ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ,
κεφαλίς 15
1 καὶ εἰ̃δον ἄλλο σημει̃ον ἐν τω̨̃ οὐρανω̨̃ μέγα καὶ θαυμαστόν ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας ὅτι ἐν αὐται̃ς ἐτελέσθη ὁ θυμòς του̃ θεου̃ |
2 καὶ εἰ̃δον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί καὶ τοὺς νικω̃ντας ἐκ του̃ θηρίου καὶ ἐκ τη̃ς εἰκόνος αὐτου̃ καὶ ἐκ του̃ ἀριθμου̃ του̃ ὀνόματος αὐτου̃ ἑστω̃τας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην ἔχοντας κιθάρας του̃ θεου̃ |
3 καὶ ἄ̨δουσιν τὴν ὠ̨δὴν Μωϋσέως του̃ δούλου του̃ θεου̃ καὶ τὴν ὠ̨δὴν του̃ ἀρνίου λέγοντες μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου κύριε ὁ θεòς ὁ παντοκράτωρ δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου ὁ βασιλεὺς τω̃ν ἐθνω̃ν |
4 τίς οὐ μὴ φοβηθη̨̃ κύριε καὶ δοξάσει τò ὄνομά σου ὅτι μόνος ὅσιος ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν |
5 καὶ μετὰ ταυ̃τα εἰ̃δον καὶ ἠνοίγη ὁ ναòς τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐν τω̨̃ οὐρανω̨̃ |
6 καὶ ἐξη̃λθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ του̃ ναου̃ ἐνδεδυμένοι λίνον καθαρòν λαμπρòν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσα̃ς |
7 καὶ ἓν ἐκ τω̃ν τεσσάρων ζώ̨ων ἔδωκεν τοι̃ς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσα̃ς γεμούσας του̃ θυμου̃ του̃ θεου̃ του̃ ζω̃ντος εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων |
8 καὶ ἐγεμίσθη ὁ ναòς καπνου̃ ἐκ τη̃ς δόξης του̃ θεου̃ καὶ ἐκ τη̃ς δυνάμεως αὐτου̃ καὶ οὐδεὶς ἐδύνατο εἰσελθει̃ν εἰς τòν ναòν ἄχρι τελεσθω̃σιν αἱ ἑπτὰ πληγαὶ τω̃ν ἑπτὰ ἀγγέλων |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.