Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 67

εἰς τὸ τέλος τω̨̃ Δαυιδ ψαλμὸς ὠ̨δη̃ς
ἀναστήτω ὁ θεός καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτου̃ καὶ φυγέτωσαν οἱ μισου̃ντες αὐτὸν ἀπὸ προσώπου αὐτου̃
ὡς ἐκλείπει καπνός ἐκλιπέτωσαν ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου του̃ θεου̃
καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν ἀγαλλιάσθωσαν ἐνώπιον του̃ θεου̃ τερφθήτωσαν ἐν εὐφροσύνη̨
ἄ̨σατε τω̨̃ θεω̨̃ ψάλατε τω̨̃ ὀνόματι αὐτου̃ ὁδοποιήσατε τω̨̃ ἐπιβεβηκότι ἐπὶ δυσμω̃ν κύριος ὄνομα αὐτω̨̃ καὶ ἀγαλλια̃σθε ἐνώπιον αὐτου̃ ταραχθήσονται ἀπὸ προσώπου αὐτου̃
του̃ πατρὸς τω̃ν ὀρφανω̃ν καὶ κριτου̃ τω̃ν χηρω̃ν ὁ θεὸς ἐν τόπω̨ ἁγίω̨ αὐτου̃
ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκω̨ ἐξάγων πεπεδημένους ἐν ἀνδρεία̨ ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικου̃ντας ἐν τάφοις
ὁ θεός ἐν τω̨̃ ἐκπορεύεσθαί σε ἐνώπιον του̃ λαου̃ σου ἐν τω̨̃ διαβαίνειν σε ἐν τη̨̃ ἐρήμω̨ διάψαλμα
γη̃ ἐσείσθη καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου του̃ θεου̃ του̃το Σινα ἀπὸ προσώπου του̃ θεου̃ Ισραηλ
10 βροχὴν ἑκούσιον ἀφοριει̃ς ὁ θεός τη̨̃ κληρονομία̨ σου καὶ ἠσθένησεν σὺ δὲ κατηρτίσω αὐτήν
11 τὰ ζω̨̃ά σου κατοικου̃σιν ἐν αὐτη̨̃ ἡτοίμασας ἐν τη̨̃ χρηστότητί σου τω̨̃ πτωχω̨̃ ὁ θεός
12 κύριος δώσει ῥη̃μα τοι̃ς εὐαγγελιζομένοις δυνάμει πολλη̨̃
13 ὁ βασιλεὺς τω̃ν δυνάμεων του̃ ἀγαπητου̃ καὶ ὡραιότητι του̃ οἴκου διελέσθαι σκυ̃λα
14 ἐὰν κοιμηθη̃τε ἀνὰ μέσον τω̃ν κλήρων πτέρυγες περιστερα̃ς περιηργυρωμέναι καὶ τὰ μετάφρενα αὐτη̃ς ἐν χλωρότητι χρυσίου διάψαλμα
15 ἐν τω̨̃ διαστέλλειν τὸν ἐπουράνιον βασιλει̃ς ἐπ' αὐτη̃ς χιονωθήσονται ἐν Σελμων
16 ὄρος του̃ θεου̃ ὄρος πι̃ον ὄρος τετυρωμένον ὄρος πι̃ον
17 ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα τὸ ὄρος ὃ εὐδόκησεν ὁ θεὸς κατοικει̃ν ἐν αὐτω̨̃ καὶ γὰρ ὁ κύριος κατασκηνώσει εἰς τέλος
18 τὸ ἅρμα του̃ θεου̃ μυριοπλάσιον χιλιάδες εὐθηνούντων ὁ κύριος ἐν αὐτοι̃ς ἐν Σινα ἐν τω̨̃ ἁγίω̨
19 ἀνέβης εἰς ὕψος ἠ̨χμαλώτευσας αἰχμαλωσίαν ἔλαβες δόματα ἐν ἀνθρώπω̨ καὶ γὰρ ἀπειθου̃ντες του̃ κατασκηνω̃σαι κύριος ὁ θεὸς εὐλογητός
20 εὐλογητὸς κύριος ἡμέραν καθ' ἡμέραν κατευοδώσει ἡμι̃ν ὁ θεὸς τω̃ν σωτηρίων ἡμω̃ν διάψαλμα
21 ὁ θεὸς ἡμω̃ν θεὸς του̃ σώ̨ζειν καὶ του̃ κυρίου κυρίου αἱ διέξοδοι του̃ θανάτου
22 πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρω̃ν αὐτου̃ κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτω̃ν
23 εἰ̃πεν κύριος ἐκ Βασαν ἐπιστρέψω ἐπιστρέψω ἐν βυθοι̃ς θαλάσσης
24 ὅπως ἂν βαφη̨̃ ὁ πούς σου ἐν αἵματι ἡ γλω̃σσα τω̃ν κυνω̃ν σου ἐξ ἐχθρω̃ν παρ' αὐτου̃
25 ἐθεωρήθησαν αἱ πορει̃αί σου ὁ θεός αἱ πορει̃αι του̃ θεου̃ μου του̃ βασιλέως του̃ ἐν τω̨̃ ἁγίω̨
26 προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσω̨ νεανίδων τυμπανιστριω̃ν
27 ἐν ἐκκλησίαις εὐλογει̃τε τὸν θεόν τὸν κύριον ἐκ πηγω̃ν Ισραηλ
28 ἐκει̃ Βενιαμιν νεώτερος ἐν ἐκστάσει ἄρχοντες Ιουδα ἡγεμόνες αὐτω̃ν ἄρχοντες Ζαβουλων ἄρχοντες Νεφθαλι
29 ἔντειλαι ὁ θεός τη̨̃ δυνάμει σου δυνάμωσον ὁ θεός του̃το ὃ κατειργάσω ἡμι̃ν
30 ἀπὸ του̃ ναου̃ σου ἐπὶ Ιερουσαλημ σοὶ οἴσουσιν βασιλει̃ς δω̃ρα
31 ἐπιτίμησον τοι̃ς θηρίοις του̃ καλάμου ἡ συναγωγὴ τω̃ν ταύρων ἐν ται̃ς δαμάλεσιν τω̃ν λαω̃ν του̃ μὴ ἀποκλεισθη̃ναι τοὺς δεδοκιμασμένους τω̨̃ ἀργυρίω̨ διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα
32 ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου Αἰθιοπία προφθάσει χει̃ρα αὐτη̃ς τω̨̃ θεω̨̃
33 αἱ βασιλει̃αι τη̃ς γη̃ς ἄ̨σατε τω̨̃ θεω̨̃ ψάλατε τω̨̃ κυρίω̨ διάψαλμα
34 ψάλατε τω̨̃ θεω̨̃ τω̨̃ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν του̃ οὐρανου̃ κατὰ ἀνατολάς ἰδοὺ δώσει ἐν τη̨̃ φωνη̨̃ αὐτου̃ φωνὴν δυνάμεως
35 δότε δόξαν τω̨̃ θεω̨̃ ἐπὶ τὸν Ισραηλ ἡ μεγαλοπρέπεια αὐτου̃ καὶ ἡ δύναμις αὐτου̃ ἐν ται̃ς νεφέλαις
36 θαυμαστὸς ὁ θεὸς ἐν τοι̃ς ἁγίοις αὐτου̃ ὁ θεὸς Ισραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τω̨̃ λαω̨̃ αὐτου̃ εὐλογητὸς ὁ θεός
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.