2 εἰ ἀληθω̃ς ἄρα δικαιοσύνην λαλει̃τε εὐθει̃α κρίνετε οἱ υἱοὶ τω̃ν ἀνθρώπων |
3 καὶ γὰρ ἐν καρδία̨ ἀνομίας ἐργάζεσθε ἐν τη̨̃ γη̨̃ ἀδικίαν αἱ χει̃ρες ὑμω̃ν συμπλέκουσιν |
4 ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας ἐπλανήθησαν ἀπὸ γαστρός ἐλάλησαν ψεύδη |
5 θυμὸς αὐτοι̃ς κατὰ τὴν ὁμοίωσιν του̃ ὄφεως ὡσεὶ ἀσπίδος κωφη̃ς καὶ βυούσης τὰ ὠ̃τα αὐτη̃ς |
6 ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπα̨δόντων φαρμάκου τε φαρμακευομένου παρὰ σοφου̃ |
7 ὁ θεὸς συνέτριψεν τοὺς ὀδόντας αὐτω̃ν ἐν τω̨̃ στόματι αὐτω̃ν τὰς μύλας τω̃ν λεόντων συνέθλασεν κύριος |
8 ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον ἐντενει̃ τὸ τόξον αὐτου̃ ἕως οὑ̃ ἀσθενήσουσιν |
9 ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται ἐπέπεσε πυ̃ρ καὶ οὐκ εἰ̃δον τὸν ἥλιον |
10 πρὸ του̃ συνιέναι τὰς ἀκάνθας ὑμω̃ν τὴν ῥάμνον ὡσεὶ ζω̃ντας ὡσεὶ ἐν ὀργη̨̃ καταπίεται ὑμα̃ς |
11 εὐφρανθήσεται δίκαιος ὅταν ἴδη̨ ἐκδίκησιν ἀσεβω̃ν τὰς χει̃ρας αὐτου̃ νίψεται ἐν τω̨̃ αἵματι του̃ ἁμαρτωλου̃ |
12 καὶ ἐρει̃ ἄνθρωπος εἰ ἄρα ἔστιν καρπὸς τω̨̃ δικαίω̨ ἄρα ἐστὶν ὁ θεὸς κρίνων αὐτοὺς ἐν τη̨̃ γη̨̃ |