τò κακόν |
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ,
κεφαλίς 13
1 πα̃σα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπò θεου̃ αἱ δὲ οὐ̃σαι ὑπò θεου̃ τεταγμέναι εἰσίν |
2 ὥστε ὁ ἀντιτασσόμενος τη̨̃ ἐξουσία̨ τη̨̃ του̃ θεου̃ διαταγη̨̃ ἀνθέστηκεν οἱ δὲ ἀνθεστηκότες ἑαυτοι̃ς κρίμα λήμψονται |
3 οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τω̨̃ ἀγαθω̨̃ ἔργω̨ ἀλλὰ τω̨̃ κακω̨̃ θέλεις δὲ μὴ φοβει̃σθαι τὴν ἐξουσίαν τò ἀγαθòν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτη̃ς |
4 θεου̃ γὰρ διάκονός ἐστιν σοὶ εἰς τò ἀγαθόν ἐὰν δὲ τò κακòν ποιη̨̃ς φοβου̃ οὐ γὰρ εἰκη̨̃ τὴν μάχαιραν φορει̃ θεου̃ γὰρ διάκονός ἐστιν ἔκδικος εἰς ὀργὴν τω̨̃ τò κακòν πράσσοντι |
5 διò ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν |
6 διὰ του̃το γὰρ καὶ φόρους τελει̃τε λειτουργοὶ γὰρ θεου̃ εἰσιν εἰς αὐτò του̃το προσκαρτερου̃ντες |
7 ἀπόδοτε πα̃σιν τὰς ὀφειλάς τω̨̃ τòν φόρον τòν φόρον τω̨̃ τò τέλος τò τέλος τω̨̃ τòν φόβον τòν φόβον τω̨̃ τὴν τιμὴν τὴν τιμήν |
8 μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τò ἀλλήλους ἀγαπα̃ν ὁ γὰρ ἀγαπω̃ν τòν ἕτερον νόμον πεπλήρωκεν |
9 τò γὰρ οὐ μοιχεύσεις οὐ φονεύσεις οὐ κλέψεις οὐκ ἐπιθυμήσεις καὶ εἴ τις ἑτέρα ἐντολή ἐν τω̨̃ λόγω̨ τούτω̨ ἀνακεφαλαιου̃ται ἐν τω̨̃ ἀγαπήσεις τòν πλησίον σου ὡς σεαυτόν |
10 ἡ ἀγάπη τω̨̃ πλησίον κακòν οὐκ ἐργάζεται πλήρωμα οὐ̃ν νόμου ἡ ἀγάπη |
11 καὶ του̃το εἰδότες τòν καιρόν ὅτι ὥρα ἤδη ὑμα̃ς ἐξ ὕπνου ἐγερθη̃ναι νυ̃ν γὰρ ἐγγύτερον ἡμω̃ν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν |
12 ἡ νὺξ προέκοψεν ἡ δὲ ἡμέρα ἤγγικεν ἀποθώμεθα οὐ̃ν τὰ ἔργα του̃ σκότους ἐνδυσώμεθα δὲ τὰ ὅπλα του̃ φωτός |
13 ὡς ἐν ἡμέρα̨ εὐσχημόνως περιπατήσωμεν μὴ κώμοις καὶ μέθαις μὴ κοίταις καὶ ἀσελγείαις μὴ ἔριδι καὶ ζήλω̨ |
14 ἀλλὰ ἐνδύσασθε τòν κύριον ’Ιησου̃ν Χριστόν καὶ τη̃ς σαρκòς πρόνοιαν μὴ ποιει̃σθε εἰς ἐπιθυμίας |
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ,
κεφαλίς 14
1 τòν δὲ ἀσθενου̃ντα τη̨̃ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμω̃ν |
2 ὃς μὲν πιστεύει φαγει̃ν πάντα ὁ δὲ ἀσθενω̃ν λάχανα ἐσθίει |
3 ὁ ἐσθίων τòν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω ὁ δὲ μὴ ἐσθίων τòν ἐσθίοντα μὴ κρινέτω ὁ θεòς γὰρ αὐτòν προσελάβετο |
4 σὺ τίς εἰ̃ ὁ κρίνων ἀλλότριον οἰκέτην τω̨̃ ἰδίω̨ κυρίω̨ στήκει ἢ πίπτει σταθήσεται δέ δυνατει̃ γὰρ ὁ κύριος στη̃σαι αὐτόν |
5 ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ' ἡμέραν ὃς δὲ κρίνει πα̃σαν ἡμέραν ἕκαστος ἐν τω̨̃ ἰδίω̨ νοΐ πληροφορείσθω |
6 ὁ φρονω̃ν τὴν ἡμέραν κυρίω̨ φρονει̃ καὶ ὁ ἐσθίων κυρίω̨ ἐσθίει εὐχαριστει̃ γὰρ τω̨̃ θεω̨̃ καὶ ὁ μὴ ἐσθίων κυρίω̨ οὐκ ἐσθίει καὶ εὐχαριστει̃ τω̨̃ θεω̨̃ |
7 οὐδεὶς γὰρ ἡμω̃ν ἑαυτω̨̃ ζη̨̃ καὶ οὐδεὶς ἑαυτω̨̃ ἀποθνή̨σκει |
8 ἐάν τε γὰρ ζω̃μεν τω̨̃ κυρίω̨ ζω̃μεν ἐάν τε ἀποθνή̨σκωμεν τω̨̃ κυρίω̨ ἀποθνή̨σκομεν ἐάν τε οὐ̃ν ζω̃μεν ἐάν τε ἀποθνή̨σκωμεν του̃ κυρίου ἐσμέν |
9 εἰς του̃το γὰρ Χριστòς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρω̃ν καὶ ζώντων κυριεύση̨ |
10 σὺ δὲ τί κρίνεις τòν ἀδελφόν σου ἢ καὶ σὺ τί ἐξουθενει̃ς τòν ἀδελφόν σου πάντες γὰρ παραστησόμεθα τω̨̃ βήματι του̃ θεου̃ |
11 γέγραπται γάρ ζω̃ ἐγώ λέγει κύριος ὅτι ἐμοὶ κάμψει πα̃ν γόνυ καὶ πα̃σα γλω̃σσα ἐξομολογήσεται τω̨̃ θεω̨̃ |
12 ἄρα οὐ̃ν ἕκαστος ἡμω̃ν περὶ ἑαυτου̃ λόγον δώσει τω̨̃ θεω̨̃ |
13 μηκέτι οὐ̃ν ἀλλήλους κρίνωμεν ἀλλὰ του̃το κρίνατε μα̃λλον τò μὴ τιθέναι πρόσκομμα τω̨̃ ἀδελφω̨̃ ἢ σκάνδαλον |
14 οἰ̃δα καὶ πέπεισμαι ἐν κυρίω̨ ’Ιησου̃ ὅτι οὐδὲν κοινòν δι' ἑαυτου̃ εἰ μὴ τω̨̃ λογιζομένω̨ τι κοινòν εἰ̃ναι ἐκείνω̨ κοινόν |
15 εἰ γὰρ διὰ βρω̃μα ὁ ἀδελφός σου λυπει̃ται οὐκέτι κατὰ ἀγάπην περιπατει̃ς μὴ τω̨̃ βρώματί σου ἐκει̃νον ἀπόλλυε ὑπὲρ οὑ̃ Χριστòς ἀπέθανεν |
16 μὴ βλασφημείσθω οὐ̃ν ὑμω̃ν τò ἀγαθόν |
17 οὐ γάρ ἐστιν ἡ βασιλεία του̃ θεου̃ βρω̃σις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίω̨ |
18 ὁ γὰρ ἐν τούτω̨ δουλεύων τω̨̃ Χριστω̨̃ εὐάρεστος τω̨̃ θεω̨̃ καὶ δόκιμος τοι̃ς ἀνθρώποις |
19 ἄρα οὐ̃ν τὰ τη̃ς εἰρήνης διώκωμεν καὶ τὰ τη̃ς οἰκοδομη̃ς τη̃ς εἰς ἀλλήλους |
20 μὴ ἕνεκεν βρώματος κατάλυε τò ἔργον του̃ θεου̃ πάντα μὲν καθαρά ἀλλὰ κακòν τω̨̃ ἀνθρώπω̨ τω̨̃ διὰ προσκόμματος ἐσθίοντι |
21 καλòν τò μὴ φαγει̃ν κρέα μηδὲ πιει̃ν οἰ̃νον μηδὲ ἐν ὡ̨̃ ὁ ἀδελφός σου προσκόπτει |
22 σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτòν ἔχε ἐνώπιον του̃ θεου̃ μακάριος ὁ μὴ κρίνων ἑαυτòν ἐν ὡ̨̃ δοκιμάζει |
23 ὁ δὲ διακρινόμενος ἐὰν φάγη̨ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως πα̃ν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν |
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ,
κεφαλίς 15,
στἰχοι 1-13
1 ὀφείλομεν δὲ ἡμει̃ς οἱ δυνατοὶ τὰ ἀσθενήματα τω̃ν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοι̃ς ἀρέσκειν |
2 ἕκαστος ἡμω̃ν τω̨̃ πλησίον ἀρεσκέτω εἰς τò ἀγαθòν πρòς οἰκοδομήν |
3 καὶ γὰρ ὁ Χριστòς οὐχ ἑαυτω̨̃ ἤρεσεν ἀλλὰ καθὼς γέγραπται οἱ ὀνειδισμοὶ τω̃ν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ |
4 ὅσα γὰρ προεγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη ἵνα διὰ τη̃ς ὑπομονη̃ς καὶ διὰ τη̃ς παρακλήσεως τω̃ν γραφω̃ν τὴν ἐλπίδα ἔχωμεν |
5 ὁ δὲ θεòς τη̃ς ὑπομονη̃ς καὶ τη̃ς παρακλήσεως δώ̨η ὑμι̃ν τò αὐτò φρονει̃ν ἐν ἀλλήλοις κατὰ Χριστòν ’Ιησου̃ν |
6 ἵνα ὁμοθυμαδòν ἐν ἑνὶ στόματι δοξάζητε τòν θεòν καὶ πατέρα του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ |
7 διò προσλαμβάνεσθε ἀλλήλους καθὼς καὶ ὁ Χριστòς προσελάβετο ὑμα̃ς εἰς δόξαν του̃ θεου̃ |
8 λέγω γὰρ Χριστòν διάκονον γεγενη̃σθαι περιτομη̃ς ὑπὲρ ἀληθείας θεου̃ εἰς τò βεβαιω̃σαι τὰς ἐπαγγελίας τω̃ν πατέρων |
9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τòν θεόν καθὼς γέγραπται διὰ του̃το ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τω̨̃ ὀνοματί σου ψαλω̃ |
10 καὶ πάλιν λέγει εὐφράνθητε ἔθνη μετὰ του̃ λαου̃ αὐτου̃ |
11 καὶ πάλιν αἰνει̃τε πάντα τὰ ἔθνη τòν κύριον καὶ ἐπαινεσάτωσαν αὐτòν πάντες οἱ λαοί |
12 καὶ πάλιν ’Ησαΐας λέγει ἔσται ἡ ῥίζα του̃ ’Ιεσσαί καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνω̃ν ἐπ' αὐτω̨̃ ἔθνη ἐλπιου̃σιν |
13 ὁ δὲ θεòς τη̃ς ἐλπίδος πληρώσαι ὑμα̃ς πάσης χαρα̃ς καὶ εἰρήνης ἐν τω̨̃ πιστεύειν εἰς τò περισσεύειν ὑμα̃ς ἐν τη̨̃ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.