ΨΑΛΜΟΙ,
ψαλμὀς 4
1 εἰς τὸ τέλος ἐν ψαλμοι̃ς ὠ̨δὴ τω̨̃ Δαυιδ |
2 ἐν τω̨̃ ἐπικαλει̃σθαί με εἰσήκουσέν μου ὁ θεὸς τη̃ς δικαιοσύνης μου ἐν θλίψει ἐπλάτυνάς μοι οἰκτίρησόν με καὶ εἰσάκουσον τη̃ς προσευχη̃ς μου |
3 υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρδιοι ἵνα τί ἀγαπα̃τε ματαιότητα καὶ ζητει̃τε ψευ̃δος διάψαλμα |
4 καὶ γνω̃τε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτου̃ κύριος εἰσακούσεταί μου ἐν τω̨̃ κεκραγέναι με πρὸς αὐτόν |
5 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε λέγετε ἐν ται̃ς καρδίαις ὑμω̃ν καὶ ἐπὶ ται̃ς κοίταις ὑμω̃ν κατανύγητε διάψαλμα |
6 θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον |
7 πολλοὶ λέγουσιν τίς δείξει ἡμι̃ν τὰ ἀγαθά ἐσημειώθη ἐφ' ἡμα̃ς τὸ φω̃ς του̃ προσώπου σου κύριε |
8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου ἀπὸ καιρου̃ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτω̃ν ἐπληθύνθησαν |
9 ἐν εἰρήνη̨ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω ὅτι σύ κύριε κατὰ μόνας ἐπ' ἐλπίδι κατώ̨κισάς με |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.