Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 14

καὶ εἰ̃δον καὶ ἰδοὺ τò ἀρνίον ἑστòς ἐπὶ τò ὄρος Σιών καὶ μετ' αὐτου̃ ἑκατòν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τò ὄνομα αὐτου̃ καὶ τò ὄνομα του̃ πατρòς αὐτου̃ γεγραμμένον ἐπὶ τω̃ν μετώπων αὐτω̃ν
καὶ ἤκουσα φωνὴν ἐκ του̃ οὐρανου̃ ὡς φωνὴν ὑδάτων πολλω̃ν καὶ ὡς φωνὴν βροντη̃ς μεγάλης καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρω̨δω̃ν κιθαριζόντων ἐν ται̃ς κιθάραις αὐτω̃ν
καὶ ἄ̨δουσιν ὡς ὠ̨δὴν καινὴν ἐνώπιον του̃ θρόνου καὶ ἐνώπιον τω̃ν τεσσάρων ζώ̨ων καὶ τω̃ν πρεσβυτέρων καὶ οὐδεὶς ἐδύνατο μαθει̃ν τὴν ὠ̨δὴν εἰ μὴ αἱ ἑκατòν τεσσεράκοντα τέσσαρες χιλιάδες οἱ ἠγορασμένοι ἀπò τη̃ς γη̃ς
οὑ̃τοί εἰσιν οἳ μετὰ γυναικω̃ν οὐκ ἐμολύνθησαν παρθένοι γάρ εἰσιν οὑ̃τοι οἱ ἀκολουθου̃ντες τω̨̃ ἀρνίω̨ ὅπου ἂν ὑπάγη̨ οὑ̃τοι ἠγοράσθησαν ἀπò τω̃ν ἀνθρώπων ἀπαρχὴ τω̨̃ θεω̨̃ καὶ τω̨̃ ἀρνίω̨
καὶ ἐν τω̨̃ στόματι αὐτω̃ν οὐχ εὑρέθη ψευ̃δος ἄμωμοί εἰσιν
καὶ εἰ̃δον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τη̃ς γη̃ς καὶ ἐπὶ πα̃ν ἔθνος καὶ φυλὴν καὶ γλω̃σσαν καὶ λαόν
λέγων ἐν φωνη̨̃ μεγάλη̨ φοβήθητε τòν θεòν καὶ δότε αὐτω̨̃ δόξαν ὅτι ἠ̃λθεν ἡ ὥρα τη̃ς κρίσεως αὐτου̃ καὶ προσκυνήσατε τω̨̃ ποιήσαντι τòν οὐρανòν καὶ τὴν γη̃ν καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων
καὶ ἄλλος ἄγγελος δεύτερος ἠκολούθησεν λέγων ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη ἣ ἐκ του̃ οἴνου του̃ θυμου̃ τη̃ς πορνείας αὐτη̃ς πεπότικεν πάντα τὰ ἔθνη
καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοι̃ς λέγων ἐν φωνη̨̃ μεγάλη̨ εἴ τις προσκυνει̃ τò θηρίον καὶ τὴν εἰκόνα αὐτου̃ καὶ λαμβάνει χάραγμα ἐπὶ του̃ μετώπου αὐτου̃ ἢ ἐπὶ τὴν χει̃ρα αὐτου̃
10 καὶ αὐτòς πίεται ἐκ του̃ οἴνου του̃ θυμου̃ του̃ θεου̃ του̃ κεκερασμένου ἀκράτου ἐν τω̨̃ ποτηρίω̨ τη̃ς ὀργη̃ς αὐτου̃ καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείω̨ ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον του̃ ἀρνίου
11 καὶ ὁ καπνòς του̃ βασανισμου̃ αὐτω̃ν εἰς αἰω̃νας αἰώνων ἀναβαίνει καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός οἱ προσκυνου̃ντες τò θηρίον καὶ τὴν εἰκόνα αὐτου̃ καὶ εἴ τις λαμβάνει τò χάραγμα του̃ ὀνόματος αὐτου̃
12 ὡ̃δε ἡ ὑπομονὴ τω̃ν ἁγίων ἐστίν οἱ τηρου̃ντες τὰς ἐντολὰς του̃ θεου̃ καὶ τὴν πίστιν ’Ιησου̃
13 καὶ ἤκουσα φωνη̃ς ἐκ του̃ οὐρανου̃ λεγούσης γράψον μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίω̨ ἀποθνή̨σκοντες ἀπ' ἄρτι ναί λέγει τò πνευ̃μα ἵνα ἀναπαήσονται ἐκ τω̃ν κόπων αὐτω̃ν τὰ γὰρ ἔργα αὐτω̃ν ἀκολουθει̃ μετ' αὐτω̃ν
14 καὶ εἰ̃δον καὶ ἰδοὺ νεφέλη λευκή καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον υἱòν ἀνθρώπου ἔχων ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ στέφανον χρυσου̃ν καὶ ἐν τη̨̃ χειρὶ αὐτου̃ δρέπανον ὀξύ
15 καὶ ἄλλος ἄγγελος ἐξη̃λθεν ἐκ του̃ ναου̃ κράζων ἐν φωνη̨̃ μεγάλη̨ τω̨̃ καθημένω̨ ἐπὶ τη̃ς νεφέλης πέμψον τò δρέπανόν σου καὶ θέρισον ὅτι ἠ̃λθεν ἡ ὥρα θερίσαι ὅτι ἐξηράνθη ὁ θερισμòς τη̃ς γη̃ς
16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τη̃ς νεφέλης τò δρέπανον αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ ἐθερίσθη ἡ γη̃
17 καὶ ἄλλος ἄγγελος ἐξη̃λθεν ἐκ του̃ ναου̃ του̃ ἐν τω̨̃ οὐρανω̨̃ ἔχων καὶ αὐτòς δρέπανον ὀξύ
18 καὶ ἄλλος ἄγγελος ἐξη̃λθεν ἐκ του̃ θυσιαστηρίου ὁ ἔχων ἐξουσίαν ἐπὶ του̃ πυρός καὶ ἐφώνησεν φωνη̨̃ μεγάλη̨ τω̨̃ ἔχοντι τò δρέπανον τò ὀξὺ λέγων πέμψον σου τò δρέπανον τò ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τη̃ς ἀμπέλου τη̃ς γη̃ς ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτη̃ς
19 καὶ ἔβαλεν ὁ ἄγγελος τò δρέπανον αὐτου̃ εἰς τὴν γη̃ν καὶ ἐτρύγησεν τὴν ἄμπελον τη̃ς γη̃ς καὶ ἔβαλεν εἰς τὴν ληνòν του̃ θυμου̃ του̃ θεου̃ τòν μέγαν
20 καὶ ἐπατήθη ἡ ληνòς ἔξωθεν τη̃ς πόλεως καὶ ἐξη̃λθεν αἱ̃μα ἐκ τη̃ς ληνου̃ ἄχρι τω̃ν χαλινω̃ν τω̃ν ἵππων ἀπò σταδίων χιλίων ἑξακοσίων
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.