Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 45

εἰς τὸ τέλος ὑπὲρ τω̃ν υἱω̃ν Κορε ὑπὲρ τω̃ν κρυφίων ψαλμός
ὁ θεὸς ἡμω̃ν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσιν ται̃ς εὑρούσαις ἡμα̃ς σφόδρα
διὰ του̃το οὐ φοβηθησόμεθα ἐν τω̨̃ ταράσσεσθαι τὴν γη̃ν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσω̃ν
ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτω̃ν ἐταράχθησαν τὰ ὄρη ἐν τη̨̃ κραταιότητι αὐτου̃ διάψαλμα
του̃ ποταμου̃ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν του̃ θεου̃ ἡγίασεν τὸ σκήνωμα αὐτου̃ ὁ ὕψιστος
ὁ θεὸς ἐν μέσω̨ αὐτη̃ς οὐ σαλευθήσεται βοηθήσει αὐτη̨̃ ὁ θεὸς τὸ πρὸς πρωί
ἐταράχθησαν ἔθνη ἔκλιναν βασιλει̃αι ἔδωκεν φωνὴν αὐτου̃ ἐσαλεύθη ἡ γη̃
κύριος τω̃ν δυνάμεων μεθ' ἡμω̃ν ἀντιλήμπτωρ ἡμω̃ν ὁ θεὸς Ιακωβ διάψαλμα
δευ̃τε ἴδετε τὰ ἔργα κυρίου ἃ ἔθετο τέρατα ἐπὶ τη̃ς γη̃ς
10 ἀνταναιρω̃ν πολέμους μέχρι τω̃ν περάτων τη̃ς γη̃ς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί
11 σχολάσατε καὶ γνω̃τε ὅτι ἐγώ εἰμι ὁ θεός ὑψωθήσομαι ἐν τοι̃ς ἔθνεσιν ὑψωθήσομαι ἐν τη̨̃ γη̨̃
12 κύριος τω̃ν δυνάμεων μεθ' ἡμω̃ν ἀντιλήμπτωρ ἡμω̃ν ὁ θεὸς Ιακωβ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.