ΨΑΛΜΟΙ,
ψαλμὀς 38
1 εἰς τὸ τέλος τω̨̃ Ιδιθουν ὠ̨δὴ τω̨̃ Δαυιδ |
2 εἰ̃πα φυλάξω τὰς ὁδούς μου του̃ μὴ ἁμαρτάνειν ἐν γλώσση̨ μου ἐθέμην τω̨̃ στόματί μου φυλακὴν ἐν τω̨̃ συστη̃ναι τὸν ἁμαρτωλὸν ἐναντίον μου |
3 ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθω̃ν καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη |
4 ἐθερμάνθη ἡ καρδία μου ἐντός μου καὶ ἐν τη̨̃ μελέτη̨ μου ἐκκαυθήσεται πυ̃ρ ἐλάλησα ἐν γλώσση̨ μου |
5 γνώρισόν μοι κύριε τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τω̃ν ἡμερω̃ν μου τίς ἐστιν ἵνα γνω̃ τί ὑστερω̃ ἐγώ |
6 ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου πλὴν τὰ σύμπαντα ματαιότης πα̃ς ἄνθρωπος ζω̃ν διάψαλμα |
7 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος πλὴν μάτην ταράσσονται θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά |
8 καὶ νυ̃ν τίς ἡ ὑπομονή μου οὐχὶ ὁ κύριος καὶ ἡ ὑπόστασίς μου παρὰ σου̃ ἐστιν |
9 ἀπὸ πασω̃ν τω̃ν ἀνομιω̃ν μου ῥυ̃σαί με ὄνειδος ἄφρονι ἔδωκάς με |
10 ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου ὅτι σὺ εἰ̃ ὁ ποιήσας με |
11 ἀπόστησον ἀπ' ἐμου̃ τὰς μάστιγάς σου ἀπὸ τη̃ς ἰσχύος τη̃ς χειρός σου ἐγὼ ἐξέλιπον |
12 ἐν ἐλεγμοι̃ς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτου̃ πλὴν μάτην ταράσσεται πα̃ς ἄνθρωπος διάψαλμα |
13 εἰσάκουσον τη̃ς προσευχη̃ς μου κύριε καὶ τη̃ς δεήσεώς μου ἐνώτισαι τω̃ν δακρύων μου μὴ παρασιωπήση̨ς ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου |
14 ἄνες μοι ἵνα ἀναψύξω πρὸ του̃ με ἀπελθει̃ν καὶ οὐκέτι μὴ ὑπάρξω |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.