Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 54

1 εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τω̨̃ Δαυιδ
2 ἐνώτισαι ὁ θεός τὴν προσευχὴν μου καὶ μὴ ὑπερίδη̨ς τὴν δέησίν μου
3 πρόσχες μοι καὶ εἰσάκουσόν μου ἐλυπήθην ἐν τη̨̃ ἀδολεσχία̨ μου καὶ ἐταράχθην
4 ἀπὸ φωνη̃ς ἐχθρου̃ καὶ ἀπὸ θλίψεως ἁμαρτωλου̃ ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν καὶ ἐν ὀργη̨̃ ἐνεκότουν μοι
5 ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ
6 φόβος καὶ τρόμος ἠ̃λθεν ἐπ' ἐμέ καὶ ἐκάλυψέν με σκότος
7 καὶ εἰ̃πα τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερα̃ς καὶ πετασθήσομαι καὶ καταπαύσω
8 ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τη̨̃ ἐρήμω̨ διάψαλμα
9 προσεδεχόμην τὸν σώ̨ζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος
10 καταπόντισον κύριε καὶ καταδίελε τὰς γλώσσας αὐτω̃ν ὅτι εἰ̃δον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τη̨̃ πόλει
11 ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτη̃ς ἀνομία καὶ κόπος ἐν μέσω̨ αὐτη̃ς καὶ ἀδικία
12 καὶ οὐκ ἐξέλιπεν ἐκ τω̃ν πλατειω̃ν αὐτη̃ς τόκος καὶ δόλος
13 ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με ὑπήνεγκα ἄν καὶ εἰ ὁ μισω̃ν με ἐπ' ἐμὲ ἐμεγαλορρημόνησεν ἐκρύβην ἂν ἀπ' αὐτου̃
14 σὺ δέ ἄνθρωπε ἰσόψυχε ἡγεμών μου καὶ γνωστέ μου
15 ὃς ἐπὶ τὸ αὐτό μοι ἐγλύκανας ἐδέσματα ἐν τω̨̃ οἴκω̨ του̃ θεου̃ ἐπορεύθημεν ἐν ὁμονοία̨
16 ἐλθέτω θάνατος ἐπ' αὐτούς καὶ καταβήτωσαν εἰς ἅ̨δου ζω̃ντες ὅτι πονηρίαι ἐν ται̃ς παροικίαις αὐτω̃ν ἐν μέσω̨ αὐτω̃ν
17 ἐγὼ δὲ πρὸς τὸν θεὸν ἐκέκραξα καὶ ὁ κύριος εἰσήκουσέν μου
18 ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι ἀπαγγελω̃ καὶ εἰσακούσεται τη̃ς φωνη̃ς μου
19 λυτρώσεται ἐν εἰρήνη̨ τὴν ψυχήν μου ἀπὸ τω̃ν ἐγγιζόντων μοι ὅτι ἐν πολλοι̃ς ἠ̃σαν σὺν ἐμοί
20 εἰσακούσεται ὁ θεὸς καὶ ταπεινώσει αὐτούς ὁ ὑπάρχων πρὸ τω̃ν αἰώνων διάψαλμα οὐ γάρ ἐστιν αὐτοι̃ς ἀντάλλαγμα καὶ οὐκ ἐφοβήθησαν τὸν θεόν
21 ἐξέτεινεν τὴν χει̃ρα αὐτου̃ ἐν τω̨̃ ἀποδιδόναι ἐβεβήλωσαν τὴν διαθήκην αὐτου̃
22 διεμερίσθησαν ἀπὸ ὀργη̃ς του̃ προσώπου αὐτου̃ καὶ ἤγγισεν ἡ καρδία αὐτου̃ ἡπαλύνθησαν οἱ λόγοι αὐτου̃ ὑπὲρ ἔλαιον καὶ αὐτοί εἰσιν βολίδες
23 ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου καὶ αὐτός σε διαθρέψει οὐ δώσει εἰς τὸν αἰω̃να σάλον τω̨̃ δικαίω̨
24 σὺ δέ ὁ θεός κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορα̃ς ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτω̃ν ἐγὼ δὲ ἐλπιω̃ ἐπὶ σέ κύριε
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.