Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 32

1 τω̨̃ Δαυιδ ἀγαλλια̃σθε δίκαιοι ἐν τω̨̃ κυρίω̨ τοι̃ς εὐθέσι πρέπει αἴνεσις
2 ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ἐν κιθάρα̨ ἐν ψαλτηρίω̨ δεκαχόρδω̨ ψάλατε αὐτω̨̃
3 ἄ̨σατε αὐτω̨̃ ἀ̨̃σμα καινόν καλω̃ς ψάλατε ἐν ἀλαλαγμω̨̃
4 ὅτι εὐθὴς ὁ λόγος του̃ κυρίου καὶ πάντα τὰ ἔργα αὐτου̃ ἐν πίστει
5 ἀγαπα̨̃ ἐλεημοσύνην καὶ κρίσιν του̃ ἐλέους κυρίου πλήρης ἡ γη̃
6 τω̨̃ λόγω̨ του̃ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τω̨̃ πνεύματι του̃ στόματος αὐτου̃ πα̃σα ἡ δύναμις αὐτω̃ν
7 συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης τιθεὶς ἐν θησαυροι̃ς ἀβύσσους
8 φοβηθήτω τὸν κύριον πα̃σα ἡ γη̃ ἀπ' αὐτου̃ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικου̃ντες τὴν οἰκουμένην
9 ὅτι αὐτὸς εἰ̃πεν καὶ ἐγενήθησαν αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν
10 κύριος διασκεδάζει βουλὰς ἐθνω̃ν ἀθετει̃ δὲ λογισμοὺς λαω̃ν καὶ ἀθετει̃ βουλὰς ἀρχόντων
11 ἡ δὲ βουλὴ του̃ κυρίου εἰς τὸν αἰω̃να μένει λογισμοὶ τη̃ς καρδίας αὐτου̃ εἰς γενεὰν καὶ γενεάν
12 μακάριον τὸ ἔθνος οὑ̃ ἐστιν κύριος ὁ θεὸς αὐτου̃ λαός ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτω̨̃
13 ἐξ οὐρανου̃ ἐπέβλεψεν ὁ κύριος εἰ̃δεν πάντας τοὺς υἱοὺς τω̃ν ἀνθρώπων
14 ἐξ ἑτοίμου κατοικητηρίου αὐτου̃ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικου̃ντας τὴν γη̃ν
15 ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτω̃ν ὁ συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτω̃ν
16 οὐ σώ̨ζεται βασιλεὺς διὰ πολλὴν δύναμιν καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτου̃
17 ψευδὴς ἵππος εἰς σωτηρίαν ἐν δὲ πλήθει δυνάμεως αὐτου̃ οὐ σωθήσεται
18 ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτου̃
19 ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτω̃ν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμω̨̃
20 ἡ ψυχὴ ἡμω̃ν ὑπομένει τω̨̃ κυρίω̨ ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμω̃ν ἐστιν
21 ὅτι ἐν αὐτω̨̃ εὐφρανθήσεται ἡ καρδία ἡμω̃ν καὶ ἐν τω̨̃ ὀνόματι τω̨̃ ἁγίω̨ αὐτου̃ ἠλπίσαμεν
22 γένοιτο τὸ ἔλεός σου κύριε ἐφ' ἡμα̃ς καθάπερ ἠλπίσαμεν ἐπὶ σέ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.