ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ,
κεφαλίς 10
1 καὶ εἰ̃δον ἄλλον ἄγγελον ἰσχυρòν καταβαίνοντα ἐκ του̃ οὐρανου̃ περιβεβλημένον νεφέλην καὶ ἡ ἰ̃ρις ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ τò πρόσωπον αὐτου̃ ὡς ὁ ἥλιος καὶ οἱ πόδες αὐτου̃ ὡς στυ̃λοι πυρός |
2 καὶ ἔχων ἐν τη̨̃ χειρὶ αὐτου̃ βιβλαρίδιον ἠνεω̨γμένον καὶ ἔθηκεν τòν πόδα αὐτου̃ τòν δεξιòν ἐπὶ τη̃ς θαλάσσης τòν δὲ εὐώνυμον ἐπὶ τη̃ς γη̃ς |
3 καὶ ἔκραξεν φωνη̨̃ μεγάλη̨ ὥσπερ λέων μυκα̃ται καὶ ὅτε ἔκραξεν ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτω̃ν φωνάς |
4 καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί ἤμελλον γράφειν καὶ ἤκουσα φωνὴν ἐκ του̃ οὐρανου̃ λέγουσαν σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί καὶ μὴ αὐτὰ γράψη̨ς |
5 καὶ ὁ ἄγγελος ὃν εἰ̃δον ἑστω̃τα ἐπὶ τη̃ς θαλάσσης καὶ ἐπὶ τη̃ς γη̃ς ἠ̃ρεν τὴν χει̃ρα αὐτου̃ τὴν δεξιὰν εἰς τòν οὐρανòν |
6 καὶ ὤμοσεν ἐν τω̨̃ ζω̃ντι εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ὃς ἔκτισεν τòν οὐρανòν καὶ τὰ ἐν αὐτω̨̃ καὶ τὴν γη̃ν καὶ τὰ ἐν αὐτη̨̃ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτη̨̃ ὅτι χρόνος οὐκέτι ἔσται |
7 ἀλλ' ἐν ται̃ς ἡμέραις τη̃ς φωνη̃ς του̃ ἑβδόμου ἀγγέλου ὅταν μέλλη̨ σαλπίζειν καὶ ἐτελέσθη τò μυστήριον του̃ θεου̃ ὡς εὐηγγέλισεν τοὺς ἑαυτου̃ δούλους τοὺς προφήτας |
8 καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ του̃ οὐρανου̃ πάλιν λαλου̃σαν μετ' ἐμου̃ καὶ λέγουσαν ὕπαγε λάβε τò βιβλίον τò ἠνεω̨γμένον ἐν τη̨̃ χειρὶ του̃ ἀγγέλου του̃ ἑστω̃τος ἐπὶ τη̃ς θαλάσσης καὶ ἐπὶ τη̃ς γη̃ς |
9 καὶ ἀπη̃λθα πρòς τòν ἄγγελον λέγων αὐτω̨̃ δου̃ναί μοι τò βιβλαρίδιον καὶ λέγει μοι λάβε καὶ κατάφαγε αὐτό καὶ πικρανει̃ σου τὴν κοιλίαν ἀλλ' ἐν τω̨̃ στόματί σου ἔσται γλυκὺ ὡς μέλι |
10 καὶ ἔλαβον τò βιβλαρίδιον ἐκ τη̃ς χειρòς του̃ ἀγγέλου καὶ κατέφαγον αὐτό καὶ ἠ̃ν ἐν τω̨̃ στόματί μου ὡς μέλι γλυκύ καὶ ὅτε ἔφαγον αὐτό ἐπικράνθη ἡ κοιλία μου |
11 καὶ λέγουσίν μοι δει̃ σε πάλιν προφητευ̃σαι ἐπὶ λαοι̃ς καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλευ̃σιν πολλοι̃ς |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.