Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 41

1 εἰς τὸ τέλος εἰς σύνεσιν τοι̃ς υἱοι̃ς Κορε
2 ὃν τρόπον ἐπιποθει̃ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τω̃ν ὑδάτων οὕτως ἐπιποθει̃ ἡ ψυχή μου πρὸς σέ ὁ θεός
3 ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ζω̃ντα πότε ἥξω καὶ ὀφθήσομαι τω̨̃ προσώπω̨ του̃ θεου̃
4 ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τω̨̃ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν που̃ ἐστιν ὁ θεός σου
5 ταυ̃τα ἐμνήσθην καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου ὅτι διελεύσομαι ἐν τόπω̨ σκηνη̃ς θαυμαστη̃ς ἕως του̃ οἴκου του̃ θεου̃ ἐν φωνη̨̃ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος
6 ἵνα τί περίλυπος εἰ̃ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτω̨̃ σωτήριον του̃ προσώπου μου ὁ θεός μου
7 πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη διὰ του̃το μνησθήσομαί σου ἐκ γη̃ς Ιορδάνου καὶ Ερμωνιιμ ἀπὸ ὄρους μικρου̃
8 ἄβυσσος ἄβυσσον ἐπικαλει̃ται εἰς φωνὴν τω̃ν καταρρακτω̃ν σου πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διη̃λθον
9 ἡμέρας ἐντελει̃ται κύριος τὸ ἔλεος αὐτου̃ καὶ νυκτὸς ὠ̨δὴ παρ' ἐμοί προσευχὴ τω̨̃ θεω̨̃ τη̃ς ζωη̃ς μου
10 ἐρω̃ τω̨̃ θεω̨̃ ἀντιλήμπτωρ μου εἰ̃ διὰ τί μου ἐπελάθου ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τω̨̃ ἐκθλίβειν τὸν ἐχθρόν μου
11 ἐν τω̨̃ καταθλάσαι τὰ ὀστα̃ μου ὠνείδισάν με οἱ θλίβοντές με ἐν τω̨̃ λέγειν αὐτούς μοι καθ' ἑκάστην ἡμέραν που̃ ἐστιν ὁ θεός σου
12 ἵνα τί περίλυπος εἰ̃ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτω̨̃ ἡ σωτηρία του̃ προσώπου μου ὁ θεός μου

ΨΑΛΜΟΙ, ψαλμὀς 42

1 ψαλμὸς τω̨̃ Δαυιδ κρι̃νόν με ὁ θεός καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥυ̃σαί με
2 ὅτι σὺ εἰ̃ ὁ θεός κραταίωμά μου ἵνα τί ἀπώσω με καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τω̨̃ ἐκθλίβειν τὸν ἐχθρόν μου
3 ἐξαπόστειλον τὸ φω̃ς σου καὶ τὴν ἀλήθειάν σου αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου
4 καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον του̃ θεου̃ πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου ἐξομολογήσομαί σοι ἐν κιθάρα̨ ὁ θεὸς ὁ θεός μου
5 ἵνα τί περίλυπος εἰ̃ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτω̨̃ σωτήριον του̃ προσώπου μου ὁ θεός μου

ΨΑΛΜΟΙ, ψαλμὀς 43

1 εἰς τὸ τέλος τοι̃ς υἱοι̃ς Κορε εἰς σύνεσιν ψαλμός
2 ὁ θεός ἐν τοι̃ς ὠσὶν ἡμω̃ν ἠκούσαμεν οἱ πατέρες ἡμω̃ν ἀνήγγειλαν ἡμι̃ν ἔργον ὃ εἰργάσω ἐν ται̃ς ἡμέραις αὐτω̃ν ἐν ἡμέραις ἀρχαίαις
3 ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν καὶ κατεφύτευσας αὐτούς ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς
4 οὐ γὰρ ἐν τη̨̃ ῥομφαία̨ αὐτω̃ν ἐκληρονόμησαν γη̃ν καὶ ὁ βραχίων αὐτω̃ν οὐκ ἔσωσεν αὐτούς ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς του̃ προσώπου σου ὅτι εὐδόκησας ἐν αὐτοι̃ς
5 σὺ εἰ̃ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου ὁ ἐντελλόμενος τὰς σωτηρίας Ιακωβ
6 ἐν σοὶ τοὺς ἐχθροὺς ἡμω̃ν κερατιου̃μεν καὶ ἐν τω̨̃ ὀνόματί σου ἐξουθενώσομεν τοὺς ἐπανιστανομένους ἡμι̃ν
7 οὐ γὰρ ἐπὶ τω̨̃ τόξω̨ μου ἐλπιω̃ καὶ ἡ ῥομφαία μου οὐ σώσει με
8 ἔσωσας γὰρ ἡμα̃ς ἐκ τω̃ν θλιβόντων ἡμα̃ς καὶ τοὺς μισου̃ντας ἡμα̃ς κατή̨σχυνας
9 ἐν τω̨̃ θεω̨̃ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν καὶ ἐν τω̨̃ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰω̃να διάψαλμα
10 νυνὶ δὲ ἀπώσω καὶ κατή̨σχυνας ἡμα̃ς καὶ οὐκ ἐξελεύση̨ ἐν ται̃ς δυνάμεσιν ἡμω̃ν
11 ἀπέστρεψας ἡμα̃ς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμω̃ν καὶ οἱ μισου̃ντες ἡμα̃ς διήρπαζον ἑαυτοι̃ς
12 ἔδωκας ἡμα̃ς ὡς πρόβατα βρώσεως καὶ ἐν τοι̃ς ἔθνεσιν διέσπειρας ἡμα̃ς
13 ἀπέδου τὸν λαόν σου ἄνευ τιμη̃ς καὶ οὐκ ἠ̃ν πλη̃θος ἐν τοι̃ς ἀλλάγμασιν αὐτω̃ν
14 ἔθου ἡμα̃ς ὄνειδος τοι̃ς γείτοσιν ἡμω̃ν μυκτηρισμὸν καὶ καταγέλωτα τοι̃ς κύκλω̨ ἡμω̃ν
15 ἔθου ἡμα̃ς εἰς παραβολὴν ἐν τοι̃ς ἔθνεσιν κίνησιν κεφαλη̃ς ἐν τοι̃ς λαοι̃ς
16 ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστιν καὶ ἡ αἰσχύνη του̃ προσώπου μου ἐκάλυψέν με
17 ἀπὸ φωνη̃ς ὀνειδίζοντος καὶ παραλαλου̃ντος ἀπὸ προσώπου ἐχθρου̃ καὶ ἐκδιώκοντος
18 ταυ̃τα πάντα ἠ̃λθεν ἐφ' ἡμα̃ς καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκη̨ σου
19 καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμω̃ν καὶ ἐξέκλινας τὰς τρίβους ἡμω̃ν ἀπὸ τη̃ς ὁδου̃ σου
20 ὅτι ἐταπείνωσας ἡμα̃ς ἐν τόπω̨ κακώσεως καὶ ἐπεκάλυψεν ἡμα̃ς σκιὰ θανάτου
21 εἰ ἐπελαθόμεθα του̃ ὀνόματος του̃ θεου̃ ἡμω̃ν καὶ εἰ διεπετάσαμεν χει̃ρας ἡμω̃ν πρὸς θεὸν ἀλλότριον
22 οὐχὶ ὁ θεὸς ἐκζητήσει ταυ̃τα αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τη̃ς καρδίας
23 ὅτι ἕνεκα σου̃ θανατούμεθα ὅλην τὴν ἡμέραν ἐλογίσθημεν ὡς πρόβατα σφαγη̃ς
24 ἐξεγέρθητι ἵνα τί ὑπνοι̃ς κύριε ἀνάστηθι καὶ μὴ ἀπώση̨ εἰς τέλος
25 ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις ἐπιλανθάνη̨ τη̃ς πτωχείας ἡμω̃ν καὶ τη̃ς θλίψεως ἡμω̃ν
26 ὅτι ἐταπεινώθη εἰς χου̃ν ἡ ψυχὴ ἡμω̃ν ἐκολλήθη εἰς γη̃ν ἡ γαστὴρ ἡμω̃ν
27 ἀνάστα κύριε βοήθησον ἡμι̃ν καὶ λύτρωσαι ἡμα̃ς ἕνεκεν του̃ ὀνόματός σου

ΨΑΛΜΟΙ, ψαλμὀς 44

1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ἀλλοιωθησομένων τοι̃ς υἱοι̃ς Κορε εἰς σύνεσιν ὠ̨δὴ ὑπὲρ του̃ ἀγαπητου̃
2 ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν λέγω ἐγὼ τὰ ἔργα μου τω̨̃ βασιλει̃ ἡ γλω̃σσά μου κάλαμος γραμματέως ὀξυγράφου
3 ὡραι̃ος κάλλει παρὰ τοὺς υἱοὺς τω̃ν ἀνθρώπων ἐξεχύθη χάρις ἐν χείλεσίν σου διὰ του̃το εὐλόγησέν σε ὁ θεὸς εἰς τὸν αἰω̃να
4 περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ τη̨̃ ὡραιότητί σου καὶ τω̨̃ κάλλει σου
5 καὶ ἔντεινον καὶ κατευοδου̃ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης καὶ ὁδηγήσει σε θαυμαστω̃ς ἡ δεξιά σου
6 τὰ βέλη σου ἠκονημένα δυνατέ λαοὶ ὑποκάτω σου πεσου̃νται ἐν καρδία̨ τω̃ν ἐχθρω̃ν του̃ βασιλέως
7 ὁ θρόνος σου ὁ θεός εἰς τὸν αἰω̃να του̃ αἰω̃νος ῥάβδος εὐθύτητος ἡ ῥάβδος τη̃ς βασιλείας σου
8 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν διὰ του̃το ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
9 σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τω̃ν ἱματίων σου ἀπὸ βάρεων ἐλεφαντίνων ἐξ ὡ̃ν ηὔφρανάν σε
10 θυγατέρες βασιλέων ἐν τη̨̃ τιμη̨̃ σου παρέστη ἡ βασίλισσα ἐκ δεξιω̃ν σου ἐν ἱματισμω̨̃ διαχρύσω̨ περιβεβλημένη πεποικιλμένη
11 ἄκουσον θύγατερ καὶ ἰδὲ καὶ κλι̃νον τὸ οὐ̃ς σου καὶ ἐπιλάθου του̃ λαου̃ σου καὶ του̃ οἴκου του̃ πατρός σου
12 ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς του̃ κάλλους σου ὅτι αὐτός ἐστιν ὁ κύριός σου
13 καὶ προσκυνήσουσιν αὐτω̨̃ θυγατέρες Τύρου ἐν δώροις τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι του̃ λαου̃
14 πα̃σα ἡ δόξα αὐτη̃ς θυγατρὸς βασιλέως ἔσωθεν ἐν κροσσωτοι̃ς χρυσοι̃ς περιβεβλημένη πεποικιλμένη
15 ἀπενεχθήσονται τω̨̃ βασιλει̃ παρθένοι ὀπίσω αὐτη̃ς αἱ πλησίον αὐτη̃ς ἀπενεχθήσονταί σοι
16 ἀπενεχθήσονται ἐν εὐφροσύνη̨ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως
17 ἀντὶ τω̃ν πατέρων σου ἐγενήθησάν σοι υἱοί καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πα̃σαν τὴν γη̃ν
18 μνησθήσονται του̃ ὀνόματός σου ἐν πάση̨ γενεα̨̃ καὶ γενεα̨̃ διὰ του̃το λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

ΨΑΛΜΟΙ, ψαλμὀς 45

1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν υἱω̃ν Κορε ὑπὲρ τω̃ν κρυφίων ψαλμός
2 ὁ θεὸς ἡμω̃ν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσιν ται̃ς εὑρούσαις ἡμα̃ς σφόδρα
3 διὰ του̃το οὐ φοβηθησόμεθα ἐν τω̨̃ ταράσσεσθαι τὴν γη̃ν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσω̃ν
4 ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτω̃ν ἐταράχθησαν τὰ ὄρη ἐν τη̨̃ κραταιότητι αὐτου̃ διάψαλμα
5 του̃ ποταμου̃ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν του̃ θεου̃ ἡγίασεν τὸ σκήνωμα αὐτου̃ ὁ ὕψιστος
6 ὁ θεὸς ἐν μέσω̨ αὐτη̃ς οὐ σαλευθήσεται βοηθήσει αὐτη̨̃ ὁ θεὸς τὸ πρὸς πρωί
7 ἐταράχθησαν ἔθνη ἔκλιναν βασιλει̃αι ἔδωκεν φωνὴν αὐτου̃ ἐσαλεύθη ἡ γη̃
8 κύριος τω̃ν δυνάμεων μεθ' ἡμω̃ν ἀντιλήμπτωρ ἡμω̃ν ὁ θεὸς Ιακωβ διάψαλμα
9 δευ̃τε ἴδετε τὰ ἔργα κυρίου ἃ ἔθετο τέρατα ἐπὶ τη̃ς γη̃ς
10 ἀνταναιρω̃ν πολέμους μέχρι τω̃ν περάτων τη̃ς γη̃ς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί
11 σχολάσατε καὶ γνω̃τε ὅτι ἐγώ εἰμι ὁ θεός ὑψωθήσομαι ἐν τοι̃ς ἔθνεσιν ὑψωθήσομαι ἐν τη̨̃ γη̨̃
12 κύριος τω̃ν δυνάμεων μεθ' ἡμω̃ν ἀντιλήμπτωρ ἡμω̃ν ὁ θεὸς Ιακωβ

ΨΑΛΜΟΙ, ψαλμὀς 46

1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν υἱω̃ν Κορε ψαλμός
2 πάντα τὰ ἔθνη κροτήσατε χει̃ρας ἀλαλάξατε τω̨̃ θεω̨̃ ἐν φωνη̨̃ ἀγαλλιάσεως
3 ὅτι κύριος ὕψιστος φοβερός βασιλεὺς μέγας ἐπὶ πα̃σαν τὴν γη̃ν
4 ὑπέταξεν λαοὺς ἡμι̃ν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμω̃ν
5 ἐξελέξατο ἡμι̃ν τὴν κληρονομίαν αὐτου̃ τὴν καλλονὴν Ιακωβ ἣν ἠγάπησεν διάψαλμα
6 ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμω̨̃ κύριος ἐν φωνη̨̃ σάλπιγγος
7 ψάλατε τω̨̃ θεω̨̃ ἡμω̃ν ψάλατε ψάλατε τω̨̃ βασιλει̃ ἡμω̃ν ψάλατε
8 ὅτι βασιλεὺς πάσης τη̃ς γη̃ς ὁ θεός ψάλατε συνετω̃ς
9 ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτου̃
10 ἄρχοντες λαω̃ν συνήχθησαν μετὰ του̃ θεου̃ Αβρααμ ὅτι του̃ θεου̃ οἱ κραταιοὶ τη̃ς γη̃ς σφόδρα ἐπήρθησαν

ΨΑΛΜΟΙ, ψαλμὀς 47

1 ψαλμὸς ὠ̨δη̃ς τοι̃ς υἱοι̃ς Κορε δευτέρα̨ σαββάτου
2 μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει του̃ θεου̃ ἡμω̃ν ὄρει ἁγίω̨ αὐτου̃
3 εὐ̃ ῥιζω̃ν ἀγαλλιάματι πάσης τη̃ς γη̃ς ὄρη Σιων τὰ πλευρὰ του̃ βορρα̃ ἡ πόλις του̃ βασιλέως του̃ μεγάλου
4 ὁ θεὸς ἐν ται̃ς βάρεσιν αὐτη̃ς γινώσκεται ὅταν ἀντιλαμβάνηται αὐτη̃ς
5 ὅτι ἰδοὺ οἱ βασιλει̃ς συνήχθησαν ἤλθοσαν ἐπὶ τὸ αὐτό
6 αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν ἐταράχθησαν ἐσαλεύθησαν
7 τρόμος ἐπελάβετο αὐτω̃ν ἐκει̃ ὠδι̃νες ὡς τικτούσης
8 ἐν πνεύματι βιαίω̨ συντρίψεις πλοι̃α Θαρσις
9 καθάπερ ἠκούσαμεν οὕτως εἴδομεν ἐν πόλει κυρίου τω̃ν δυνάμεων ἐν πόλει του̃ θεου̃ ἡμω̃ν ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰω̃να διάψαλμα
10 ὑπελάβομεν ὁ θεός τὸ ἔλεός σου ἐν μέσω̨ του̃ ναου̃ σου
11 κατὰ τὸ ὄνομά σου ὁ θεός οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τη̃ς γη̃ς δικαιοσύνης πλήρης ἡ δεξιά σου
12 εὐφρανθήτω τὸ ὄρος Σιων ἀγαλλιάσθωσαν αἱ θυγατέρες τη̃ς Ιουδαίας ἕνεκεν τω̃ν κριμάτων σου κύριε
13 κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν διηγήσασθε ἐν τοι̃ς πύργοις αὐτη̃ς
14 θέσθε τὰς καρδίας ὑμω̃ν εἰς τὴν δύναμιν αὐτη̃ς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτη̃ς ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν
15 ὅτι οὑ̃τός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμω̃ν εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος αὐτὸς ποιμανει̃ ἡμα̃ς εἰς τοὺς αἰω̃νας

ΨΑΛΜΟΙ, ψαλμὀς 48

1 εἰς τὸ τέλος τοι̃ς υἱοι̃ς Κορε ψαλμός
2 ἀκούσατε ταυ̃τα πάντα τὰ ἔθνη ἐνωτίσασθε πάντες οἱ κατοικου̃ντες τὴν οἰκουμένην
3 οἵ τε γηγενει̃ς καὶ οἱ υἱοὶ τω̃ν ἀνθρώπων ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης
4 τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τη̃ς καρδίας μου σύνεσιν
5 κλινω̃ εἰς παραβολὴν τὸ οὐ̃ς μου ἀνοίξω ἐν ψαλτηρίω̨ τὸ πρόβλημά μου
6 ἵνα τί φοβου̃μαι ἐν ἡμέρα̨ πονηρα̨̃ ἡ ἀνομία τη̃ς πτέρνης μου κυκλώσει με
7 οἱ πεποιθότες ἐπὶ τη̨̃ δυνάμει αὐτω̃ν καὶ ἐπὶ τω̨̃ πλήθει του̃ πλούτου αὐτω̃ν καυχώμενοι
8 ἀδελφὸς οὐ λυτρου̃ται λυτρώσεται ἄνθρωπος οὐ δώσει τω̨̃ θεω̨̃ ἐξίλασμα αὐτου̃
9 καὶ τὴν τιμὴν τη̃ς λυτρώσεως τη̃ς ψυχη̃ς αὐτου̃
10 καὶ ἐκόπασεν εἰς τὸν αἰω̃να καὶ ζήσεται εἰς τέλος ὅτι οὐκ ὄψεται καταφθοράν ὅταν ἴδη̨ σοφοὺς ἀποθνή̨σκοντας
11 ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολου̃νται καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλου̃τον αὐτω̃ν
12 καὶ οἱ τάφοι αὐτω̃ν οἰκίαι αὐτω̃ν εἰς τὸν αἰω̃να σκηνώματα αὐτω̃ν εἰς γενεὰν καὶ γενεάν ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτω̃ν ἐπὶ τω̃ν γαιω̃ν αὐτω̃ν
13 καὶ ἄνθρωπος ἐν τιμη̨̃ ὢν οὐ συνη̃κεν παρασυνεβλήθη τοι̃ς κτήνεσιν τοι̃ς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοι̃ς
14 αὕτη ἡ ὁδὸς αὐτω̃ν σκάνδαλον αὐτοι̃ς καὶ μετὰ ταυ̃τα ἐν τω̨̃ στόματι αὐτω̃ν εὐδοκήσουσιν διάψαλμα
15 ὡς πρόβατα ἐν ἅ̨δη̨ ἔθεντο θάνατος ποιμαίνει αὐτούς καὶ κατακυριεύσουσιν αὐτω̃ν οἱ εὐθει̃ς τὸ πρωί καὶ ἡ βοήθεια αὐτω̃ν παλαιωθήσεται ἐν τω̨̃ ἅ̨δη̨ ἐκ τη̃ς δόξης αὐτω̃ν
16 πλὴν ὁ θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ἅ̨δου ὅταν λαμβάνη̨ με διάψαλμα
17 μὴ φοβου̃ ὅταν πλουτήση̨ ἄνθρωπος καὶ ὅταν πληθυνθη̨̃ ἡ δόξα του̃ οἴκου αὐτου̃
18 ὅτι οὐκ ἐν τω̨̃ ἀποθνή̨σκειν αὐτὸν λήμψεται τὰ πάντα οὐδὲ συγκαταβήσεται αὐτω̨̃ ἡ δόξα αὐτου̃
19 ὅτι ἡ ψυχὴ αὐτου̃ ἐν τη̨̃ ζωη̨̃ αὐτου̃ εὐλογηθήσεται ἐξομολογήσεταί σοι ὅταν ἀγαθύνη̨ς αὐτω̨̃
20 εἰσελεύσεται ἕως γενεα̃ς πατέρων αὐτου̃ ἕως αἰω̃νος οὐκ ὄψεται φω̃ς
21 ἄνθρωπος ἐν τιμη̨̃ ὢν οὐ συνη̃κεν παρασυνεβλήθη τοι̃ς κτήνεσιν τοι̃ς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοι̃ς

ΨΑΛΜΟΙ, ψαλμὀς 49

1 ψαλμὸς τω̨̃ Ασαφ θεὸς θεω̃ν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γη̃ν ἀπὸ ἀνατολω̃ν ἡλίου καὶ μέχρι δυσμω̃ν
2 ἐκ Σιων ἡ εὐπρέπεια τη̃ς ὡραιότητος αὐτου̃ ὁ θεὸς ἐμφανω̃ς ἥξει
3 ὁ θεὸς ἡμω̃ν καὶ οὐ παρασιωπήσεται πυ̃ρ ἐναντίον αὐτου̃ καυθήσεται καὶ κύκλω̨ αὐτου̃ καταιγὶς σφόδρα
4 προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γη̃ν διακρι̃ναι τὸν λαὸν αὐτου̃
5 συναγάγετε αὐτω̨̃ τοὺς ὁσίους αὐτου̃ τοὺς διατιθεμένους τὴν διαθήκην αὐτου̃ ἐπὶ θυσίαις
6 καὶ ἀναγγελου̃σιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτου̃ ὅτι ὁ θεὸς κριτής ἐστιν διάψαλμα
7 ἄκουσον λαός μου καὶ λαλήσω σοι Ισραηλ καὶ διαμαρτύρομαί σοι ὁ θεὸς ὁ θεός σού εἰμι ἐγώ
8 οὐκ ἐπὶ ται̃ς θυσίαις σου ἐλέγξω σε τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστιν διὰ παντός
9 οὐ δέξομαι ἐκ του̃ οἴκου σου μόσχους οὐδὲ ἐκ τω̃ν ποιμνίων σου χιμάρους
10 ὅτι ἐμά ἐστιν πάντα τὰ θηρία του̃ δρυμου̃ κτήνη ἐν τοι̃ς ὄρεσιν καὶ βόες
11 ἔγνωκα πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ὡραιότης ἀγρου̃ μετ' ἐμου̃ ἐστιν
12 ἐὰν πεινάσω οὐ μή σοι εἴπω ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτη̃ς
13 μὴ φάγομαι κρέα ταύρων ἢ αἱ̃μα τράγων πίομαι
14 θυ̃σον τω̨̃ θεω̨̃ θυσίαν αἰνέσεως καὶ ἀπόδος τω̨̃ ὑψίστω̨ τὰς εὐχάς σου
15 καὶ ἐπικάλεσαί με ἐν ἡμέρα̨ θλίψεως καὶ ἐξελου̃μαί σε καὶ δοξάσεις με διάψαλμα
16 τω̨̃ δὲ ἁμαρτωλω̨̃ εἰ̃πεν ὁ θεός ἵνα τί σὺ διηγη̨̃ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου
17 σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω
18 εἰ ἐθεώρεις κλέπτην συνέτρεχες αὐτω̨̃ καὶ μετὰ μοιχω̃ν τὴν μερίδα σου ἐτίθεις
19 τὸ στόμα σου ἐπλεόνασεν κακίαν καὶ ἡ γλω̃σσά σου περιέπλεκεν δολιότητα
20 καθήμενος κατὰ του̃ ἀδελφου̃ σου κατελάλεις καὶ κατὰ του̃ υἱου̃ τη̃ς μητρός σου ἐτίθεις σκάνδαλον
21 ταυ̃τα ἐποίησας καὶ ἐσίγησα ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου
22 σύνετε δὴ ταυ̃τα οἱ ἐπιλανθανόμενοι του̃ θεου̃ μήποτε ἁρπάση̨ καὶ μὴ ἠ̨̃ ὁ ῥυόμενος
23 θυσία αἰνέσεως δοξάσει με καὶ ἐκει̃ ὁδός ἡ̨̃ δείξω αὐτω̨̃ τὸ σωτήριον του̃ θεου̃

ΨΑΛΜΟΙ, ψαλμὀς 50

1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ
2 ἐν τω̨̃ ἐλθει̃ν πρὸς αὐτὸν Ναθαν τὸν προφήτην ἡνίκα εἰση̃λθεν πρὸς Βηρσαβεε
3 ἐλέησόν με ὁ θεός κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλη̃θος τω̃ν οἰκτιρμω̃ν σου ἐξάλειψον τὸ ἀνόμημά μου
4 ἐπὶ πλει̃ον πλυ̃νόν με ἀπὸ τη̃ς ἀνομίας μου καὶ ἀπὸ τη̃ς ἁμαρτίας μου καθάρισόν με
5 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός
6 σοὶ μόνω̨ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθη̨̃ς ἐν τοι̃ς λόγοις σου καὶ νικήση̨ς ἐν τω̨̃ κρίνεσθαί σε
7 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου
8 ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τη̃ς σοφίας σου ἐδήλωσάς μοι
9 ῥαντιει̃ς με ὑσσώπω̨ καὶ καθαρισθήσομαι πλυνει̃ς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
10 ἀκουτιει̃ς με ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστα̃ τεταπεινωμένα
11 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τω̃ν ἁμαρτιω̃ν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
12 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί ὁ θεός καὶ πνευ̃μα εὐθὲς ἐγκαίνισον ἐν τοι̃ς ἐγκάτοις μου
13 μὴ ἀπορρίψη̨ς με ἀπὸ του̃ προσώπου σου καὶ τὸ πνευ̃μα τὸ ἅγιόν σου μὴ ἀντανέλη̨ς ἀπ' ἐμου̃
14 ἀπόδος μοι τὴν ἀγαλλίασιν του̃ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικω̨̃ στήρισόν με
15 διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβει̃ς ἐπὶ σὲ ἐπιστρέψουσιν
16 ῥυ̃σαί με ἐξ αἱμάτων ὁ θεὸς ὁ θεὸς τη̃ς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλω̃σσά μου τὴν δικαιοσύνην σου
17 κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελει̃ τὴν αἴνεσίν σου
18 ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
19 θυσία τω̨̃ θεω̨̃ πνευ̃μα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουθενώσει
20 ἀγάθυνον κύριε ἐν τη̨̃ εὐδοκία̨ σου τὴν Σιων καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ
21 τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

ΨΑΛΜΟΙ, ψαλμὀς 51

1 εἰς τὸ τέλος συνέσεως τω̨̃ Δαυιδ
2 ἐν τω̨̃ ἐλθει̃ν Δωηκ τὸν Ιδουμαι̃ον καὶ ἀναγγει̃λαι τω̨̃ Σαουλ καὶ εἰπει̃ν αὐτω̨̃ ἠ̃λθεν Δαυιδ εἰς τὸν οἰ̃κον Αβιμελεχ
3 τί ἐγκαυχα̨̃ ἐν κακία̨ ὁ δυνατός ἀνομίαν ὅλην τὴν ἡμέραν
4 ἀδικίαν ἐλογίσατο ἡ γλω̃σσά σου ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον
5 ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην ἀδικίαν ὑπὲρ τὸ λαλη̃σαι δικαιοσύνην διάψαλμα
6 ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμου̃ γλω̃σσαν δολίαν
7 διὰ του̃το ὁ θεὸς καθελει̃ σε εἰς τέλος ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος καὶ τὸ ῥίζωμά σου ἐκ γη̃ς ζώντων διάψαλμα
8 καὶ ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ' αὐτὸν γελάσονται καὶ ἐρου̃σιν
9 ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτου̃ ἀλλ' ἐπήλπισεν ἐπὶ τὸ πλη̃θος του̃ πλούτου αὐτου̃ καὶ ἐδυναμώθη ἐπὶ τη̨̃ ματαιότητι αὐτου̃
10 ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τω̨̃ οἴκω̨ του̃ θεου̃ ἤλπισα ἐπὶ τὸ ἔλεος του̃ θεου̃ εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος
11 ἐξομολογήσομαί σοι εἰς τὸν αἰω̃να ὅτι ἐποίησας καὶ ὑπομενω̃ τὸ ὄνομά σου ὅτι χρηστὸν ἐναντίον τω̃ν ὁσίων σου

ΨΑΛΜΟΙ, ψαλμὀς 52

1 εἰς τὸ τέλος ὑπὲρ μαελεθ συνέσεως τω̨̃ Δαυιδ
2 εἰ̃πεν ἄφρων ἐν καρδία̨ αὐτου̃ οὐκ ἔστιν θεός διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις οὐκ ἔστιν ποιω̃ν ἀγαθόν
3 ὁ θεὸς ἐκ του̃ οὐρανου̃ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τω̃ν ἀνθρώπων του̃ ἰδει̃ν εἰ ἔστιν συνίων ἢ ἐκζητω̃ν τὸν θεόν
4 πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ποιω̃ν ἀγαθόν οὐκ ἔστιν ἕως ἑνός
5 οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν θεὸν οὐκ ἐπεκαλέσαντο
6 ἐκει̃ φοβηθήσονται φόβον οὑ̃ οὐκ ἠ̃ν φόβος ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστα̃ ἀνθρωπαρέσκων κατη̨σχύνθησαν ὅτι ὁ θεὸς ἐξουδένωσεν αὐτούς
7 τίς δώσει ἐκ Σιων τὸ σωτήριον του̃ Ισραηλ ἐν τω̨̃ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν του̃ λαου̃ αὐτου̃ ἀγαλλιάσεται Ιακωβ καὶ εὐφρανθήσεται Ισραηλ

ΨΑΛΜΟΙ, ψαλμὀς 53

1 εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τω̨̃ Δαυιδ
2 ἐν τω̨̃ ἐλθει̃ν τοὺς Ζιφαίους καὶ εἰπει̃ν τω̨̃ σαουλ οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ' ἡμι̃ν
3 ὁ θεός ἐν τω̨̃ ὀνόματί σου σω̃σόν με καὶ ἐν τη̨̃ δυνάμει σου κρι̃νόν με
4 ὁ θεός εἰσάκουσον τη̃ς προσευχη̃ς μου ἐνώτισαι τὰ ῥήματα του̃ στόματός μου
5 ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτω̃ν διάψαλμα
6 ἰδοὺ γὰρ ὁ θεὸς βοηθει̃ μοι καὶ ὁ κύριος ἀντιλήμπτωρ τη̃ς ψυχη̃ς μου
7 ἀποστρέψει τὰ κακὰ τοι̃ς ἐχθροι̃ς μου ἐν τη̨̃ ἀληθεία̨ σου ἐξολέθρευσον αὐτούς
8 ἑκουσίως θύσω σοι ἐξομολογήσομαι τω̨̃ ὀνόματί σου κύριε ὅτι ἀγαθόν
9 ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με καὶ ἐν τοι̃ς ἐχθροι̃ς μου ἐπει̃δεν ὁ ὀφθαλμός μου

ΨΑΛΜΟΙ, ψαλμὀς 54

1 εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τω̨̃ Δαυιδ
2 ἐνώτισαι ὁ θεός τὴν προσευχὴν μου καὶ μὴ ὑπερίδη̨ς τὴν δέησίν μου
3 πρόσχες μοι καὶ εἰσάκουσόν μου ἐλυπήθην ἐν τη̨̃ ἀδολεσχία̨ μου καὶ ἐταράχθην
4 ἀπὸ φωνη̃ς ἐχθρου̃ καὶ ἀπὸ θλίψεως ἁμαρτωλου̃ ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν καὶ ἐν ὀργη̨̃ ἐνεκότουν μοι
5 ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ
6 φόβος καὶ τρόμος ἠ̃λθεν ἐπ' ἐμέ καὶ ἐκάλυψέν με σκότος
7 καὶ εἰ̃πα τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερα̃ς καὶ πετασθήσομαι καὶ καταπαύσω
8 ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τη̨̃ ἐρήμω̨ διάψαλμα
9 προσεδεχόμην τὸν σώ̨ζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος
10 καταπόντισον κύριε καὶ καταδίελε τὰς γλώσσας αὐτω̃ν ὅτι εἰ̃δον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τη̨̃ πόλει
11 ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτη̃ς ἀνομία καὶ κόπος ἐν μέσω̨ αὐτη̃ς καὶ ἀδικία
12 καὶ οὐκ ἐξέλιπεν ἐκ τω̃ν πλατειω̃ν αὐτη̃ς τόκος καὶ δόλος
13 ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με ὑπήνεγκα ἄν καὶ εἰ ὁ μισω̃ν με ἐπ' ἐμὲ ἐμεγαλορρημόνησεν ἐκρύβην ἂν ἀπ' αὐτου̃
14 σὺ δέ ἄνθρωπε ἰσόψυχε ἡγεμών μου καὶ γνωστέ μου
15 ὃς ἐπὶ τὸ αὐτό μοι ἐγλύκανας ἐδέσματα ἐν τω̨̃ οἴκω̨ του̃ θεου̃ ἐπορεύθημεν ἐν ὁμονοία̨
16 ἐλθέτω θάνατος ἐπ' αὐτούς καὶ καταβήτωσαν εἰς ἅ̨δου ζω̃ντες ὅτι πονηρίαι ἐν ται̃ς παροικίαις αὐτω̃ν ἐν μέσω̨ αὐτω̃ν
17 ἐγὼ δὲ πρὸς τὸν θεὸν ἐκέκραξα καὶ ὁ κύριος εἰσήκουσέν μου
18 ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι ἀπαγγελω̃ καὶ εἰσακούσεται τη̃ς φωνη̃ς μου
19 λυτρώσεται ἐν εἰρήνη̨ τὴν ψυχήν μου ἀπὸ τω̃ν ἐγγιζόντων μοι ὅτι ἐν πολλοι̃ς ἠ̃σαν σὺν ἐμοί
20 εἰσακούσεται ὁ θεὸς καὶ ταπεινώσει αὐτούς ὁ ὑπάρχων πρὸ τω̃ν αἰώνων διάψαλμα οὐ γάρ ἐστιν αὐτοι̃ς ἀντάλλαγμα καὶ οὐκ ἐφοβήθησαν τὸν θεόν
21 ἐξέτεινεν τὴν χει̃ρα αὐτου̃ ἐν τω̨̃ ἀποδιδόναι ἐβεβήλωσαν τὴν διαθήκην αὐτου̃
22 διεμερίσθησαν ἀπὸ ὀργη̃ς του̃ προσώπου αὐτου̃ καὶ ἤγγισεν ἡ καρδία αὐτου̃ ἡπαλύνθησαν οἱ λόγοι αὐτου̃ ὑπὲρ ἔλαιον καὶ αὐτοί εἰσιν βολίδες
23 ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου καὶ αὐτός σε διαθρέψει οὐ δώσει εἰς τὸν αἰω̃να σάλον τω̨̃ δικαίω̨
24 σὺ δέ ὁ θεός κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορα̃ς ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτω̃ν ἐγὼ δὲ ἐλπιω̃ ἐπὶ σέ κύριε

ΨΑΛΜΟΙ, ψαλμὀς 55

1 εἰς τὸ τέλος ὑπὲρ του̃ λαου̃ του̃ ἀπὸ τω̃ν ἁγίων μεμακρυμμένου τω̨̃ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γεθ
2 ἐλέησόν με κύριε ὅτι κατεπάτησέν με ἄνθρωπος ὅλην τὴν ἡμέραν πολεμω̃ν ἔθλιψέν με
3 κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν ὅτι πολλοὶ οἱ πολεμου̃ντές με ἀπὸ ὕψους
4 ἡμέρας φοβηθήσομαι ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιω̃
5 ἐν τω̨̃ θεω̨̃ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν ἐπὶ τω̨̃ θεω̨̃ ἤλπισα οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ
6 ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο κατ' ἐμου̃ πάντες οἱ διαλογισμοὶ αὐτω̃ν εἰς κακόν
7 παροικήσουσιν καὶ κατακρύψουσιν αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν καθάπερ ὑπέμειναν τὴν ψυχήν μου
8 ὑπὲρ του̃ μηθενὸς σώσεις αὐτούς ἐν ὀργη̨̃ λαοὺς κατάξεις ὁ θεός
9 τὴν ζωήν μου ἐξήγγειλά σοι ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τη̨̃ ἐπαγγελία̨ σου
10 ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἐπικαλέσωμαί σε ἰδοὺ ἔγνων ὅτι θεός μου εἰ̃ σύ
11 ἐπὶ τω̨̃ θεω̨̃ αἰνέσω ῥη̃μα ἐπὶ τω̨̃ κυρίω̨ αἰνέσω λόγον
12 ἐπὶ τω̨̃ θεω̨̃ ἤλπισα οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος
13 ἐν ἐμοί ὁ θεός αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεώς σοι
14 ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος του̃ εὐαρεστη̃σαι ἐνώπιον του̃ θεου̃ ἐν φωτὶ ζώντων

ΨΑΛΜΟΙ, ψαλμὀς 56

1 εἰς τὸ τέλος μὴ διαφθείρη̨ς τω̨̃ Δαυιδ εἰς στηλογραφίαν ἐν τω̨̃ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαουλ εἰς τὸ σπήλαιον
2 ἐλέησόν με ὁ θεός ἐλέησόν με ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου καὶ ἐν τη̨̃ σκια̨̃ τω̃ν πτερύγων σου ἐλπιω̃ ἕως οὑ̃ παρέλθη̨ ἡ ἀνομία
3 κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον τὸν θεὸν τὸν εὐεργετήσαντά με
4 ἐξαπέστειλεν ἐξ οὐρανου̃ καὶ ἔσωσέν με ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατου̃ντάς με διάψαλμα ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτου̃ καὶ τὴν ἀλήθειαν αὐτου̃
5 καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων ἐκοιμήθην τεταραγμένος υἱοὶ ἀνθρώπων οἱ ὀδόντες αὐτω̃ν ὅπλον καὶ βέλη καὶ ἡ γλω̃σσα αὐτω̃ν μάχαιρα ὀξει̃α
6 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν ἡ δόξα σου
7 παγίδα ἡτοίμασαν τοι̃ς ποσίν μου καὶ κατέκαμψαν τὴν ψυχήν μου ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν διάψαλμα
8 ἑτοίμη ἡ καρδία μου ὁ θεός ἑτοίμη ἡ καρδία μου ἄ̨σομαι καὶ ψαλω̃
9 ἐξεγέρθητι ἡ δόξα μου ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα ἐξεγερθήσομαι ὄρθρου
10 ἐξομολογήσομαί σοι ἐν λαοι̃ς κύριε ψαλω̃ σοι ἐν ἔθνεσιν
11 ὅτι ἐμεγαλύνθη ἕως τω̃ν οὐρανω̃ν τὸ ἔλεός σου καὶ ἕως τω̃ν νεφελω̃ν ἡ ἀλήθειά σου
12 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν ἡ δόξα σου

ΨΑΛΜΟΙ, ψαλμὀς 57

1 εἰς τὸ τέλος μὴ διαφθείρη̨ς τω̨̃ Δαυιδ εἰς στηλογραφίαν
2 εἰ ἀληθω̃ς ἄρα δικαιοσύνην λαλει̃τε εὐθει̃α κρίνετε οἱ υἱοὶ τω̃ν ἀνθρώπων
3 καὶ γὰρ ἐν καρδία̨ ἀνομίας ἐργάζεσθε ἐν τη̨̃ γη̨̃ ἀδικίαν αἱ χει̃ρες ὑμω̃ν συμπλέκουσιν
4 ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας ἐπλανήθησαν ἀπὸ γαστρός ἐλάλησαν ψεύδη
5 θυμὸς αὐτοι̃ς κατὰ τὴν ὁμοίωσιν του̃ ὄφεως ὡσεὶ ἀσπίδος κωφη̃ς καὶ βυούσης τὰ ὠ̃τα αὐτη̃ς
6 ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπα̨δόντων φαρμάκου τε φαρμακευομένου παρὰ σοφου̃
7 ὁ θεὸς συνέτριψεν τοὺς ὀδόντας αὐτω̃ν ἐν τω̨̃ στόματι αὐτω̃ν τὰς μύλας τω̃ν λεόντων συνέθλασεν κύριος
8 ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον ἐντενει̃ τὸ τόξον αὐτου̃ ἕως οὑ̃ ἀσθενήσουσιν
9 ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται ἐπέπεσε πυ̃ρ καὶ οὐκ εἰ̃δον τὸν ἥλιον
10 πρὸ του̃ συνιέναι τὰς ἀκάνθας ὑμω̃ν τὴν ῥάμνον ὡσεὶ ζω̃ντας ὡσεὶ ἐν ὀργη̨̃ καταπίεται ὑμα̃ς
11 εὐφρανθήσεται δίκαιος ὅταν ἴδη̨ ἐκδίκησιν ἀσεβω̃ν τὰς χει̃ρας αὐτου̃ νίψεται ἐν τω̨̃ αἵματι του̃ ἁμαρτωλου̃
12 καὶ ἐρει̃ ἄνθρωπος εἰ ἄρα ἔστιν καρπὸς τω̨̃ δικαίω̨ ἄρα ἐστὶν ὁ θεὸς κρίνων αὐτοὺς ἐν τη̨̃ γη̨̃

ΨΑΛΜΟΙ, ψαλμὀς 58

1 εἰς τὸ τέλος μὴ διαφθείρη̨ς τω̨̃ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐφύλαξεν τὸν οἰ̃κον αὐτου̃ του̃ θανατω̃σαι αὐτόν
2 ἐξελου̃ με ἐκ τω̃ν ἐχθρω̃ν μου ὁ θεός καὶ ἐκ τω̃ν ἐπανιστανομένων ἐπ' ἐμὲ λύτρωσαί με
3 ῥυ̃σαί με ἐκ τω̃ν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρω̃ν αἱμάτων σω̃σόν με
4 ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου ἐπέθεντο ἐπ' ἐμὲ κραταιοί οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου κύριε
5 ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυναν ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ
6 καὶ σύ κύριε ὁ θεὸς τω̃ν δυνάμεων ὁ θεὸς Ισραηλ πρόσχες του̃ ἐπισκέψασθαι πάντα τὰ ἔθνη μὴ οἰκτιρήση̨ς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν διάψαλμα
7 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν
8 ἰδοὺ ἀποφθέγξονται ἐν τω̨̃ στόματι αὐτω̃ν καὶ ῥομφαία ἐν τοι̃ς χείλεσιν αὐτω̃ν ὅτι τίς ἤκουσεν
9 καὶ σύ κύριε ἐκγελάση̨ αὐτούς ἐξουδενώσεις πάντα τὰ ἔθνη
10 τὸ κράτος μου πρὸς σὲ φυλάξω ὅτι ὁ θεὸς ἀντιλήμπτωρ μου εἰ̃
11 ὁ θεός μου τὸ ἔλεος αὐτου̃ προφθάσει με ὁ θεὸς δείξει μοι ἐν τοι̃ς ἐχθροι̃ς μου
12 μὴ ἀποκτείνη̨ς αὐτούς μήποτε ἐπιλάθωνται του̃ λαου̃ μου διασκόρπισον αὐτοὺς ἐν τη̨̃ δυνάμει σου καὶ κατάγαγε αὐτούς ὁ ὑπερασπιστής μου κύριε
13 ἁμαρτίαν στόματος αὐτω̃ν λόγον χειλέων αὐτω̃ν καὶ συλλημφθήτωσαν ἐν τη̨̃ ὑπερηφανία̨ αὐτω̃ν καὶ ἐξ ἀρα̃ς καὶ ψεύδους διαγγελήσονται συντέλειαι
14 ἐν ὀργη̨̃ συντελείας καὶ οὐ μὴ ὑπάρξωσιν καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει του̃ Ιακωβ τω̃ν περάτων τη̃ς γη̃ς διάψαλμα
15 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν
16 αὐτοὶ διασκορπισθήσονται του̃ φαγει̃ν ἐὰν δὲ μὴ χορτασθω̃σιν καὶ γογγύσουσιν
17 ἐγὼ δὲ ἄ̨σομαι τη̨̃ δυνάμει σου καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐγενήθης ἀντιλήμπτωρ μου καὶ καταφυγὴ ἐν ἡμέρα̨ θλίψεώς μου
18 βοηθός μου σοὶ ψαλω̃ ὅτι ὁ θεός ἀντιλήμπτωρ μου εἰ̃ ὁ θεός μου τὸ ἔλεός μου

ΨΑΛΜΟΙ, ψαλμὀς 59

1 εἰς τὸ τέλος τοι̃ς ἀλλοιωθησομένοις ἔτι εἰς στηλογραφίαν τω̨̃ Δαυιδ εἰς διδαχήν
2 ὁπότε ἐνεπύρισεν τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβα καὶ ἐπέστρεψεν Ιωαβ καὶ ἐπάταξεν τὴν φάραγγα τω̃ν ἁλω̃ν δώδεκα χιλιάδας
3 ὁ θεός ἀπώσω ἡμα̃ς καὶ καθει̃λες ἡμα̃ς ὠργίσθης καὶ οἰκτίρησας ἡμα̃ς
4 συνέσεισας τὴν γη̃ν καὶ συνετάραξας αὐτήν ἴασαι τὰ συντρίμματα αὐτη̃ς ὅτι ἐσαλεύθη
5 ἔδειξας τω̨̃ λαω̨̃ σου σκληρά ἐπότισας ἡμα̃ς οἰ̃νον κατανύξεως
6 ἔδωκας τοι̃ς φοβουμένοις σε σημείωσιν του̃ φυγει̃ν ἀπὸ προσώπου τόξου διάψαλμα
7 ὅπως ἂν ῥυσθω̃σιν οἱ ἀγαπητοί σου σω̃σον τη̨̃ δεξια̨̃ σου καὶ ἐπάκουσόν μου
8 ὁ θεὸς ἐλάλησεν ἐν τω̨̃ ἁγίω̨ αὐτου̃ ἀγαλλιάσομαι καὶ διαμεριω̃ Σικιμα καὶ τὴν κοιλάδα τω̃ν σκηνω̃ν διαμετρήσω
9 ἐμός ἐστιν Γαλααδ καὶ ἐμός ἐστιν Μανασση καὶ Εφραιμ κραταίωσις τη̃ς κεφαλη̃ς μου Ιουδας βασιλεύς μου
10 Μωαβ λέβης τη̃ς ἐλπίδος μου ἐπὶ τὴν Ιδουμαίαν ἐκτενω̃ τὸ ὑπόδημά μου ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν
11 τίς ἀπάξει με εἰς πόλιν περιοχη̃ς τίς ὁδηγήσει με ἕως τη̃ς Ιδουμαίας
12 οὐχὶ σύ ὁ θεός ὁ ἀπωσάμενος ἡμα̃ς καὶ οὐκ ἐξελεύση̨ ὁ θεός ἐν ται̃ς δυνάμεσιν ἡμω̃ν
13 δὸς ἡμι̃ν βοήθειαν ἐκ θλίψεως καὶ ματαία σωτηρία ἀνθρώπου
14 ἐν δὲ τω̨̃ θεω̨̃ ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμα̃ς

ΨΑΛΜΟΙ, ψαλμὀς 60

1 εἰς τὸ τέλος ἐν ὕμνοις τω̨̃ Δαυιδ
2 εἰσάκουσον ὁ θεός τη̃ς δεήσεώς μου πρόσχες τη̨̃ προσευχη̨̃ μου
3 ἀπὸ τω̃ν περάτων τη̃ς γη̃ς πρὸς σὲ ἐκέκραξα ἐν τω̨̃ ἀκηδιάσαι τὴν καρδίαν μου ἐν πέτρα̨ ὕψωσάς με
4 ὡδήγησάς με ὅτι ἐγενήθης ἐλπίς μου πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθρου̃
5 παροικήσω ἐν τω̨̃ σκηνώματί σου εἰς τοὺς αἰω̃νας σκεπασθήσομαι ἐν σκέπη̨ τω̃ν πτερύγων σου διάψαλμα
6 ὅτι σύ ὁ θεός εἰσήκουσας τω̃ν εὐχω̃ν μου ἔδωκας κληρονομίαν τοι̃ς φοβουμένοις τὸ ὄνομά σου
7 ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις ἔτη αὐτου̃ ἕως ἡμέρας γενεα̃ς καὶ γενεα̃ς
8 διαμενει̃ εἰς τὸν αἰω̃να ἐνώπιον του̃ θεου̃ ἔλεος καὶ ἀλήθειαν αὐτου̃ τίς ἐκζητήσει
9 οὕτως ψαλω̃ τω̨̃ ὀνόματί σου εἰς τὸν αἰω̃να του̃ αἰω̃νος του̃ ἀποδου̃ναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας

ΨΑΛΜΟΙ, ψαλμὀς 61

1 εἰς τὸ τέλος ὑπὲρ Ιδιθουν ψαλμὸς τω̨̃ Δαυιδ
2 οὐχὶ τω̨̃ θεω̨̃ ὑποταγήσεται ἡ ψυχή μου παρ' αὐτου̃ γὰρ τὸ σωτήριόν μου
3 καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ σαλευθω̃ ἐπὶ πλει̃ον
4 ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον φονεύετε πάντες ὡς τοίχω̨ κεκλιμένω̨ καὶ φραγμω̨̃ ὠσμένω̨
5 πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι ἔδραμον ἐν ψεύδει τω̨̃ στόματι αὐτω̃ν εὐλογου̃σαν καὶ τη̨̃ καρδία̨ αὐτω̃ν κατηρω̃ντο διάψαλμα
6 πλὴν τω̨̃ θεω̨̃ ὑποτάγηθι ἡ ψυχή μου ὅτι παρ' αὐτου̃ ἡ ὑπομονή μου
7 ὅτι αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ μεταναστεύσω
8 ἐπὶ τω̨̃ θεω̨̃ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου ὁ θεὸς τη̃ς βοηθείας μου καὶ ἡ ἐλπίς μου ἐπὶ τω̨̃ θεω̨̃
9 ἐλπίσατε ἐπ' αὐτόν πα̃σα συναγωγὴ λαου̃ ἐκχέετε ἐνώπιον αὐτου̃ τὰς καρδίας ὑμω̃ν ὁ θεὸς βοηθὸς ἡμω̃ν διάψαλμα
10 πλὴν μάταιοι οἱ υἱοὶ τω̃ν ἀνθρώπων ψευδει̃ς οἱ υἱοὶ τω̃ν ἀνθρώπων ἐν ζυγοι̃ς του̃ ἀδικη̃σαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό
11 μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθει̃τε πλου̃τος ἐὰν ῥέη̨ μὴ προστίθεσθε καρδίαν
12 ἅπαξ ἐλάλησεν ὁ θεός δύο ταυ̃τα ἤκουσα
13 ὅτι τὸ κράτος του̃ θεου̃ καὶ σοί κύριε τὸ ἔλεος ὅτι σὺ ἀποδώσεις ἑκάστω̨ κατὰ τὰ ἔργα αὐτου̃

ΨΑΛΜΟΙ, ψαλμὀς 62

1 ψαλμὸς τω̨̃ Δαυιδ ἐν τω̨̃ εἰ̃ναι αὐτὸν ἐν τη̨̃ ἐρήμω̨ τη̃ς Ιουδαίας
2 ὁ θεὸς ὁ θεός μου πρὸς σὲ ὀρθρίζω ἐδίψησέν σοι ἡ ψυχή μου ποσαπλω̃ς σοι ἡ σάρξ μου ἐν γη̨̃ ἐρήμω̨ καὶ ἀβάτω̨ καὶ ἀνύδρω̨
3 οὕτως ἐν τω̨̃ ἁγίω̨ ὤφθην σοι του̃ ἰδει̃ν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου
4 ὅτι κρει̃σσον τὸ ἔλεός σου ὑπὲρ ζωάς τὰ χείλη μου ἐπαινέσουσίν σε
5 οὕτως εὐλογήσω σε ἐν τη̨̃ ζωη̨̃ μου ἐν τω̨̃ ὀνόματί σου ἀρω̃ τὰς χει̃ράς μου
6 ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου
7 εἰ ἐμνημόνευόν σου ἐπὶ τη̃ς στρωμνη̃ς μου ἐν τοι̃ς ὄρθροις ἐμελέτων εἰς σέ
8 ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τη̨̃ σκέπη̨ τω̃ν πτερύγων σου ἀγαλλιάσομαι
9 ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμου̃ ἀντελάβετο ἡ δεξιά σου
10 αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου εἰσελεύσονται εἰς τὰ κατώτατα τη̃ς γη̃ς
11 παραδοθήσονται εἰς χει̃ρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται
12 ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τω̨̃ θεω̨̃ ἐπαινεσθήσεται πα̃ς ὁ ὀμνύων ἐν αὐτω̨̃ ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα

ΨΑΛΜΟΙ, ψαλμὀς 63

1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ
2 εἰσάκουσον ὁ θεός τη̃ς φωνη̃ς μου ἐν τω̨̃ δέεσθαί με ἀπὸ φόβου ἐχθρου̃ ἐξελου̃ τὴν ψυχήν μου
3 ἐσκέπασάς με ἀπὸ συστροφη̃ς πονηρευομένων ἀπὸ πλήθους ἐργαζομένων τὴν ἀνομίαν
4 οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτω̃ν ἐνέτειναν τόξον αὐτω̃ν πρα̃γμα πικρὸν
5 του̃ κατατοξευ̃σαι ἐν ἀποκρύφοις ἄμωμον ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται
6 ἐκραταίωσαν ἑαυτοι̃ς λόγον πονηρόν διηγήσαντο του̃ κρύψαι παγίδας εἰ̃παν τίς ὄψεται αὐτούς
7 ἐξηρεύνησαν ἀνομίας ἐξέλιπον ἐξερευνω̃ντες ἐξερευνήσει προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθει̃α
8 καὶ ὑψωθήσεται ὁ θεός βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτω̃ν
9 καὶ ἐξησθένησαν ἐπ' αὐτοὺς αἱ γλω̃σσαι αὐτω̃ν ἐταράχθησαν πάντες οἱ θεωρου̃ντες αὐτούς
10 καὶ ἐφοβήθη πα̃ς ἄνθρωπος καὶ ἀνήγγειλαν τὰ ἔργα του̃ θεου̃ καὶ τὰ ποιήματα αὐτου̃ συνη̃καν
11 εὐφρανθήσεται δίκαιος ἐπὶ τω̨̃ κυρίω̨ καὶ ἐλπιει̃ ἐπ' αὐτόν καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθει̃ς τη̨̃ καρδία̨

ΨΑΛΜΟΙ, ψαλμὀς 64

1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ ὠ̨δή Ιερεμιου καὶ Ιεζεκιηλ ἐκ του̃ λόγου τη̃ς παροικίας ὅτε ἔμελλον ἐκπορεύεσθαι
2 σοὶ πρέπει ὕμνος ὁ θεός ἐν Σιων καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ιερουσαλημ
3 εἰσάκουσον προσευχη̃ς μου πρὸς σὲ πα̃σα σὰρξ ἥξει
4 λόγοι ἀνομιω̃ν ὑπερεδυνάμωσαν ἡμα̃ς καὶ τὰς ἀσεβείας ἡμω̃ν σὺ ἱλάση̨
5 μακάριος ὃν ἐξελέξω καὶ προσελάβου κατασκηνώσει ἐν ται̃ς αὐλαι̃ς σου πλησθησόμεθα ἐν τοι̃ς ἀγαθοι̃ς του̃ οἴκου σου ἅγιος ὁ ναός σου θαυμαστὸς ἐν δικαιοσύνη̨
6 ἐπάκουσον ἡμω̃ν ὁ θεὸς ὁ σωτὴρ ἡμω̃ν ἡ ἐλπὶς πάντων τω̃ν περάτων τη̃ς γη̃ς καὶ ἐν θαλάσση̨ μακράν
7 ἑτοιμάζων ὄρη ἐν τη̨̃ ἰσχύι αὐτου̃ περιεζωσμένος ἐν δυναστεία̨
8 ὁ συνταράσσων τὸ κύτος τη̃ς θαλάσσης ἤχους κυμάτων αὐτη̃ς ταραχθήσονται τὰ ἔθνη
9 καὶ φοβηθήσονται οἱ κατοικου̃ντες τὰ πέρατα ἀπὸ τω̃ν σημείων σου ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις
10 ἐπεσκέψω τὴν γη̃ν καὶ ἐμέθυσας αὐτήν ἐπλήθυνας του̃ πλουτίσαι αὐτήν ὁ ποταμὸς του̃ θεου̃ ἐπληρώθη ὑδάτων ἡτοίμασας τὴν τροφὴν αὐτω̃ν ὅτι οὕτως ἡ ἑτοιμασία σου
11 τοὺς αὔλακας αὐτη̃ς μέθυσον πλήθυνον τὰ γενήματα αὐτη̃ς ἐν ται̃ς σταγόσιν αὐτη̃ς εὐφρανθήσεται ἀνατέλλουσα
12 εὐλογήσεις τὸν στέφανον του̃ ἐνιαυτου̃ τη̃ς χρηστότητός σου καὶ τὰ πεδία σου πλησθήσονται πιότητος
13 πιανθήσονται τὰ ὡραι̃α τη̃ς ἐρήμου καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται
14 ἐνεδύσαντο οἱ κριοὶ τω̃ν προβάτων καὶ αἱ κοιλάδες πληθυνου̃σι σι̃τον κεκράξονται καὶ γὰρ ὑμνήσουσιν

ΨΑΛΜΟΙ, ψαλμὀς 65

1 εἰς τὸ τέλος ὠ̨δὴ ψαλμου̃ ἀναστάσεως ἀλαλάξατε τω̨̃ θεω̨̃ πα̃σα ἡ γη̃
2 ψάλατε δὴ τω̨̃ ὀνόματι αὐτου̃ δότε δόξαν αἰνέσει αὐτου̃
3 εἴπατε τω̨̃ θεω̨̃ ὡς φοβερὰ τὰ ἔργα σου ἐν τω̨̃ πλήθει τη̃ς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου
4 πα̃σα ἡ γη̃ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι ψαλάτωσαν τω̨̃ ὀνόματί σου διάψαλμα
5 δευ̃τε καὶ ἴδετε τὰ ἔργα του̃ θεου̃ φοβερὸς ἐν βουλαι̃ς ὑπὲρ τοὺς υἱοὺς τω̃ν ἀνθρώπων
6 ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν ἐν ποταμω̨̃ διελεύσονται ποδί ἐκει̃ εὐφρανθησόμεθα ἐπ' αὐτω̨̃
7 τω̨̃ δεσπόζοντι ἐν τη̨̃ δυναστεία̨ αὐτου̃ του̃ αἰω̃νος οἱ ὀφθαλμοὶ αὐτου̃ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοι̃ς διάψαλμα
8 εὐλογει̃τε ἔθνη τὸν θεὸν ἡμω̃ν καὶ ἀκουτίσασθε τὴν φωνὴν τη̃ς αἰνέσεως αὐτου̃
9 του̃ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου
10 ὅτι ἐδοκίμασας ἡμα̃ς ὁ θεός ἐπύρωσας ἡμα̃ς ὡς πυρου̃ται τὸ ἀργύριον
11 εἰσήγαγες ἡμα̃ς εἰς τὴν παγίδα ἔθου θλίψεις ἐπὶ τὸν νω̃τον ἡμω̃ν
12 ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμω̃ν διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμα̃ς εἰς ἀναψυχήν
13 εἰσελεύσομαι εἰς τὸν οἰ̃κόν σου ἐν ὁλοκαυτώμασιν ἀποδώσω σοι τὰς εὐχάς μου
14 ἃς διέστειλεν τὰ χείλη μου καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τη̨̃ θλίψει μου
15 ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριω̃ν ποιήσω σοι βόας μετὰ χιμάρων διάψαλμα
16 δευ̃τε ἀκούσατε καὶ διηγήσομαι πάντες οἱ φοβούμενοι τὸν θεόν ὅσα ἐποίησεν τη̨̃ ψυχη̨̃ μου
17 πρὸς αὐτὸν τω̨̃ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλω̃σσάν μου
18 ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδία̨ μου μὴ εἰσακουσάτω κύριος
19 διὰ του̃το εἰσήκουσέν μου ὁ θεός προσέσχεν τη̨̃ φωνη̨̃ τη̃ς δεήσεώς μου
20 εὐλογητὸς ὁ θεός ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτου̃ ἀπ' ἐμου̃

ΨΑΛΜΟΙ, ψαλμὀς 66

1 εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς ὠ̨δη̃ς
2 ὁ θεὸς οἰκτιρήσαι ἡμα̃ς καὶ εὐλογήσαι ἡμα̃ς ἐπιφάναι τὸ πρόσωπον αὐτου̃ ἐφ' ἡμα̃ς διάψαλμα
3 του̃ γνω̃ναι ἐν τη̨̃ γη̨̃ τὴν ὁδόν σου ἐν πα̃σιν ἔθνεσιν τὸ σωτήριόν σου
4 ἐξομολογησάσθωσάν σοι λαοί ὁ θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες
5 εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη ὅτι κρινει̃ς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τη̨̃ γη̨̃ ὁδηγήσεις διάψαλμα
6 ἐξομολογησάσθωσάν σοι λαοί ὁ θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες
7 γη̃ ἔδωκεν τὸν καρπὸν αὐτη̃ς εὐλογήσαι ἡμα̃ς ὁ θεὸς ὁ θεὸς ἡμω̃ν
8 εὐλογήσαι ἡμα̃ς ὁ θεός καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τη̃ς γη̃ς

ΨΑΛΜΟΙ, ψαλμὀς 67

1 εἰς τὸ τέλος τω̨̃ Δαυιδ ψαλμὸς ὠ̨δη̃ς
2 ἀναστήτω ὁ θεός καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτου̃ καὶ φυγέτωσαν οἱ μισου̃ντες αὐτὸν ἀπὸ προσώπου αὐτου̃
3 ὡς ἐκλείπει καπνός ἐκλιπέτωσαν ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου του̃ θεου̃
4 καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν ἀγαλλιάσθωσαν ἐνώπιον του̃ θεου̃ τερφθήτωσαν ἐν εὐφροσύνη̨
5 ἄ̨σατε τω̨̃ θεω̨̃ ψάλατε τω̨̃ ὀνόματι αὐτου̃ ὁδοποιήσατε τω̨̃ ἐπιβεβηκότι ἐπὶ δυσμω̃ν κύριος ὄνομα αὐτω̨̃ καὶ ἀγαλλια̃σθε ἐνώπιον αὐτου̃ ταραχθήσονται ἀπὸ προσώπου αὐτου̃
6 του̃ πατρὸς τω̃ν ὀρφανω̃ν καὶ κριτου̃ τω̃ν χηρω̃ν ὁ θεὸς ἐν τόπω̨ ἁγίω̨ αὐτου̃
7 ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκω̨ ἐξάγων πεπεδημένους ἐν ἀνδρεία̨ ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικου̃ντας ἐν τάφοις
8 ὁ θεός ἐν τω̨̃ ἐκπορεύεσθαί σε ἐνώπιον του̃ λαου̃ σου ἐν τω̨̃ διαβαίνειν σε ἐν τη̨̃ ἐρήμω̨ διάψαλμα
9 γη̃ ἐσείσθη καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου του̃ θεου̃ του̃το Σινα ἀπὸ προσώπου του̃ θεου̃ Ισραηλ
10 βροχὴν ἑκούσιον ἀφοριει̃ς ὁ θεός τη̨̃ κληρονομία̨ σου καὶ ἠσθένησεν σὺ δὲ κατηρτίσω αὐτήν
11 τὰ ζω̨̃ά σου κατοικου̃σιν ἐν αὐτη̨̃ ἡτοίμασας ἐν τη̨̃ χρηστότητί σου τω̨̃ πτωχω̨̃ ὁ θεός
12 κύριος δώσει ῥη̃μα τοι̃ς εὐαγγελιζομένοις δυνάμει πολλη̨̃
13 ὁ βασιλεὺς τω̃ν δυνάμεων του̃ ἀγαπητου̃ καὶ ὡραιότητι του̃ οἴκου διελέσθαι σκυ̃λα
14 ἐὰν κοιμηθη̃τε ἀνὰ μέσον τω̃ν κλήρων πτέρυγες περιστερα̃ς περιηργυρωμέναι καὶ τὰ μετάφρενα αὐτη̃ς ἐν χλωρότητι χρυσίου διάψαλμα
15 ἐν τω̨̃ διαστέλλειν τὸν ἐπουράνιον βασιλει̃ς ἐπ' αὐτη̃ς χιονωθήσονται ἐν Σελμων
16 ὄρος του̃ θεου̃ ὄρος πι̃ον ὄρος τετυρωμένον ὄρος πι̃ον
17 ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα τὸ ὄρος ὃ εὐδόκησεν ὁ θεὸς κατοικει̃ν ἐν αὐτω̨̃ καὶ γὰρ ὁ κύριος κατασκηνώσει εἰς τέλος
18 τὸ ἅρμα του̃ θεου̃ μυριοπλάσιον χιλιάδες εὐθηνούντων ὁ κύριος ἐν αὐτοι̃ς ἐν Σινα ἐν τω̨̃ ἁγίω̨
19 ἀνέβης εἰς ὕψος ἠ̨χμαλώτευσας αἰχμαλωσίαν ἔλαβες δόματα ἐν ἀνθρώπω̨ καὶ γὰρ ἀπειθου̃ντες του̃ κατασκηνω̃σαι κύριος ὁ θεὸς εὐλογητός
20 εὐλογητὸς κύριος ἡμέραν καθ' ἡμέραν κατευοδώσει ἡμι̃ν ὁ θεὸς τω̃ν σωτηρίων ἡμω̃ν διάψαλμα
21 ὁ θεὸς ἡμω̃ν θεὸς του̃ σώ̨ζειν καὶ του̃ κυρίου κυρίου αἱ διέξοδοι του̃ θανάτου
22 πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρω̃ν αὐτου̃ κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτω̃ν
23 εἰ̃πεν κύριος ἐκ Βασαν ἐπιστρέψω ἐπιστρέψω ἐν βυθοι̃ς θαλάσσης
24 ὅπως ἂν βαφη̨̃ ὁ πούς σου ἐν αἵματι ἡ γλω̃σσα τω̃ν κυνω̃ν σου ἐξ ἐχθρω̃ν παρ' αὐτου̃
25 ἐθεωρήθησαν αἱ πορει̃αί σου ὁ θεός αἱ πορει̃αι του̃ θεου̃ μου του̃ βασιλέως του̃ ἐν τω̨̃ ἁγίω̨
26 προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσω̨ νεανίδων τυμπανιστριω̃ν
27 ἐν ἐκκλησίαις εὐλογει̃τε τὸν θεόν τὸν κύριον ἐκ πηγω̃ν Ισραηλ
28 ἐκει̃ Βενιαμιν νεώτερος ἐν ἐκστάσει ἄρχοντες Ιουδα ἡγεμόνες αὐτω̃ν ἄρχοντες Ζαβουλων ἄρχοντες Νεφθαλι
29 ἔντειλαι ὁ θεός τη̨̃ δυνάμει σου δυνάμωσον ὁ θεός του̃το ὃ κατειργάσω ἡμι̃ν
30 ἀπὸ του̃ ναου̃ σου ἐπὶ Ιερουσαλημ σοὶ οἴσουσιν βασιλει̃ς δω̃ρα
31 ἐπιτίμησον τοι̃ς θηρίοις του̃ καλάμου ἡ συναγωγὴ τω̃ν ταύρων ἐν ται̃ς δαμάλεσιν τω̃ν λαω̃ν του̃ μὴ ἀποκλεισθη̃ναι τοὺς δεδοκιμασμένους τω̨̃ ἀργυρίω̨ διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα
32 ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου Αἰθιοπία προφθάσει χει̃ρα αὐτη̃ς τω̨̃ θεω̨̃
33 αἱ βασιλει̃αι τη̃ς γη̃ς ἄ̨σατε τω̨̃ θεω̨̃ ψάλατε τω̨̃ κυρίω̨ διάψαλμα
34 ψάλατε τω̨̃ θεω̨̃ τω̨̃ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν του̃ οὐρανου̃ κατὰ ἀνατολάς ἰδοὺ δώσει ἐν τη̨̃ φωνη̨̃ αὐτου̃ φωνὴν δυνάμεως
35 δότε δόξαν τω̨̃ θεω̨̃ ἐπὶ τὸν Ισραηλ ἡ μεγαλοπρέπεια αὐτου̃ καὶ ἡ δύναμις αὐτου̃ ἐν ται̃ς νεφέλαις
36 θαυμαστὸς ὁ θεὸς ἐν τοι̃ς ἁγίοις αὐτου̃ ὁ θεὸς Ισραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τω̨̃ λαω̨̃ αὐτου̃ εὐλογητὸς ὁ θεός

ΨΑΛΜΟΙ, ψαλμὀς 68

1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ἀλλοιωθησομένων τω̨̃ Δαυιδ
2 σω̃σόν με ὁ θεός ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχη̃ς μου
3 ἐνεπάγην εἰς ἰλὺν βυθου̃ καὶ οὐκ ἔστιν ὑπόστασις ἠ̃λθον εἰς τὰ βάθη τη̃ς θαλάσσης καὶ καταιγὶς κατεπόντισέν με
4 ἐκοπίασα κράζων ἐβραγχίασεν ὁ λάρυγξ μου ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ του̃ ἐλπίζειν ἐπὶ τὸν θεόν μου
5 ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τη̃ς κεφαλη̃ς μου οἱ μισου̃ντές με δωρεάν ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως ἃ οὐχ ἥρπασα τότε ἀπετίννυον
6 ὁ θεός σὺ ἔγνως τὴν ἀφροσύνην μου καὶ αἱ πλημμέλειαί μου ἀπὸ σου̃ οὐκ ἐκρύβησαν
7 μὴ αἰσχυνθείησαν ἐπ' ἐμοὶ οἱ ὑπομένοντές σε κύριε κύριε τω̃ν δυνάμεων μὴ ἐντραπείησαν ἐπ' ἐμοὶ οἱ ζητου̃ντές σε ὁ θεὸς του̃ Ισραηλ
8 ὅτι ἕνεκα σου̃ ὑπήνεγκα ὀνειδισμόν ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου
9 ἀπηλλοτριωμένος ἐγενήθην τοι̃ς ἀδελφοι̃ς μου καὶ ξένος τοι̃ς υἱοι̃ς τη̃ς μητρός μου
10 ὅτι ὁ ζη̃λος του̃ οἴκου σου κατέφαγέν με καὶ οἱ ὀνειδισμοὶ τω̃ν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ
11 καὶ συνέκαμψα ἐν νηστεία̨ τὴν ψυχήν μου καὶ ἐγενήθη εἰς ὀνειδισμὸν ἐμοί
12 καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον καὶ ἐγενόμην αὐτοι̃ς εἰς παραβολήν
13 κατ' ἐμου̃ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλη̨ καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἰ̃νον
14 ἐγὼ δὲ τη̨̃ προσευχη̨̃ μου πρὸς σέ κύριε καιρὸς εὐδοκίας ὁ θεός ἐν τω̨̃ πλήθει του̃ ἐλέους σου ἐπάκουσόν μου ἐν ἀληθεία̨ τη̃ς σωτηρίας σου
15 σω̃σόν με ἀπὸ πηλου̃ ἵνα μὴ ἐμπαγω̃ ῥυσθείην ἐκ τω̃ν μισούντων με καὶ ἐκ του̃ βάθους τω̃ν ὑδάτων
16 μή με καταποντισάτω καταιγὶς ὕδατος μηδὲ καταπιέτω με βυθός μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτου̃
17 εἰσάκουσόν μου κύριε ὅτι χρηστὸν τὸ ἔλεός σου κατὰ τὸ πλη̃θος τω̃ν οἰκτιρμω̃ν σου ἐπίβλεψον ἐπ' ἐμέ
18 μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου ἀπὸ του̃ παιδός σου ὅτι θλίβομαι ταχὺ ἐπάκουσόν μου
19 πρόσχες τη̨̃ ψυχη̨̃ μου καὶ λύτρωσαι αὐτήν ἕνεκα τω̃ν ἐχθρω̃ν μου ῥυ̃σαί με
20 σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου ἐναντίον σου πάντες οἱ θλίβοντές με
21 ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν καὶ ὑπέμεινα συλλυπούμενον καὶ οὐχ ὑπη̃ρξεν καὶ παρακαλου̃ντας καὶ οὐχ εὑ̃ρον
22 καὶ ἔδωκαν εἰς τὸ βρω̃μά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος
23 γενηθήτω ἡ τράπεζα αὐτω̃ν ἐνώπιον αὐτω̃ν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον
24 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτω̃ν του̃ μὴ βλέπειν καὶ τὸν νω̃τον αὐτω̃ν διὰ παντὸς σύγκαμψον
25 ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου καὶ ὁ θυμὸς τη̃ς ὀργη̃ς σου καταλάβοι αὐτούς
26 γενηθήτω ἡ ἔπαυλις αὐτω̃ν ἠρημωμένη καὶ ἐν τοι̃ς σκηνώμασιν αὐτω̃ν μὴ ἔστω ὁ κατοικω̃ν
27 ὅτι ὃν σὺ ἐπάταξας αὐτοὶ κατεδίωξαν καὶ ἐπὶ τὸ ἄλγος τω̃ν τραυματιω̃ν σου προσέθηκαν
28 πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτω̃ν καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνη̨ σου
29 ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν
30 πτωχὸς καὶ ἀλγω̃ν εἰμι ἐγώ καὶ ἡ σωτηρία του̃ προσώπου σου ὁ θεός ἀντελάβετό μου
31 αἰνέσω τὸ ὄνομα του̃ θεου̃ μετ' ὠ̨δη̃ς μεγαλυνω̃ αὐτὸν ἐν αἰνέσει
32 καὶ ἀρέσει τω̨̃ θεω̨̃ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς
33 ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν ἐκζητήσατε τὸν θεόν καὶ ζήσεται ἡ ψυχὴ ὑμω̃ν
34 ὅτι εἰσήκουσεν τω̃ν πενήτων ὁ κύριος καὶ τοὺς πεπεδημένους αὐτου̃ οὐκ ἐξουδένωσεν
35 αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γη̃ θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοι̃ς
36 ὅτι ὁ θεὸς σώσει τὴν Σιων καὶ οἰκοδομηθήσονται αἱ πόλεις τη̃ς Ιουδαίας καὶ κατοικήσουσιν ἐκει̃ καὶ κληρονομήσουσιν αὐτήν
37 καὶ τὸ σπέρμα τω̃ν δούλων αὐτου̃ καθέξουσιν αὐτήν καὶ οἱ ἀγαπω̃ντες τὸ ὄνομα αὐτου̃ κατασκηνώσουσιν ἐν αὐτη̨̃

ΨΑΛΜΟΙ, ψαλμὀς 69

1 εἰς τὸ τέλος τω̨̃ Δαυιδ εἰς ἀνάμνησιν
2 εἰς τὸ σω̃σαί με κύριον ὁ θεός εἰς τὴν βοήθειάν μου πρόσχες
3 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητου̃ντές μου τὴν ψυχήν ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά
4 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι εὐ̃γε εὐ̃γε
5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητου̃ντές σε καὶ λεγέτωσαν διὰ παντός μεγαλυνθήτω ὁ θεός οἱ ἀγαπω̃ντες τὸ σωτήριόν σου
6 ἐγὼ δὲ πτωχὸς καὶ πένης ὁ θεός βοήθησόν μοι βοηθός μου καὶ ῥύστης μου εἰ̃ σύ κύριε μὴ χρονίση̨ς

ΨΑΛΜΟΙ, ψαλμὀς 70

1 τω̨̃ Δαυιδ υἱω̃ν Ιωναδαβ καὶ τω̃ν πρώτων αἰχμαλωτισθέντων ὁ θεός ἐπὶ σοὶ ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰω̃να
2 ἐν τη̨̃ δικαιοσύνη̨ σου ῥυ̃σαί με καὶ ἐξελου̃ με κλι̃νον πρός με τὸ οὐ̃ς σου καὶ σω̃σόν με
3 γενου̃ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν του̃ σω̃σαί με ὅτι στερέωμά μου καὶ καταφυγή μου εἰ̃ σύ
4 ὁ θεός μου ῥυ̃σαί με ἐκ χειρὸς ἁμαρτωλου̃ ἐκ χειρὸς παρανομου̃ντος καὶ ἀδικου̃ντος
5 ὅτι σὺ εἰ̃ ἡ ὑπομονή μου κύριε κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου
6 ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός ἐκ κοιλίας μητρός μου σύ μου εἰ̃ σκεπαστής ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός
7 ὡσεὶ τέρας ἐγενήθην τοι̃ς πολλοι̃ς καὶ σὺ βοηθὸς κραταιός
8 πληρωθήτω τὸ στόμα μου αἰνέσεως ὅπως ὑμνήσω τὴν δόξαν σου ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου
9 μὴ ἀπορρίψη̨ς με εἰς καιρὸν γήρους ἐν τω̨̃ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπη̨ς με
10 ὅτι εἰ̃παν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ
11 λέγοντες ὁ θεὸς ἐγκατέλιπεν αὐτόν καταδιώξατε καὶ καταλάβετε αὐτόν ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος
12 ὁ θεός μὴ μακρύνη̨ς ἀπ' ἐμου̃ ὁ θεός μου εἰς τὴν βοήθειάν μου πρόσχες
13 αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητου̃ντες τὰ κακά μοι
14 ἐγὼ δὲ διὰ παντὸς ἐλπιω̃ καὶ προσθήσω ἐπὶ πα̃σαν τὴν αἴνεσίν σου
15 τὸ στόμα μου ἐξαγγελει̃ τὴν δικαιοσύνην σου ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου ὅτι οὐκ ἔγνων γραμματείας
16 εἰσελεύσομαι ἐν δυναστεία̨ κυρίου κύριε μνησθήσομαι τη̃ς δικαιοσύνης σου μόνου
17 ἐδίδαξάς με ὁ θεός ἐκ νεότητός μου καὶ μέχρι νυ̃ν ἀπαγγελω̃ τὰ θαυμάσιά σου
18 καὶ ἕως γήρους καὶ πρεσβείου ὁ θεός μὴ ἐγκαταλίπη̨ς με ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάση̨ τη̨̃ γενεα̨̃ τη̨̃ ἐρχομένη̨ τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου
19 ὁ θεός ἕως ὑψίστων ἃ ἐποίησας μεγαλει̃α ὁ θεός τίς ὅμοιός σοι
20 ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς καὶ ἐπιστρέψας ἐζωοποίησάς με καὶ ἐκ τω̃ν ἀβύσσων τη̃ς γη̃ς πάλιν ἀνήγαγές με
21 ἐπλεόνασας τὴν μεγαλοσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με καὶ ἐκ τω̃ν ἀβύσσων τη̃ς γη̃ς πάλιν ἀνήγαγές με
22 καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμου̃ τὴν ἀλήθειάν σου ὁ θεός ψαλω̃ σοι ἐν κιθάρα̨ ὁ ἅγιος του̃ Ισραηλ
23 ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω
24 ἔτι δὲ καὶ ἡ γλω̃σσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου ὅταν αἰσχυνθω̃σιν καὶ ἐντραπω̃σιν οἱ ζητου̃ντες τὰ κακά μοι

ΨΑΛΜΟΙ, ψαλμὀς 71

1 εἰς Σαλωμων ὁ θεός τὸ κρίμα σου τω̨̃ βασιλει̃ δὸς καὶ τὴν δικαιοσύνην σου τω̨̃ υἱω̨̃ του̃ βασιλέως
2 κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνη̨ καὶ τοὺς πτωχούς σου ἐν κρίσει
3 ἀναλαβέτω τὰ ὄρη εἰρήνην τω̨̃ λαω̨̃ σου καὶ οἱ βουνοὶ ἐν δικαιοσύνη̨
4 κρινει̃ τοὺς πτωχοὺς του̃ λαου̃ καὶ σώσει τοὺς υἱοὺς τω̃ν πενήτων καὶ ταπεινώσει συκοφάντην
5 καὶ συμπαραμενει̃ τω̨̃ ἡλίω̨ καὶ πρὸ τη̃ς σελήνης γενεὰς γενεω̃ν
6 καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γη̃ν
7 ἀνατελει̃ ἐν ται̃ς ἡμέραις αὐτου̃ δικαιοσύνη καὶ πλη̃θος εἰρήνης ἕως οὑ̃ ἀνταναιρεθη̨̃ ἡ σελήνη
8 καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμου̃ ἕως περάτων τη̃ς οἰκουμένης
9 ἐνώπιον αὐτου̃ προπεσου̃νται Αἰθίοπες καὶ οἱ ἐχθροὶ αὐτου̃ χου̃ν λείξουσιν
10 βασιλει̃ς Θαρσις καὶ αἱ νη̃σοι δω̃ρα προσοίσουσιν βασιλει̃ς 'Αράβων καὶ Σαβα δω̃ρα προσάξουσιν
11 καὶ προσκυνήσουσιν αὐτω̨̃ πάντες οἱ βασιλει̃ς πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτω̨̃
12 ὅτι ἐρρύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ πένητα ὡ̨̃ οὐχ ὑπη̃ρχεν βοηθός
13 φείσεται πτωχου̃ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει
14 ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτω̃ν καὶ ἔντιμον τὸ ὄνομα αὐτω̃ν ἐνώπιον αὐτου̃
15 καὶ ζήσεται καὶ δοθήσεται αὐτω̨̃ ἐκ του̃ χρυσίου τη̃ς 'Αραβίας καὶ προσεύξονται περὶ αὐτου̃ διὰ παντός ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν
16 ἔσται στήριγμα ἐν τη̨̃ γη̨̃ ἐπ' ἄκρων τω̃ν ὀρέων ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτου̃ καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τη̃ς γη̃ς
17 ἔστω τὸ ὄνομα αὐτου̃ εὐλογημένον εἰς τοὺς αἰω̃νας πρὸ του̃ ἡλίου διαμενει̃ τὸ ὄνομα αὐτου̃ καὶ εὐλογηθήσονται ἐν αὐτω̨̃ πα̃σαι αἱ φυλαὶ τη̃ς γη̃ς πάντα τὰ ἔθνη μακαριου̃σιν αὐτόν
18 εὐλογητὸς κύριος ὁ θεὸς ὁ θεὸς Ισραηλ ὁ ποιω̃ν θαυμάσια μόνος
19 καὶ εὐλογητὸν τὸ ὄνομα τη̃ς δόξης αὐτου̃ εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος καὶ πληρωθήσεται τη̃ς δόξης αὐτου̃ πα̃σα ἡ γη̃ γένοιτο γένοιτο
20 ἐξέλιπον οἱ ὕμνοι Δαυιδ του̃ υἱου̃ Ιεσσαι

ΨΑΛΜΟΙ, ψαλμὀς 72

1 ψαλμὸς τω̨̃ Ασαφ ὡς ἀγαθὸς τω̨̃ Ισραηλ ὁ θεός τοι̃ς εὐθέσι τη̨̃ καρδία̨
2 ἐμου̃ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου
3 ὅτι ἐζήλωσα ἐπὶ τοι̃ς ἀνόμοις εἰρήνην ἁμαρτωλω̃ν θεωρω̃ν
4 ὅτι οὐκ ἔστιν ἀνάνευσις τω̨̃ θανάτω̨ αὐτω̃ν καὶ στερέωμα ἐν τη̨̃ μάστιγι αὐτω̃ν
5 ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶν καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται
6 διὰ του̃το ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτω̃ν
7 ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτω̃ν διήλθοσαν εἰς διάθεσιν καρδίας
8 διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρία̨ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν
9 ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτω̃ν καὶ ἡ γλω̃σσα αὐτω̃ν διη̃λθεν ἐπὶ τη̃ς γη̃ς
10 διὰ του̃το ἐπιστρέψει ὁ λαός μου ἐνταυ̃θα καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοι̃ς
11 καὶ εἰ̃παν πω̃ς ἔγνω ὁ θεός καὶ εἰ ἔστιν γνω̃σις ἐν τω̨̃ ὑψίστω̨
12 ἰδοὺ οὑ̃τοι ἁμαρτωλοὶ καὶ εὐθηνου̃νται εἰς τὸν αἰω̃να κατέσχον πλούτου
13 καὶ εἰ̃πα ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθώ̨οις τὰς χει̃ράς μου
14 καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωίας
15 εἰ ἔλεγον διηγήσομαι οὕτως ἰδοὺ τη̨̃ γενεα̨̃ τω̃ν υἱω̃ν σου ἠσυνθέτηκα
16 καὶ ὑπέλαβον του̃ γνω̃ναι του̃το κόπος ἐστὶν ἐναντίον μου
17 ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον του̃ θεου̃ καὶ συνω̃ εἰς τὰ ἔσχατα αὐτω̃ν
18 πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοι̃ς κατέβαλες αὐτοὺς ἐν τω̨̃ ἐπαρθη̃ναι
19 πω̃ς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα ἐξέλιπον ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτω̃ν
20 ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου κύριε ἐν τη̨̃ πόλει σου τὴν εἰκόνα αὐτω̃ν ἐξουδενώσεις
21 ὅτι ἐξεκαύθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν
22 καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων κτηνώδης ἐγενόμην παρὰ σοί
23 καὶ ἐγὼ διὰ παντὸς μετὰ σου̃ ἐκράτησας τη̃ς χειρὸς τη̃ς δεξια̃ς μου
24 ἐν τη̨̃ βουλη̨̃ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με
25 τί γάρ μοι ὑπάρχει ἐν τω̨̃ οὐρανω̨̃ καὶ παρὰ σου̃ τί ἠθέλησα ἐπὶ τη̃ς γη̃ς
26 ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου ὁ θεὸς τη̃ς καρδίας μου καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰω̃να
27 ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σου̃ ἀπολου̃νται ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σου̃
28 ἐμοὶ δὲ τὸ προσκολλα̃σθαι τω̨̃ θεω̨̃ ἀγαθόν ἐστιν τίθεσθαι ἐν τω̨̃ κυρίω̨ τὴν ἐλπίδα μου του̃ ἐξαγγει̃λαι πάσας τὰς αἰνέσεις σου ἐν ται̃ς πύλαις τη̃ς θυγατρὸς Σιων

ΨΑΛΜΟΙ, ψαλμὀς 73

1 συνέσεως τω̨̃ Ασαφ ἵνα τί ἀπώσω ὁ θεός εἰς τέλος ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομη̃ς σου
2 μνήσθητι τη̃ς συναγωγη̃ς σου ἡ̃ς ἐκτήσω ἀπ' ἀρχη̃ς ἐλυτρώσω ῥάβδον κληρονομίας σου ὄρος Σιων του̃το ὃ κατεσκήνωσας ἐν αὐτω̨̃
3 ἔπαρον τὰς χει̃ράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτω̃ν εἰς τέλος ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοι̃ς ἁγίοις σου
4 καὶ ἐνεκαυχήσαντο οἱ μισου̃ντές σε ἐν μέσω̨ τη̃ς ἑορτη̃ς σου ἔθεντο τὰ σημει̃α αὐτω̃ν σημει̃α καὶ οὐκ ἔγνωσαν
5 ὡς εἰς τὴν εἴσοδον ὑπεράνω
6 ὡς ἐν δρυμω̨̃ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτη̃ς ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίω̨ κατέρραξαν αὐτήν
7 ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γη̃ν ἐβεβήλωσαν τὸ σκήνωμα του̃ ὀνόματός σου
8 εἰ̃παν ἐν τη̨̃ καρδία̨ αὐτω̃ν ἡ συγγένεια αὐτω̃ν ἐπὶ τὸ αὐτό δευ̃τε καὶ κατακαύσωμεν πάσας τὰς ἑορτὰς του̃ θεου̃ ἀπὸ τη̃ς γη̃ς
9 τὰ σημει̃α ἡμω̃ν οὐκ εἴδομεν οὐκ ἔστιν ἔτι προφήτης καὶ ἡμα̃ς οὐ γνώσεται ἔτι
10 ἕως πότε ὁ θεός ὀνειδιει̃ ὁ ἐχθρός παροξυνει̃ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος
11 ἵνα τί ἀποστρέφεις τὴν χει̃ρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου του̃ κόλπου σου εἰς τέλος
12 ὁ δὲ θεὸς βασιλεὺς ἡμω̃ν πρὸ αἰω̃νος εἰργάσατο σωτηρίαν ἐν μέσω̨ τη̃ς γη̃ς
13 σὺ ἐκραταίωσας ἐν τη̨̃ δυνάμει σου τὴν θάλασσαν σὺ συνέτριψας τὰς κεφαλὰς τω̃ν δρακόντων ἐπὶ του̃ ὕδατος
14 σὺ συνέθλασας τὰς κεφαλὰς του̃ δράκοντος ἔδωκας αὐτὸν βρω̃μα λαοι̃ς τοι̃ς Αἰθίοψιν
15 σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους σὺ ἐξήρανας ποταμοὺς Ηθαμ
16 σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ σὺ κατηρτίσω φαυ̃σιν καὶ ἥλιον
17 σὺ ἐποίησας πάντα τὰ ὅρια τη̃ς γη̃ς θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά
18 μνήσθητι ταύτης ἐχθρὸς ὠνείδισεν τὸν κύριον καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομά σου
19 μὴ παραδω̨̃ς τοι̃ς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι τω̃ν ψυχω̃ν τω̃ν πενήτων σου μὴ ἐπιλάθη̨ εἰς τέλος
20 ἐπίβλεψον εἰς τὴν διαθήκην σου ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τη̃ς γη̃ς οἴκων ἀνομιω̃ν
21 μὴ ἀποστραφήτω τεταπεινωμένος κατη̨σχυμμένος πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου
22 ἀνάστα ὁ θεός δίκασον τὴν δίκην σου μνήσθητι τω̃ν ὀνειδισμω̃ν σου τω̃ν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν
23 μὴ ἐπιλάθη̨ τη̃ς φωνη̃ς τω̃ν ἱκετω̃ν σου ἡ ὑπερηφανία τω̃ν μισούντων σε ἀνέβη διὰ παντὸς πρὸς σέ

ΨΑΛΜΟΙ, ψαλμὀς 74

1 εἰς τὸ τέλος μὴ διαφθείρη̨ς ψαλμὸς τω̨̃ Ασαφ ὠ̨δη̃ς
2 ἐξομολογησόμεθά σοι ὁ θεός ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου
3 διηγήσομαι πάντα τὰ θαυμάσιά σου ὅταν λάβω καιρόν ἐγὼ εὐθύτητας κρινω̃
4 ἐτάκη ἡ γη̃ καὶ πάντες οἱ κατοικου̃ντες ἐν αὐτη̨̃ ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτη̃ς διάψαλμα
5 εἰ̃πα τοι̃ς παρανομου̃σιν μὴ παρανομει̃τε καὶ τοι̃ς ἁμαρτάνουσιν μὴ ὑψου̃τε κέρας
6 μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμω̃ν μὴ λαλει̃τε κατὰ του̃ θεου̃ ἀδικίαν
7 ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμω̃ν οὔτε ἀπὸ ἐρήμων ὀρέων
8 ὅτι ὁ θεὸς κριτής ἐστιν του̃τον ταπεινοι̃ καὶ του̃τον ὑψοι̃
9 ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλη̃ρες κεράσματος καὶ ἔκλινεν ἐκ τούτου εἰς του̃το πλὴν ὁ τρυγίας αὐτου̃ οὐκ ἐξεκενώθη πίονται πάντες οἱ ἁμαρτωλοὶ τη̃ς γη̃ς
10 ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰω̃να ψαλω̃ τω̨̃ θεω̨̃ Ιακωβ
11 καὶ πάντα τὰ κέρατα τω̃ν ἁμαρτωλω̃ν συγκλάσω καὶ ὑψωθήσεται τὰ κέρατα του̃ δικαίου

ΨΑΛΜΟΙ, ψαλμὀς 75

1 εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τω̨̃ Ασαφ ὠ̨δὴ πρὸς τὸν 'Ασσύριον
2 γνωστὸς ἐν τη̨̃ Ιουδαία̨ ὁ θεός ἐν τω̨̃ Ισραηλ μέγα τὸ ὄνομα αὐτου̃
3 καὶ ἐγενήθη ἐν εἰρήνη̨ ὁ τόπος αὐτου̃ καὶ τὸ κατοικητήριον αὐτου̃ ἐν Σιων
4 ἐκει̃ συνέτριψεν τὰ κράτη τω̃ν τόξων ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον διάψαλμα
5 φωτίζεις σὺ θαυμαστω̃ς ἀπὸ ὀρέων αἰωνίων
6 ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τη̨̃ καρδία̨ ὕπνωσαν ὕπνον αὐτω̃ν καὶ οὐχ εὑ̃ρον οὐδὲν πάντες οἱ ἄνδρες του̃ πλούτου ται̃ς χερσὶν αὐτω̃ν
7 ἀπὸ ἐπιτιμήσεώς σου ὁ θεὸς Ιακωβ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους
8 σὺ φοβερὸς εἰ̃ καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου
9 ἐκ του̃ οὐρανου̃ ἠκούτισας κρίσιν γη̃ ἐφοβήθη καὶ ἡσύχασεν
10 ἐν τω̨̃ ἀναστη̃ναι εἰς κρίσιν τὸν θεὸν του̃ σω̃σαι πάντας τοὺς πραει̃ς τη̃ς γη̃ς διάψαλμα
11 ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι
12 εὔξασθε καὶ ἀπόδοτε κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν πάντες οἱ κύκλω̨ αὐτου̃ οἴσουσιν δω̃ρα
13 τω̨̃ φοβερω̨̃ καὶ ἀφαιρουμένω̨ πνεύματα ἀρχόντων φοβερω̨̃ παρὰ τοι̃ς βασιλευ̃σι τη̃ς γη̃ς

ΨΑΛΜΟΙ, ψαλμὀς 76

1 εἰς τὸ τέλος ὑπὲρ Ιδιθουν τω̨̃ Ασαφ ψαλμός
2 φωνη̨̃ μου πρὸς κύριον ἐκέκραξα φωνη̨̃ μου πρὸς τὸν θεόν καὶ προσέσχεν μοι
3 ἐν ἡμέρα̨ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα ται̃ς χερσίν μου νυκτὸς ἐναντίον αὐτου̃ καὶ οὐκ ἠπατήθην ἀπηνήνατο παρακληθη̃ναι ἡ ψυχή μου
4 ἐμνήσθην του̃ θεου̃ καὶ εὐφράνθην ἠδολέσχησα καὶ ὠλιγοψύχησεν τὸ πνευ̃μά μου διάψαλμα
5 προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου ἐταράχθην καὶ οὐκ ἐλάλησα
6 διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα
7 νυκτὸς μετὰ τη̃ς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλεν τὸ πνευ̃μά μου
8 μὴ εἰς τοὺς αἰω̃νας ἀπώσεται κύριος καὶ οὐ προσθήσει του̃ εὐδοκη̃σαι ἔτι
9 ἢ εἰς τέλος τὸ ἔλεος αὐτου̃ ἀποκόψει ἀπὸ γενεα̃ς εἰς γενεάν
10 ἢ ἐπιλήσεται του̃ οἰκτιρη̃σαι ὁ θεὸς ἢ συνέξει ἐν τη̨̃ ὀργη̨̃ αὐτου̃ τοὺς οἰκτιρμοὺς αὐτου̃ διάψαλμα
11 καὶ εἰ̃πα νυ̃ν ἠρξάμην αὕτη ἡ ἀλλοίωσις τη̃ς δεξια̃ς του̃ ὑψίστου
12 ἐμνήσθην τω̃ν ἔργων κυρίου ὅτι μνησθήσομαι ἀπὸ τη̃ς ἀρχη̃ς τω̃ν θαυμασίων σου
13 καὶ μελετήσω ἐν πα̃σιν τοι̃ς ἔργοις σου καὶ ἐν τοι̃ς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω
14 ὁ θεός ἐν τω̨̃ ἁγίω̨ ἡ ὁδός σου τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμω̃ν
15 σὺ εἰ̃ ὁ θεὸς ὁ ποιω̃ν θαυμάσια ἐγνώρισας ἐν τοι̃ς λαοι̃ς τὴν δύναμίν σου
16 ἐλυτρώσω ἐν τω̨̃ βραχίονί σου τὸν λαόν σου τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηφ διάψαλμα
17 εἴδοσάν σε ὕδατα ὁ θεός εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν καὶ ἐταράχθησαν ἄβυσσοι πλη̃θος ἤχους ὑδάτων
18 φωνὴν ἔδωκαν αἱ νεφέλαι καὶ γὰρ τὰ βέλη σου διαπορεύονται
19 φωνὴ τη̃ς βροντη̃ς σου ἐν τω̨̃ τροχω̨̃ ἔφαναν αἱ ἀστραπαί σου τη̨̃ οἰκουμένη̨ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γη̃
20 ἐν τη̨̃ θαλάσση̨ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοι̃ς καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται
21 ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυση̃ καὶ Ααρων

ΨΑΛΜΟΙ, ψαλμὀς 77

1 συνέσεως τω̨̃ Ασαφ προσέχετε λαός μου τὸν νόμον μου κλίνατε τὸ οὐ̃ς ὑμω̃ν εἰς τὰ ῥήματα του̃ στόματός μου
2 ἀνοίξω ἐν παραβολαι̃ς τὸ στόμα μου φθέγξομαι προβλήματα ἀπ' ἀρχη̃ς
3 ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ καὶ οἱ πατέρες ἡμω̃ν διηγήσαντο ἡμι̃ν
4 οὐκ ἐκρύβη ἀπὸ τω̃ν τέκνων αὐτω̃ν εἰς γενεὰν ἑτέραν ἀπαγγέλλοντες τὰς αἰνέσεις του̃ κυρίου καὶ τὰς δυναστείας αὐτου̃ καὶ τὰ θαυμάσια αὐτου̃ ἃ ἐποίησεν
5 καὶ ἀνέστησεν μαρτύριον ἐν Ιακωβ καὶ νόμον ἔθετο ἐν Ισραηλ ὅσα ἐνετείλατο τοι̃ς πατράσιν ἡμω̃ν του̃ γνωρίσαι αὐτὰ τοι̃ς υἱοι̃ς αὐτω̃ν
6 ὅπως ἂν γνω̨̃ γενεὰ ἑτέρα υἱοὶ οἱ τεχθησόμενοι καὶ ἀναστήσονται καὶ ἀπαγγελου̃σιν αὐτὰ τοι̃ς υἱοι̃ς αὐτω̃ν
7 ἵνα θω̃νται ἐπὶ τὸν θεὸν τὴν ἐλπίδα αὐτω̃ν καὶ μὴ ἐπιλάθωνται τω̃ν ἔργων του̃ θεου̃ καὶ τὰς ἐντολὰς αὐτου̃ ἐκζητήσουσιν
8 ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτω̃ν γενεὰ σκολιὰ καὶ παραπικραίνουσα γενεά ἥτις οὐ κατηύθυνεν τὴν καρδίαν αὐτη̃ς καὶ οὐκ ἐπιστώθη μετὰ του̃ θεου̃ τὸ πνευ̃μα αὐτη̃ς
9 υἱοὶ Εφραιμ ἐντείνοντες καὶ βάλλοντες τόξοις ἐστράφησαν ἐν ἡμέρα̨ πολέμου
10 οὐκ ἐφύλαξαν τὴν διαθήκην του̃ θεου̃ καὶ ἐν τω̨̃ νόμω̨ αὐτου̃ οὐκ ἤθελον πορεύεσθαι
11 καὶ ἐπελάθοντο τω̃ν εὐεργεσιω̃ν αὐτου̃ καὶ τω̃ν θαυμασίων αὐτου̃ ὡ̃ν ἔδειξεν αὐτοι̃ς
12 ἐναντίον τω̃ν πατέρων αὐτω̃ν ἃ ἐποίησεν θαυμάσια ἐν γη̨̃ Αἰγύπτω̨ ἐν πεδίω̨ Τάνεως
13 διέρρηξεν θάλασσαν καὶ διήγαγεν αὐτούς ἔστησεν ὕδατα ὡσεὶ ἀσκὸν
14 καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλη̨ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμω̨̃ πυρός
15 διέρρηξεν πέτραν ἐν ἐρήμω̨ καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσω̨ πολλη̨̃
16 καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα
17 καὶ προσέθεντο ἔτι του̃ ἁμαρτάνειν αὐτω̨̃ παρεπίκραναν τὸν ὕψιστον ἐν ἀνύδρω̨
18 καὶ ἐξεπείρασαν τὸν θεὸν ἐν ται̃ς καρδίαις αὐτω̃ν του̃ αἰτη̃σαι βρώματα ται̃ς ψυχαι̃ς αὐτω̃ν
19 καὶ κατελάλησαν του̃ θεου̃ καὶ εἰ̃παν μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμω̨
20 ἐπεὶ ἐπάταξεν πέτραν καὶ ἐρρύησαν ὕδατα καὶ χείμαρροι κατεκλύσθησαν μὴ καὶ ἄρτον δύναται δου̃ναι ἢ ἑτοιμάσαι τράπεζαν τω̨̃ λαω̨̃ αὐτου̃
21 διὰ του̃το ἤκουσεν κύριος καὶ ἀνεβάλετο καὶ πυ̃ρ ἀνήφθη ἐν Ιακωβ καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ισραηλ
22 ὅτι οὐκ ἐπίστευσαν ἐν τω̨̃ θεω̨̃ οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτου̃
23 καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν καὶ θύρας οὐρανου̃ ἀνέω̨ξεν
24 καὶ ἔβρεξεν αὐτοι̃ς μαννα φαγει̃ν καὶ ἄρτον οὐρανου̃ ἔδωκεν αὐτοι̃ς
25 ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος ἐπισιτισμὸν ἀπέστειλεν αὐτοι̃ς εἰς πλησμονήν
26 ἀπη̃ρεν νότον ἐξ οὐρανου̃ καὶ ἐπήγαγεν ἐν τη̨̃ δυναστεία̨ αὐτου̃ λίβα
27 καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χου̃ν σάρκας καὶ ὡσεὶ ἄμμον θαλασσω̃ν πετεινὰ πτερωτά
28 καὶ ἐπέπεσον εἰς μέσον τη̃ς παρεμβολη̃ς αὐτω̃ν κύκλω̨ τω̃ν σκηνωμάτων αὐτω̃ν
29 καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν σφόδρα καὶ τὴν ἐπιθυμίαν αὐτω̃ν ἤνεγκεν αὐτοι̃ς
30 οὐκ ἐστερήθησαν ἀπὸ τη̃ς ἐπιθυμίας αὐτω̃ν ἔτι τη̃ς βρώσεως αὐτω̃ν οὔσης ἐν τω̨̃ στόματι αὐτω̃ν
31 καὶ ὀργὴ του̃ θεου̃ ἀνέβη ἐπ' αὐτοὺς καὶ ἀπέκτεινεν ἐν τοι̃ς πίοσιν αὐτω̃ν καὶ τοὺς ἐκλεκτοὺς του̃ Ισραηλ συνεπόδισεν
32 ἐν πα̃σιν τούτοις ἥμαρτον ἔτι καὶ οὐκ ἐπίστευσαν ἐν τοι̃ς θαυμασίοις αὐτου̃
33 καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτω̃ν καὶ τὰ ἔτη αὐτω̃ν μετὰ σπουδη̃ς
34 ὅταν ἀπέκτεννεν αὐτούς ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν θεὸν
35 καὶ ἐμνήσθησαν ὅτι ὁ θεὸς βοηθὸς αὐτω̃ν ἐστιν καὶ ὁ θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτω̃ν ἐστιν
36 καὶ ἠπάτησαν αὐτὸν ἐν τω̨̃ στόματι αὐτω̃ν καὶ τη̨̃ γλώσση̨ αὐτω̃ν ἐψεύσαντο αὐτω̨̃
37 ἡ δὲ καρδία αὐτω̃ν οὐκ εὐθει̃α μετ' αὐτου̃ οὐδὲ ἐπιστώθησαν ἐν τη̨̃ διαθήκη̨ αὐτου̃
38 αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσεται ται̃ς ἁμαρτίαις αὐτω̃ν καὶ οὐ διαφθερει̃ καὶ πληθυνει̃ του̃ ἀποστρέψαι τὸν θυμὸν αὐτου̃ καὶ οὐχὶ ἐκκαύσει πα̃σαν τὴν ὀργὴν αὐτου̃
39 καὶ ἐμνήσθη ὅτι σάρξ εἰσιν πνευ̃μα πορευόμενον καὶ οὐκ ἐπιστρέφον
40 ποσάκις παρεπίκραναν αὐτὸν ἐν τη̨̃ ἐρήμω̨ παρώργισαν αὐτὸν ἐν γη̨̃ ἀνύδρω̨
41 καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν θεὸν καὶ τὸν ἅγιον του̃ Ισραηλ παρώξυναν
42 οὐκ ἐμνήσθησαν τη̃ς χειρὸς αὐτου̃ ἡμέρας ἡ̃ς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος
43 ὡς ἔθετο ἐν Αἰγύπτω̨ τὰ σημει̃α αὐτου̃ καὶ τὰ τέρατα αὐτου̃ ἐν πεδίω̨ Τάνεως
44 καὶ μετέστρεψεν εἰς αἱ̃μα τοὺς ποταμοὺς αὐτω̃ν καὶ τὰ ὀμβρήματα αὐτω̃ν ὅπως μὴ πίωσιν
45 ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτούς καὶ βάτραχον καὶ διέφθειρεν αὐτούς
46 καὶ ἔδωκεν τη̨̃ ἐρυσίβη̨ τὸν καρπὸν αὐτω̃ν καὶ τοὺς πόνους αὐτω̃ν τη̨̃ ἀκρίδι
47 ἀπέκτεινεν ἐν χαλάζη̨ τὴν ἄμπελον αὐτω̃ν καὶ τὰς συκαμίνους αὐτω̃ν ἐν τη̨̃ πάχνη̨
48 καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτω̃ν καὶ τὴν ὕπαρξιν αὐτω̃ν τω̨̃ πυρί
49 ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμου̃ αὐτου̃ θυμὸν καὶ ὀργὴν καὶ θλι̃ψιν ἀποστολὴν δι' ἀγγέλων πονηρω̃ν
50 ὡδοποίησεν τρίβον τη̨̃ ὀργη̨̃ αὐτου̃ οὐκ ἐφείσατο ἀπὸ θανάτου τω̃ν ψυχω̃ν αὐτω̃ν καὶ τὰ κτήνη αὐτω̃ν εἰς θάνατον συνέκλεισεν
51 καὶ ἐπάταξεν πα̃ν πρωτότοκον ἐν Αἰγύπτω̨ ἀπαρχὴν τω̃ν πόνων αὐτω̃ν ἐν τοι̃ς σκηνώμασι Χαμ
52 καὶ ἀπη̃ρεν ὡς πρόβατα τὸν λαὸν αὐτου̃ καὶ ἀνήγαγεν αὐτοὺς ὡς ποίμνιον ἐν ἐρήμω̨
53 καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι καὶ οὐκ ἐδειλίασαν καὶ τοὺς ἐχθροὺς αὐτω̃ν ἐκάλυψεν θάλασσα
54 καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὅριον ἁγιάσματος αὐτου̃ ὄρος του̃το ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτου̃
55 καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτω̃ν ἔθνη καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίω̨ κληροδοσίας καὶ κατεσκήνωσεν ἐν τοι̃ς σκηνώμασιν αὐτω̃ν τὰς φυλὰς του̃ Ισραηλ
56 καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν θεὸν τὸν ὕψιστον καὶ τὰ μαρτύρια αὐτου̃ οὐκ ἐφυλάξαντο
57 καὶ ἀπέστρεψαν καὶ ἠσυνθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτω̃ν καὶ μετεστράφησαν εἰς τόξον στρεβλὸν
58 καὶ παρώργισαν αὐτὸν ἐν τοι̃ς βουνοι̃ς αὐτω̃ν καὶ ἐν τοι̃ς γλυπτοι̃ς αὐτω̃ν παρεζήλωσαν αὐτόν
59 ἤκουσεν ὁ θεὸς καὶ ὑπερει̃δεν καὶ ἐξουδένωσεν σφόδρα τὸν Ισραηλ
60 καὶ ἀπώσατο τὴν σκηνὴν Σηλωμ σκήνωμα αὐτου̃ οὑ̃ κατεσκήνωσεν ἐν ἀνθρώποις
61 καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτω̃ν καὶ τὴν καλλονὴν αὐτω̃ν εἰς χει̃ρας ἐχθρου̃
62 καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὐτου̃ καὶ τὴν κληρονομίαν αὐτου̃ ὑπερει̃δεν
63 τοὺς νεανίσκους αὐτω̃ν κατέφαγεν πυ̃ρ καὶ αἱ παρθένοι αὐτω̃ν οὐκ ἐπενθήθησαν
64 οἱ ἱερει̃ς αὐτω̃ν ἐν ῥομφαία̨ ἔπεσαν καὶ αἱ χη̃ραι αὐτω̃ν οὐ κλαυσθήσονται
65 καὶ ἐξηγέρθη ὡς ὁ ὑπνω̃ν κύριος ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου
66 καὶ ἐπάταξεν τοὺς ἐχθροὺς αὐτου̃ εἰς τὰ ὀπίσω ὄνειδος αἰώνιον ἔδωκεν αὐτοι̃ς
67 καὶ ἀπώσατο τὸ σκήνωμα Ιωσηφ καὶ τὴν φυλὴν Εφραιμ οὐκ ἐξελέξατο
68 καὶ ἐξελέξατο τὴν φυλὴν Ιουδα τὸ ὄρος τὸ Σιων ὃ ἠγάπησεν
69 καὶ ὠ̨κοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτου̃ ἐν τη̨̃ γη̨̃ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰω̃να
70 καὶ ἐξελέξατο Δαυιδ τὸν δου̃λον αὐτου̃ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τω̃ν ποιμνίων τω̃ν προβάτων
71 ἐξόπισθεν τω̃ν λοχευομένων ἔλαβεν αὐτὸν ποιμαίνειν Ιακωβ τὸν λαὸν αὐτου̃ καὶ Ισραηλ τὴν κληρονομίαν αὐτου̃
72 καὶ ἐποίμανεν αὐτοὺς ἐν τη̨̃ ἀκακία̨ τη̃ς καρδίας αὐτου̃ καὶ ἐν ται̃ς συνέσεσι τω̃ν χειρω̃ν αὐτου̃ ὡδήγησεν αὐτούς

ΨΑΛΜΟΙ, ψαλμὀς 78

1 ψαλμὸς τω̨̃ Ασαφ ὁ θεός ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου ἔθεντο Ιερουσαλημ εἰς ὀπωροφυλάκιον
2 ἔθεντο τὰ θνησιμαι̃α τω̃ν δούλων σου βρώματα τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ τὰς σάρκας τω̃ν ὁσίων σου τοι̃ς θηρίοις τη̃ς γη̃ς
3 ἐξέχεαν τὸ αἱ̃μα αὐτω̃ν ὡς ὕδωρ κύκλω̨ Ιερουσαλημ καὶ οὐκ ἠ̃ν ὁ θάπτων
4 ἐγενήθημεν ὄνειδος τοι̃ς γείτοσιν ἡμω̃ν μυκτηρισμὸς καὶ χλευασμὸς τοι̃ς κύκλω̨ ἡμω̃ν
5 ἕως πότε κύριε ὀργισθήση̨ εἰς τέλος ἐκκαυθήσεται ὡς πυ̃ρ ὁ ζη̃λός σου
6 ἔκχεον τὴν ὀργήν σου ἐπὶ ἔθνη τὰ μὴ γινώσκοντά σε καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο
7 ὅτι κατέφαγον τὸν Ιακωβ καὶ τὸν τόπον αὐτου̃ ἠρήμωσαν
8 μὴ μνησθη̨̃ς ἡμω̃ν ἀνομιω̃ν ἀρχαίων ταχὺ προκαταλαβέτωσαν ἡμα̃ς οἱ οἰκτιρμοί σου ὅτι ἐπτωχεύσαμεν σφόδρα
9 βοήθησον ἡμι̃ν ὁ θεὸς ὁ σωτὴρ ἡμω̃ν ἕνεκα τη̃ς δόξης του̃ ὀνόματός σου κύριε ῥυ̃σαι ἡμα̃ς καὶ ἱλάσθητι ται̃ς ἁμαρτίαις ἡμω̃ν ἕνεκα του̃ ὀνόματός σου
10 μήποτε εἴπωσιν τὰ ἔθνη που̃ ἐστιν ὁ θεὸς αὐτω̃ν καὶ γνωσθήτω ἐν τοι̃ς ἔθνεσιν ἐνώπιον τω̃ν ὀφθαλμω̃ν ἡμω̃ν ἡ ἐκδίκησις του̃ αἵματος τω̃ν δούλων σου του̃ ἐκκεχυμένου
11 εἰσελθάτω ἐνώπιόν σου ὁ στεναγμὸς τω̃ν πεπεδημένων κατὰ τὴν μεγαλωσύνην του̃ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τω̃ν τεθανατωμένων
12 ἀπόδος τοι̃ς γείτοσιν ἡμω̃ν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτω̃ν τὸν ὀνειδισμὸν αὐτω̃ν ὃν ὠνείδισάν σε κύριε
13 ἡμει̃ς δὲ λαός σου καὶ πρόβατα τη̃ς νομη̃ς σου ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰω̃να εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελου̃μεν τὴν αἴνεσίν σου

ΨΑΛΜΟΙ, ψαλμὀς 79

1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ἀλλοιωθησομένων μαρτύριον τω̨̃ Ασαφ ψαλμὸς ὑπὲρ του̃ 'Ασσυρίου
2 ὁ ποιμαίνων τὸν Ισραηλ πρόσχες ὁ ὁδηγω̃ν ὡσεὶ πρόβατα τὸν Ιωσηφ ὁ καθήμενος ἐπὶ τω̃ν χερουβιν ἐμφάνηθι
3 ἐναντίον Εφραιμ καὶ Βενιαμιν καὶ Μανασση ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σω̃σαι ἡμα̃ς
4 ὁ θεός ἐπίστρεψον ἡμα̃ς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα
5 κύριε ὁ θεὸς τω̃ν δυνάμεων ἕως πότε ὀργίζη̨ ἐπὶ τὴν προσευχὴν του̃ δούλου σου
6 ψωμιει̃ς ἡμα̃ς ἄρτον δακρύων καὶ ποτιει̃ς ἡμα̃ς ἐν δάκρυσιν ἐν μέτρω̨
7 ἔθου ἡμα̃ς εἰς ἀντιλογίαν τοι̃ς γείτοσιν ἡμω̃ν καὶ οἱ ἐχθροὶ ἡμω̃ν ἐμυκτήρισαν ἡμα̃ς
8 κύριε ὁ θεὸς τω̃ν δυνάμεων ἐπίστρεψον ἡμα̃ς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα διάψαλμα
9 ἄμπελον ἐξ Αἰγύπτου μετη̃ρας ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν
10 ὡδοποίησας ἔμπροσθεν αὐτη̃ς καὶ κατεφύτευσας τὰς ῥίζας αὐτη̃ς καὶ ἐπλήσθη ἡ γη̃
11 ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτη̃ς καὶ αἱ ἀναδενδράδες αὐτη̃ς τὰς κέδρους του̃ θεου̃
12 ἐξέτεινεν τὰ κλήματα αὐτη̃ς ἕως θαλάσσης καὶ ἕως ποταμου̃ τὰς παραφυάδας αὐτη̃ς
13 ἵνα τί καθει̃λες τὸν φραγμὸν αὐτη̃ς καὶ τρυγω̃σιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν
14 ἐλυμήνατο αὐτὴν συ̃ς ἐκ δρυμου̃ καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν
15 ὁ θεὸς τω̃ν δυνάμεων ἐπίστρεψον δή ἐπίβλεψον ἐξ οὐρανου̃ καὶ ἰδὲ καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην
16 καὶ κατάρτισαι αὐτήν ἣν ἐφύτευσεν ἡ δεξιά σου καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτω̨̃
17 ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη ἀπὸ ἐπιτιμήσεως του̃ προσώπου σου ἀπολου̃νται
18 γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξια̃ς σου καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτω̨̃
19 καὶ οὐ μὴ ἀποστω̃μεν ἀπὸ σου̃ ζωώσεις ἡμα̃ς καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα
20 κύριε ὁ θεὸς τω̃ν δυνάμεων ἐπίστρεψον ἡμα̃ς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα

ΨΑΛΜΟΙ, ψαλμὀς 80

1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ληνω̃ν τω̨̃ Ασαφ ψαλμός
2 ἀγαλλια̃σθε τω̨̃ θεω̨̃ τω̨̃ βοηθω̨̃ ἡμω̃ν ἀλαλάξατε τω̨̃ θεω̨̃ Ιακωβ
3 λάβετε ψαλμὸν καὶ δότε τύμπανον ψαλτήριον τερπνὸν μετὰ κιθάρας
4 σαλπίσατε ἐν νεομηνία̨ σάλπιγγι ἐν εὐσήμω̨ ἡμέρα̨ ἑορτη̃ς ἡμω̃ν
5 ὅτι πρόσταγμα τω̨̃ Ισραηλ ἐστὶν καὶ κρίμα τω̨̃ θεω̨̃ Ιακωβ
6 μαρτύριον ἐν τω̨̃ Ιωσηφ ἔθετο αὐτὸν ἐν τω̨̃ ἐξελθει̃ν αὐτὸν ἐκ γη̃ς Αἰγύπτου γλω̃σσαν ἣν οὐκ ἔγνω ἤκουσεν
7 ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νω̃τον αὐτου̃ αἱ χει̃ρες αὐτου̃ ἐν τω̨̃ κοφίνω̨ ἐδούλευσαν
8 ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρρυσάμην σε ἐπήκουσά σου ἐν ἀποκρύφω̨ καταιγίδος ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας διάψαλμα
9 ἄκουσον λαός μου καὶ διαμαρτύρομαί σοι Ισραηλ ἐὰν ἀκούση̨ς μου
10 οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεω̨̃ ἀλλοτρίω̨
11 ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου ὁ ἀναγαγών σε ἐκ γη̃ς Αἰγύπτου πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό
12 καὶ οὐκ ἤκουσεν ὁ λαός μου τη̃ς φωνη̃ς μου καὶ Ισραηλ οὐ προσέσχεν μοι
13 καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τω̃ν καρδιω̃ν αὐτω̃ν πορεύσονται ἐν τοι̃ς ἐπιτηδεύμασιν αὐτω̃ν
14 εἰ ὁ λαός μου ἤκουσέν μου Ισραηλ ται̃ς ὁδοι̃ς μου εἰ ἐπορεύθη
15 ἐν τω̨̃ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτω̃ν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χει̃ρά μου
16 οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτω̨̃ καὶ ἔσται ὁ καιρὸς αὐτω̃ν εἰς τὸν αἰω̃να
17 καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυρου̃ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς

ΨΑΛΜΟΙ, ψαλμὀς 81

1 ψαλμὸς τω̨̃ Ασαφ ὁ θεὸς ἔστη ἐν συναγωγη̨̃ θεω̃ν ἐν μέσω̨ δὲ θεοὺς διακρίνει
2 ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλω̃ν λαμβάνετε διάψαλμα
3 κρίνατε ὀρφανὸν καὶ πτωχόν ταπεινὸν καὶ πένητα δικαιώσατε
4 ἐξέλεσθε πένητα καὶ πτωχόν ἐκ χειρὸς ἁμαρτωλου̃ ῥύσασθε
5 οὐκ ἔγνωσαν οὐδὲ συνη̃καν ἐν σκότει διαπορεύονται σαλευθήσονται πάντα τὰ θεμέλια τη̃ς γη̃ς
6 ἐγὼ εἰ̃πα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες
7 ὑμει̃ς δὲ ὡς ἄνθρωποι ἀποθνή̨σκετε καὶ ὡς εἱ̃ς τω̃ν ἀρχόντων πίπτετε
8 ἀνάστα ὁ θεός κρι̃νον τὴν γη̃ν ὅτι σὺ κατακληρονομήσεις ἐν πα̃σιν τοι̃ς ἔθνεσιν

ΨΑΛΜΟΙ, ψαλμὀς 82

1 ὠ̨δὴ ψαλμου̃ τω̨̃ Ασαφ
2 ὁ θεός τίς ὁμοιωθήσεταί σοι μὴ σιγήση̨ς μηδὲ καταπραΰνη̨ς ὁ θεός
3 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν καὶ οἱ μισου̃ντές σε ἠ̃ραν κεφαλήν
4 ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τω̃ν ἁγίων σου
5 εἰ̃παν δευ̃τε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους καὶ οὐ μὴ μνησθη̨̃ τὸ ὄνομα Ισραηλ ἔτι
6 ὅτι ἐβουλεύσαντο ἐν ὁμονοία̨ ἐπὶ τὸ αὐτό κατὰ σου̃ διαθήκην διέθεντο
7 τὰ σκηνώματα τω̃ν Ιδουμαίων καὶ οἱ Ισμαηλι̃ται Μωαβ καὶ οἱ Αγαρηνοί
8 Γεβαλ καὶ Αμμων καὶ Αμαληκ καὶ ἀλλόφυλοι μετὰ τω̃ν κατοικούντων Τύρον
9 καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ' αὐτω̃ν ἐγενήθησαν εἰς ἀντίλημψιν τοι̃ς υἱοι̃ς Λωτ διάψαλμα
10 ποίησον αὐτοι̃ς ὡς τη̨̃ Μαδιαμ καὶ τω̨̃ Σισαρα ὡς ὁ Ιαβιν ἐν τω̨̃ χειμάρρω̨ Κισων
11 ἐξωλεθρεύθησαν ἐν Αενδωρ ἐγενήθησαν ὡσεὶ κόπρος τη̨̃ γη̨̃
12 θου̃ τοὺς ἄρχοντας αὐτω̃ν ὡς τὸν Ωρηβ καὶ Ζηβ καὶ Ζεβεε καὶ Σαλμανα πάντας τοὺς ἄρχοντας αὐτω̃ν
13 οἵτινες εἰ̃παν κληρονομήσωμεν ἑαυτοι̃ς τὸ ἁγιαστήριον του̃ θεου̃
14 ὁ θεός μου θου̃ αὐτοὺς ὡς τροχόν ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου
15 ὡσεὶ πυ̃ρ ὃ διαφλέξει δρυμόν ὡς εἰ φλὸξ κατακαύσαι ὄρη
16 οὕτως καταδιώξεις αὐτοὺς ἐν τη̨̃ καταιγίδι σου καὶ ἐν τη̨̃ ὀργη̨̃ σου ταράξεις αὐτούς
17 πλήρωσον τὰ πρόσωπα αὐτω̃ν ἀτιμίας καὶ ζητήσουσιν τὸ ὄνομά σου κύριε
18 αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰω̃να του̃ αἰω̃νος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν
19 καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος σὺ μόνος ὕψιστος ἐπὶ πα̃σαν τὴν γη̃ν

ΨΑΛΜΟΙ, ψαλμὀς 83

1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ληνω̃ν τοι̃ς υἱοι̃ς Κορε ψαλμός
2 ὡς ἀγαπητὰ τὰ σκηνώματά σου κύριε τω̃ν δυνάμεων
3 ἐπιποθει̃ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς του̃ κυρίου ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζω̃ντα
4 καὶ γὰρ στρουθίον εὑ̃ρεν ἑαυτω̨̃ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτη̨̃ οὑ̃ θήσει τὰ νοσσία αὐτη̃ς τὰ θυσιαστήριά σου κύριε τω̃ν δυνάμεων ὁ βασιλεύς μου καὶ ὁ θεός μου
5 μακάριοι οἱ κατοικου̃ντες ἐν τω̨̃ οἴκω̨ σου εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων αἰνέσουσίν σε διάψαλμα
6 μακάριος ἀνήρ οὑ̃ ἐστιν ἡ ἀντίλημψις αὐτου̃ παρὰ σου̃ κύριε ἀναβάσεις ἐν τη̨̃ καρδία̨ αὐτου̃ διέθετο
7 ἐν τη̨̃ κοιλάδι του̃ κλαυθμω̃νος εἰς τόπον ὃν ἔθετο καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετω̃ν
8 πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν ὀφθήσεται ὁ θεὸς τω̃ν θεω̃ν ἐν Σιων
9 κύριε ὁ θεὸς τω̃ν δυνάμεων εἰσάκουσον τη̃ς προσευχη̃ς μου ἐνώτισαι ὁ θεὸς Ιακωβ διάψαλμα
10 ὑπερασπιστὰ ἡμω̃ν ἰδέ ὁ θεός καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον του̃ χριστου̃ σου
11 ὅτι κρείσσων ἡμέρα μία ἐν ται̃ς αὐλαι̃ς σου ὑπὲρ χιλιάδας ἐξελεξάμην παραρριπτει̃σθαι ἐν τω̨̃ οἴκω̨ του̃ θεου̃ μα̃λλον ἢ οἰκει̃ν ἐν σκηνώμασιν ἁμαρτωλω̃ν
12 ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπα̨̃ κύριος ὁ θεός χάριν καὶ δόξαν δώσει κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακία̨
13 κύριε τω̃ν δυνάμεων μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ

ΨΑΛΜΟΙ, ψαλμὀς 84

1 εἰς τὸ τέλος τοι̃ς υἱοι̃ς Κορε ψαλμός
2 εὐδόκησας κύριε τὴν γη̃ν σου ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ιακωβ
3 ἀφη̃κας τὰς ἀνομίας τω̨̃ λαω̨̃ σου ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτω̃ν διάψαλμα
4 κατέπαυσας πα̃σαν τὴν ὀργήν σου ἀπέστρεψας ἀπὸ ὀργη̃ς θυμου̃ σου
5 ἐπίστρεψον ἡμα̃ς ὁ θεὸς τω̃ν σωτηρίων ἡμω̃ν καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ' ἡμω̃ν
6 μὴ εἰς τὸν αἰω̃να ὀργισθήση̨ ἡμι̃ν ἢ διατενει̃ς τὴν ὀργήν σου ἀπὸ γενεα̃ς εἰς γενεάν
7 ὁ θεός σὺ ἐπιστρέψας ζωώσεις ἡμα̃ς καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί
8 δει̃ξον ἡμι̃ν κύριε τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δώ̨ης ἡμι̃ν
9 ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτου̃ καὶ ἐπὶ τοὺς ὁσίους αὐτου̃ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν
10 πλὴν ἐγγὺς τω̃ν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτου̃ του̃ κατασκηνω̃σαι δόξαν ἐν τη̨̃ γη̨̃ ἡμω̃ν
11 ἔλεος καὶ ἀλήθεια συνήντησαν δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν
12 ἀλήθεια ἐκ τη̃ς γη̃ς ἀνέτειλεν καὶ δικαιοσύνη ἐκ του̃ οὐρανου̃ διέκυψεν
13 καὶ γὰρ ὁ κύριος δώσει χρηστότητα καὶ ἡ γη̃ ἡμω̃ν δώσει τὸν καρπὸν αὐτη̃ς
14 δικαιοσύνη ἐναντίον αὐτου̃ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτου̃

ΨΑΛΜΟΙ, ψαλμὀς 85

1 προσευχὴ τω̨̃ Δαυιδ κλι̃νον κύριε τὸ οὐ̃ς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ
2 φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι σω̃σον τὸν δου̃λόν σου ὁ θεός μου τὸν ἐλπίζοντα ἐπὶ σέ
3 ἐλέησόν με κύριε ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν
4 εὔφρανον τὴν ψυχὴν του̃ δούλου σου ὅτι πρὸς σέ κύριε ἠ̃ρα τὴν ψυχήν μου
5 ὅτι σύ κύριε χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πα̃σι τοι̃ς ἐπικαλουμένοις σε
6 ἐνώτισαι κύριε τὴν προσευχήν μου καὶ πρόσχες τη̨̃ φωνη̨̃ τη̃ς δεήσεώς μου
7 ἐν ἡμέρα̨ θλίψεώς μου ἐκέκραξα πρὸς σέ ὅτι εἰσήκουσάς μου
8 οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοι̃ς κύριε καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου
9 πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου κύριε καὶ δοξάσουσιν τὸ ὄνομά σου
10 ὅτι μέγας εἰ̃ σὺ καὶ ποιω̃ν θαυμάσια σὺ εἰ̃ ὁ θεὸς μόνος ὁ μέγας
11 ὁδήγησόν με κύριε τη̨̃ ὁδω̨̃ σου καὶ πορεύσομαι ἐν τη̨̃ ἀληθεία̨ σου εὐφρανθήτω ἡ καρδία μου του̃ φοβει̃σθαι τὸ ὄνομά σου
12 ἐξομολογήσομαί σοι κύριε ὁ θεός μου ἐν ὅλη̨ καρδία̨ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰω̃να
13 ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ἅ̨δου κατωτάτου
14 ὁ θεός παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ καὶ συναγωγὴ κραταιω̃ν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτω̃ν
15 καὶ σύ κύριε ὁ θεός οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός
16 ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με δὸς τὸ κράτος σου τω̨̃ παιδί σου καὶ σω̃σον τὸν υἱὸν τη̃ς παιδίσκης σου
17 ποίησον μετ' ἐμου̃ σημει̃ον εἰς ἀγαθόν καὶ ἰδέτωσαν οἱ μισου̃ντές με καὶ αἰσχυνθήτωσαν ὅτι σύ κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με

ΨΑΛΜΟΙ, ψαλμὀς 86

1 τοι̃ς υἱοι̃ς Κορε ψαλμὸς ὠ̨δη̃ς οἱ θεμέλιοι αὐτου̃ ἐν τοι̃ς ὄρεσιν τοι̃ς ἁγίοις
2 ἀγαπα̨̃ κύριος τὰς πύλας Σιων ὑπὲρ πάντα τὰ σκηνώματα Ιακωβ
3 δεδοξασμένα ἐλαλήθη περὶ σου̃ ἡ πόλις του̃ θεου̃ διάψαλμα
4 μνησθήσομαι Ρααβ καὶ Βαβυλω̃νος τοι̃ς γινώσκουσίν με καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων οὑ̃τοι ἐγενήθησαν ἐκει̃
5 μήτηρ Σιων ἐρει̃ ἄνθρωπος καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτη̨̃ καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος
6 κύριος διηγήσεται ἐν γραφη̨̃ λαω̃ν καὶ ἀρχόντων τούτων τω̃ν γεγενημένων ἐν αὐτη̨̃ διάψαλμα
7 ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί

ΨΑΛΜΟΙ, ψαλμὀς 87

1 ὠ̨δὴ ψαλμου̃ τοι̃ς υἱοι̃ς Κορε εἰς τὸ τέλος ὑπὲρ μαελεθ του̃ ἀποκριθη̃ναι συνέσεως Αιμαν τω̨̃ Ισραηλίτη̨
2 κύριε ὁ θεὸς τη̃ς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
3 εἰσελθάτω ἐνώπιόν σου ἡ προσευχή μου κλι̃νον τὸ οὐ̃ς σου εἰς τὴν δέησίν μου κύριε
4 ὅτι ἐπλήσθη κακω̃ν ἡ ψυχή μου καὶ ἡ ζωή μου τω̨̃ ἅ̨δη̨ ἤγγισεν
5 προσελογίσθην μετὰ τω̃ν καταβαινόντων εἰς λάκκον ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροι̃ς ἐλεύθερος
6 ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφω̨ ὡ̃ν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τη̃ς χειρός σου ἀπώσθησαν
7 ἔθεντό με ἐν λάκκω̨ κατωτάτω̨ ἐν σκοτεινοι̃ς καὶ ἐν σκια̨̃ θανάτου
8 ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ' ἐμὲ ἐπήγαγες διάψαλμα
9 ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμου̃ ἔθεντό με βδέλυγμα ἑαυτοι̃ς παρεδόθην καὶ οὐκ ἐξεπορευόμην
10 οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ἐκέκραξα πρὸς σέ κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χει̃ράς μου
11 μὴ τοι̃ς νεκροι̃ς ποιήσεις θαυμάσια ἢ ἰατροὶ ἀναστήσουσιν καὶ ἐξομολογήσονταί σοι
12 μὴ διηγήσεταί τις ἐν τάφω̨ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τη̨̃ ἀπωλεία̨
13 μὴ γνωσθήσεται ἐν τω̨̃ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γη̨̃ ἐπιλελησμένη̨
14 κἀγὼ πρὸς σέ κύριε ἐκέκραξα καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε
15 ἵνα τί κύριε ἀπωθει̃ς τὴν ψυχήν μου ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμου̃
16 πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην
17 ἐπ' ἐμὲ διη̃λθον αἱ ὀργαί σου καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με
18 ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα
19 ἐμάκρυνας ἀπ' ἐμου̃ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας

ΨΑΛΜΟΙ, ψαλμὀς 88,  στἰχοι 1-52

1 συνέσεως Αιθαν τω̨̃ Ισραηλίτη̨
2 τὰ ἐλέη σου κύριε εἰς τὸν αἰω̃να ἄ̨σομαι εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελω̃ τὴν ἀλήθειάν σου ἐν τω̨̃ στόματί μου
3 ὅτι εἰ̃πας εἰς τὸν αἰω̃να ἔλεος οἰκοδομηθήσεται ἐν τοι̃ς οὐρανοι̃ς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου
4 διεθέμην διαθήκην τοι̃ς ἐκλεκτοι̃ς μου ὤμοσα Δαυιδ τω̨̃ δούλω̨ μου
5 ἕως του̃ αἰω̃νος ἑτοιμάσω τὸ σπέρμα σου καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου διάψαλμα
6 ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου κύριε καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησία̨ ἁγίων
7 ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τω̨̃ κυρίω̨ καὶ τίς ὁμοιωθήσεται τω̨̃ κυρίω̨ ἐν υἱοι̃ς θεου̃
8 ὁ θεὸς ἐνδοξαζόμενος ἐν βουλη̨̃ ἁγίων μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλω̨ αὐτου̃
9 κύριε ὁ θεὸς τω̃ν δυνάμεων τίς ὅμοιός σοι δυνατὸς εἰ̃ κύριε καὶ ἡ ἀλήθειά σου κύκλω̨ σου
10 σὺ δεσπόζεις του̃ κράτους τη̃ς θαλάσσης τὸν δὲ σάλον τω̃ν κυμάτων αὐτη̃ς σὺ καταπραΰνεις
11 σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον καὶ ἐν τω̨̃ βραχίονι τη̃ς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου
12 σοί εἰσιν οἱ οὐρανοί καὶ σή ἐστιν ἡ γη̃ τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτη̃ς σὺ ἐθεμελίωσας
13 τὸν βορρα̃ν καὶ θαλάσσας σὺ ἔκτισας Θαβωρ καὶ Ερμων ἐν τω̨̃ ὀνόματί σου ἀγαλλιάσονται
14 σὸς ὁ βραχίων μετὰ δυναστείας κραταιωθήτω ἡ χείρ σου ὑψωθήτω ἡ δεξιά σου
15 δικαιοσύνη καὶ κρίμα ἑτοιμασία του̃ θρόνου σου ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου
16 μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν κύριε ἐν τω̨̃ φωτὶ του̃ προσώπου σου πορεύσονται
17 καὶ ἐν τω̨̃ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τη̨̃ δικαιοσύνη̨ σου ὑψωθήσονται
18 ὅτι τὸ καύχημα τη̃ς δυνάμεως αὐτω̃ν εἰ̃ σύ καὶ ἐν τη̨̃ εὐδοκία̨ σου ὑψωθήσεται τὸ κέρας ἡμω̃ν
19 ὅτι του̃ κυρίου ἡ ἀντίλημψις καὶ του̃ ἁγίου Ισραηλ βασιλέως ἡμω̃ν
20 τότε ἐλάλησας ἐν ὁράσει τοι̃ς ὁσίοις σου καὶ εἰ̃πας ἐθέμην βοήθειαν ἐπὶ δυνατόν ὕψωσα ἐκλεκτὸν ἐκ του̃ λαου̃ μου
21 εὑ̃ρον Δαυιδ τὸν δου̃λόν μου ἐν ἐλαίω̨ ἁγίω̨ μου ἔχρισα αὐτόν
22 ἡ γὰρ χείρ μου συναντιλήμψεται αὐτω̨̃ καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν
23 οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτω̨̃ καὶ υἱὸς ἀνομίας οὐ προσθήσει του̃ κακω̃σαι αὐτόν
24 καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτου̃ ἀπὸ προσώπου αὐτου̃ καὶ τοὺς μισου̃ντας αὐτὸν τροπώσομαι
25 καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτου̃ καὶ ἐν τω̨̃ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτου̃
26 καὶ θήσομαι ἐν θαλάσση̨ χει̃ρα αὐτου̃ καὶ ἐν ποταμοι̃ς δεξιὰν αὐτου̃
27 αὐτὸς ἐπικαλέσεταί με πατήρ μου εἰ̃ σύ θεός μου καὶ ἀντιλήμπτωρ τη̃ς σωτηρίας μου
28 κἀγὼ πρωτότοκον θήσομαι αὐτόν ὑψηλὸν παρὰ τοι̃ς βασιλευ̃σιν τη̃ς γη̃ς
29 εἰς τὸν αἰω̃να φυλάξω αὐτω̨̃ τὸ ἔλεός μου καὶ ἡ διαθήκη μου πιστὴ αὐτω̨̃
30 καὶ θήσομαι εἰς τὸν αἰω̃να του̃ αἰω̃νος τὸ σπέρμα αὐτου̃ καὶ τὸν θρόνον αὐτου̃ ὡς τὰς ἡμέρας του̃ οὐρανου̃
31 ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτου̃ τὸν νόμον μου καὶ τοι̃ς κρίμασίν μου μὴ πορευθω̃σιν
32 ἐὰν τὰ δικαιώματά μου βεβηλώσουσιν καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν
33 ἐπισκέψομαι ἐν ῥάβδω̨ τὰς ἀνομίας αὐτω̃ν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτω̃ν
34 τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτου̃ οὐδὲ μὴ ἀδικήσω ἐν τη̨̃ ἀληθεία̨ μου
35 οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου καὶ τὰ ἐκπορευόμενα διὰ τω̃ν χειλέων μου οὐ μὴ ἀθετήσω
36 ἅπαξ ὤμοσα ἐν τω̨̃ ἁγίω̨ μου εἰ τω̨̃ Δαυιδ ψεύσομαι
37 τὸ σπέρμα αὐτου̃ εἰς τὸν αἰω̃να μενει̃ καὶ ὁ θρόνος αὐτου̃ ὡς ὁ ἥλιος ἐναντίον μου
38 καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰω̃να καὶ ὁ μάρτυς ἐν οὐρανω̨̃ πιστός διάψαλμα
39 σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας ἀνεβάλου τὸν χριστόν σου
40 κατέστρεψας τὴν διαθήκην του̃ δούλου σου ἐβεβήλωσας εἰς τὴν γη̃ν τὸ ἁγίασμα αὐτου̃
41 καθει̃λες πάντας τοὺς φραγμοὺς αὐτου̃ ἔθου τὰ ὀχυρώματα αὐτου̃ δειλίαν
42 διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν ἐγενήθη ὄνειδος τοι̃ς γείτοσιν αὐτου̃
43 ὕψωσας τὴν δεξιὰν τω̃ν ἐχθρω̃ν αὐτου̃ εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτου̃
44 ἀπέστρεψας τὴν βοήθειαν τη̃ς ῥομφαίας αὐτου̃ καὶ οὐκ ἀντελάβου αὐτου̃ ἐν τω̨̃ πολέμω̨
45 κατέλυσας ἀπὸ καθαρισμου̃ αὐτόν τὸν θρόνον αὐτου̃ εἰς τὴν γη̃ν κατέρραξας
46 ἐσμίκρυνας τὰς ἡμέρας του̃ χρόνου αὐτου̃ κατέχεας αὐτου̃ αἰσχύνην διάψαλμα
47 ἕως πότε κύριε ἀποστρέψεις εἰς τέλος ἐκκαυθήσεται ὡς πυ̃ρ ἡ ὀργή σου
48 μνήσθητι τίς μου ἡ ὑπόστασις μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τω̃ν ἀνθρώπων
49 τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον ῥύσεται τὴν ψυχὴν αὐτου̃ ἐκ χειρὸς ἅ̨δου διάψαλμα
50 που̃ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαι̃α κύριε ἃ ὤμοσας τω̨̃ Δαυιδ ἐν τη̨̃ ἀληθεία̨ σου
51 μνήσθητι κύριε του̃ ὀνειδισμου̃ τω̃ν δούλων σου οὑ̃ ὑπέσχον ἐν τω̨̃ κόλπω̨ μου πολλω̃ν ἐθνω̃ν
52 οὑ̃ ὠνείδισαν οἱ ἐχθροί σου κύριε οὑ̃ ὠνείδισαν τὸ ἀντάλλαγμα του̃ χριστου̃ σου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.