Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 11

λέγω οὐ̃ν μὴ ἀπώσατο ὁ θεòς τòν λαòν αὐτου̃ μὴ γένοιτο καὶ γὰρ ἐγὼ ’Ισραηλίτης εἰμί ἐκ σπέρματος ’Αβραάμ φυλη̃ς Βενιαμίν
οὐκ ἀπώσατο ὁ θεòς τòν λαòν αὐτου̃ ὃν προέγνω ἢ οὐκ οἴδατε ἐν ’Ηλία̨ τί λέγει ἡ γραφή ὡς ἐντυγχάνει τω̨̃ θεω̨̃ κατὰ του̃ ’Ισραήλ
κύριε τοὺς προφήτας σου ἀπέκτειναν τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητου̃σιν τὴν ψυχήν μου
ἀλλὰ τί λέγει αὐτω̨̃ ὁ χρηματισμός κατέλιπον ἐμαυτω̨̃ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τη̨̃ Βάαλ
οὕτως οὐ̃ν καὶ ἐν τω̨̃ νυ̃ν καιρω̨̃ λει̃μμα κατ' ἐκλογὴν χάριτος γέγονεν
εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις
τί οὐ̃ν ὃ ἐπιζητει̃ ’Ισραήλ του̃το οὐκ ἐπέτυχεν ἡ δὲ ἐκλογὴ ἐπέτυχεν οἱ δὲ λοιποὶ ἐπωρώθησαν
καθὼς γέγραπται ἔδωκεν αὐτοι̃ς ὁ θεòς πνευ̃μα κατανύξεως ὀφθαλμοὺς του̃ μὴ βλέπειν καὶ ὠ̃τα του̃ μὴ ἀκούειν ἕως τη̃ς σήμερον ἡμέρας
καὶ Δαυὶδ λέγει γενηθήτω ἡ τράπεζα αὐτω̃ν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοι̃ς
10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτω̃ν του̃ μὴ βλέπειν καὶ τòν νω̃τον αὐτω̃ν διὰ παντòς σύγκαμψον
11 λέγω οὐ̃ν μὴ ἔπταισαν ἵνα πέσωσιν μὴ γένοιτο ἀλλὰ τω̨̃ αὐτω̃ν παραπτώματι ἡ σωτηρία τοι̃ς ἔθνεσιν εἰς τò παραζηλω̃σαι αὐτούς
12 εἰ δὲ τò παράπτωμα αὐτω̃ν πλου̃τος κόσμου καὶ τò ἥττημα αὐτω̃ν πλου̃τος ἐθνω̃ν πόσω̨ μα̃λλον τò πλήρωμα αὐτω̃ν
13 ὑμι̃ν δὲ λέγω τοι̃ς ἔθνεσιν ἐφ' ὅσον μὲν οὐ̃ν εἰμι ἐγὼ ἐθνω̃ν ἀπόστολος τὴν διακονίαν μου δοξάζω
14 εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτω̃ν
15 εἰ γὰρ ἡ ἀποβολὴ αὐτω̃ν καταλλαγὴ κόσμου τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρω̃ν
16 εἰ δὲ ἡ ἀπαρχὴ ἁγία καὶ τò φύραμα καὶ εἰ ἡ ῥίζα ἁγία καὶ οἱ κλάδοι
17 εἰ δέ τινες τω̃ν κλάδων ἐξεκλάσθησαν σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοι̃ς καὶ συγκοινωνòς τη̃ς ῥίζης τη̃ς πιότητος τη̃ς ἐλαίας ἐγένου
18 μὴ κατακαυχω̃ τω̃ν κλάδων εἰ δὲ κατακαυχα̃σαι οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ἡ ῥίζα σέ
19 ἐρει̃ς οὐ̃ν ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθω̃
20 καλω̃ς τη̨̃ ἀπιστία̨ ἐξεκλάσθησαν σὺ δὲ τη̨̃ πίστει ἕστηκας μὴ ὑψηλὰ φρόνει ἀλλὰ φοβου̃
21 εἰ γὰρ ὁ θεòς τω̃ν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο μή πως οὐδὲ σου̃ φείσεται
22 ἴδε οὐ̃ν χρηστότητα καὶ ἀποτομίαν θεου̃ ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία ἐπὶ δὲ σὲ χρηστότης θεου̃ ἐὰν ἐπιμένη̨ς τη̨̃ χρηστότητι ἐπεὶ καὶ σὺ ἐκκοπήση̨
23 κἀκει̃νοι δέ ἐὰν μὴ ἐπιμένωσιν τη̨̃ ἀπιστία̨ ἐγκεντρισθήσονται δυνατòς γάρ ἐστιν ὁ θεòς πάλιν ἐγκεντρίσαι αὐτούς
24 εἰ γὰρ σὺ ἐκ τη̃ς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον πόσω̨ μα̃λλον οὑ̃τοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τη̨̃ ἰδία̨ ἐλαία̨
25 οὐ γὰρ θέλω ὑμα̃ς ἀγνοει̃ν ἀδελφοί τò μυστήριον του̃το ἵνα μὴ ἠ̃τε παρ' ἑαυτοι̃ς φρόνιμοι ὅτι πώρωσις ἀπò μέρους τω̨̃ ’Ισραὴλ γέγονεν ἄχρις οὑ̃ τò πλήρωμα τω̃ν ἐθνω̃ν εἰσέλθη̨
26 καὶ οὕτως πα̃ς ’Ισραὴλ σωθήσεται καθὼς γέγραπται ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος ἀποστρέψει ἀσεβείας ἀπò ’Ιακώβ
27 καὶ αὕτη αὐτοι̃ς ἡ παρ' ἐμου̃ διαθήκη ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτω̃ν
28 κατὰ μὲν τò εὐαγγέλιον ἐχθροὶ δι' ὑμα̃ς κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας
29 ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλη̃σις του̃ θεου̃
30 ὥσπερ γὰρ ὑμει̃ς ποτε ἠπειθήσατε τω̨̃ θεω̨̃ νυ̃ν δὲ ἠλεήθητε τη̨̃ τούτων ἀπειθεία̨
31 οὕτως καὶ οὑ̃τοι νυ̃ν ἠπείθησαν τω̨̃ ὑμετέρω̨ ἐλέει ἵνα καὶ αὐτοὶ νυ̃ν ἐλεηθω̃σιν
32 συνέκλεισεν γὰρ ὁ θεòς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήση̨
33 ὠ̃ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεου̃ ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτου̃ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτου̃
34 τίς γὰρ ἔγνω νου̃ν κυρίου ἢ τίς σύμβουλος αὐτου̃ ἐγένετο
35 ἢ τίς προέδωκεν αὐτω̨̃ καὶ ἀνταποδοθήσεται αὐτω̨̃
36 ὅτι ἐξ αὐτου̃ καὶ δι' αὐτου̃ καὶ εἰς αὐτòν τὰ πάντα αὐτω̨̃ ἡ δόξα εἰς τοὺς αἰω̃νας ἀμήν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.