Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 34

1 τω̨̃ Δαυιδ δίκασον κύριε τοὺς ἀδικου̃ντάς με πολέμησον τοὺς πολεμου̃ντάς με
2 ἐπιλαβου̃ ὅπλου καὶ θυρεου̃ καὶ ἀνάστηθι εἰς βοήθειάν μου
3 ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τω̃ν καταδιωκόντων με εἰπὸν τη̨̃ ψυχη̨̃ μου σωτηρία σου ἐγώ εἰμι
4 αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητου̃ντες τὴν ψυχήν μου ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά
5 γενηθήτωσαν ὡσεὶ χνου̃ς κατὰ πρόσωπον ἀνέμου καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς
6 γενηθήτω ἡ ὁδὸς αὐτω̃ν σκότος καὶ ὀλίσθημα καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς
7 ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτω̃ν μάτην ὠνείδισαν τὴν ψυχήν μου
8 ἐλθέτω αὐτοι̃ς παγίς ἣν οὐ γινώσκουσιν καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς καὶ ἐν τη̨̃ παγίδι πεσου̃νται ἐν αὐτη̨̃
9 ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τω̨̃ κυρίω̨ τερφθήσεται ἐπὶ τω̨̃ σωτηρίω̨ αὐτου̃
10 πάντα τὰ ὀστα̃ μου ἐρου̃σιν κύριε τίς ὅμοιός σοι ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτου̃ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τω̃ν διαρπαζόντων αὐτόν
11 ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με
12 ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλω̃ν καὶ ἀτεκνίαν τη̨̃ ψυχη̨̃ μου
13 ἐγὼ δὲ ἐν τω̨̃ αὐτοὺς παρενοχλει̃ν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστεία̨ τὴν ψυχήν μου καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται
14 ὡς πλησίον ὡς ἀδελφὸν ἡμέτερον οὕτως εὐηρέστουν ὡς πενθω̃ν καὶ σκυθρωπάζων οὕτως ἐταπεινούμην
15 καὶ κατ' ἐμου̃ ηὐφράνθησαν καὶ συνήχθησαν συνήχθησαν ἐπ' ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων διεσχίσθησαν καὶ οὐ κατενύγησαν
16 ἐπείρασάν με ἐξεμυκτήρισάν με μυκτηρισμόν ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτω̃ν
17 κύριε πότε ἐπόψη̨ ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τη̃ς κακουργίας αὐτω̃ν ἀπὸ λεόντων τὴν μονογενη̃ μου
18 ἐξομολογήσομαί σοι κύριε ἐν ἐκκλησία̨ πολλη̨̃ ἐν λαω̨̃ βαρει̃ αἰνέσω σε
19 μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως οἱ μισου̃ντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοι̃ς
20 ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ' ὀργὴν δόλους διελογίζοντο
21 καὶ ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὐτω̃ν εἰ̃παν εὐ̃γε εὐ̃γε εἰ̃δαν οἱ ὀφθαλμοὶ ἡμω̃ν
22 εἰ̃δες κύριε μὴ παρασιωπήση̨ς κύριε μὴ ἀποστη̨̃ς ἀπ' ἐμου̃
23 ἐξεγέρθητι κύριε καὶ πρόσχες τη̨̃ κρίσει μου ὁ θεός μου καὶ ὁ κύριός μου εἰς τὴν δίκην μου
24 κρι̃νόν με κατὰ τὴν δικαιοσύνην σου κύριε ὁ θεός μου καὶ μὴ ἐπιχαρείησάν μοι
25 μὴ εἴπαισαν ἐν καρδίαις αὐτω̃ν εὐ̃γε εὐ̃γε τη̨̃ ψυχη̨̃ ἡμω̃ν μηδὲ εἴπαισαν κατεπίομεν αὐτόν
26 αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοι̃ς κακοι̃ς μου ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονου̃ντες ἐπ' ἐμέ
27 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διὰ παντός μεγαλυνθήτω ὁ κύριος οἱ θέλοντες τὴν εἰρήνην του̃ δούλου αὐτου̃
28 καὶ ἡ γλω̃σσά μου μελετήσει τὴν δικαιοσύνην σου ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.