Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 70

τω̨̃ Δαυιδ υἱω̃ν Ιωναδαβ καὶ τω̃ν πρώτων αἰχμαλωτισθέντων ὁ θεός ἐπὶ σοὶ ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰω̃να
ἐν τη̨̃ δικαιοσύνη̨ σου ῥυ̃σαί με καὶ ἐξελου̃ με κλι̃νον πρός με τὸ οὐ̃ς σου καὶ σω̃σόν με
γενου̃ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν του̃ σω̃σαί με ὅτι στερέωμά μου καὶ καταφυγή μου εἰ̃ σύ
ὁ θεός μου ῥυ̃σαί με ἐκ χειρὸς ἁμαρτωλου̃ ἐκ χειρὸς παρανομου̃ντος καὶ ἀδικου̃ντος
ὅτι σὺ εἰ̃ ἡ ὑπομονή μου κύριε κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου
ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός ἐκ κοιλίας μητρός μου σύ μου εἰ̃ σκεπαστής ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός
ὡσεὶ τέρας ἐγενήθην τοι̃ς πολλοι̃ς καὶ σὺ βοηθὸς κραταιός
πληρωθήτω τὸ στόμα μου αἰνέσεως ὅπως ὑμνήσω τὴν δόξαν σου ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου
μὴ ἀπορρίψη̨ς με εἰς καιρὸν γήρους ἐν τω̨̃ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπη̨ς με
10 ὅτι εἰ̃παν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ
11 λέγοντες ὁ θεὸς ἐγκατέλιπεν αὐτόν καταδιώξατε καὶ καταλάβετε αὐτόν ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος
12 ὁ θεός μὴ μακρύνη̨ς ἀπ' ἐμου̃ ὁ θεός μου εἰς τὴν βοήθειάν μου πρόσχες
13 αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητου̃ντες τὰ κακά μοι
14 ἐγὼ δὲ διὰ παντὸς ἐλπιω̃ καὶ προσθήσω ἐπὶ πα̃σαν τὴν αἴνεσίν σου
15 τὸ στόμα μου ἐξαγγελει̃ τὴν δικαιοσύνην σου ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου ὅτι οὐκ ἔγνων γραμματείας
16 εἰσελεύσομαι ἐν δυναστεία̨ κυρίου κύριε μνησθήσομαι τη̃ς δικαιοσύνης σου μόνου
17 ἐδίδαξάς με ὁ θεός ἐκ νεότητός μου καὶ μέχρι νυ̃ν ἀπαγγελω̃ τὰ θαυμάσιά σου
18 καὶ ἕως γήρους καὶ πρεσβείου ὁ θεός μὴ ἐγκαταλίπη̨ς με ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάση̨ τη̨̃ γενεα̨̃ τη̨̃ ἐρχομένη̨ τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου
19 ὁ θεός ἕως ὑψίστων ἃ ἐποίησας μεγαλει̃α ὁ θεός τίς ὅμοιός σοι
20 ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς καὶ ἐπιστρέψας ἐζωοποίησάς με καὶ ἐκ τω̃ν ἀβύσσων τη̃ς γη̃ς πάλιν ἀνήγαγές με
21 ἐπλεόνασας τὴν μεγαλοσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με καὶ ἐκ τω̃ν ἀβύσσων τη̃ς γη̃ς πάλιν ἀνήγαγές με
22 καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμου̃ τὴν ἀλήθειάν σου ὁ θεός ψαλω̃ σοι ἐν κιθάρα̨ ὁ ἅγιος του̃ Ισραηλ
23 ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω
24 ἔτι δὲ καὶ ἡ γλω̃σσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου ὅταν αἰσχυνθω̃σιν καὶ ἐντραπω̃σιν οἱ ζητου̃ντες τὰ κακά μοι
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.