Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 138

1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ κύριε ἐδοκίμασάς με καὶ ἔγνως με
2 σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου σὺ συνη̃κας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν
3 τὴν τρίβον μου καὶ τὴν σχοι̃νόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προει̃δες
4 ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσση̨ μου
5 ἰδού κύριε σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαι̃α σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χει̃ρά σου
6 ἐθαυμαστώθη ἡ γνω̃σίς σου ἐξ ἐμου̃ ἐκραταιώθη οὐ μὴ δύνωμαι πρὸς αὐτήν
7 που̃ πορευθω̃ ἀπὸ του̃ πνεύματός σου καὶ ἀπὸ του̃ προσώπου σου που̃ φύγω
8 ἐὰν ἀναβω̃ εἰς τὸν οὐρανόν σὺ εἰ̃ ἐκει̃ ἐὰν καταβω̃ εἰς τὸν ἅ̨δην πάρει
9 ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τη̃ς θαλάσσης
10 καὶ γὰρ ἐκει̃ ἡ χείρ σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου
11 καὶ εἰ̃πα ἄρα σκότος καταπατήσει με καὶ νὺξ φωτισμὸς ἐν τη̨̃ τρυφη̨̃ μου
12 ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σου̃ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται ὡς τὸ σκότος αὐτη̃ς οὕτως καὶ τὸ φω̃ς αὐτη̃ς
13 ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου κύριε ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου
14 ἐξομολογήσομαί σοι ὅτι φοβερω̃ς ἐθαυμαστώθην θαυμάσια τὰ ἔργα σου καὶ ἡ ψυχή μου γινώσκει σφόδρα
15 οὐκ ἐκρύβη τὸ ὀστου̃ν μου ἀπὸ σου̃ ὃ ἐποίησας ἐν κρυφη̨̃ καὶ ἡ ὑπόστασίς μου ἐν τοι̃ς κατωτάτοις τη̃ς γη̃ς
16 τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοι̃ς
17 ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ θεός λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτω̃ν
18 ἐξαριθμήσομαι αὐτούς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σου̃
19 ἐὰν ἀποκτείνη̨ς ἁμαρτωλούς ὁ θεός ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπ' ἐμου̃
20 ὅτι ἐρει̃ς εἰς διαλογισμόν λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου
21 οὐχὶ τοὺς μισου̃ντάς σε κύριε ἐμίσησα καὶ ἐπὶ τοι̃ς ἐχθροι̃ς σου ἐξετηκόμην
22 τέλειον μι̃σος ἐμίσουν αὐτούς εἰς ἐχθροὺς ἐγένοντό μοι
23 δοκίμασόν με ὁ θεός καὶ γνω̃θι τὴν καρδίαν μου ἔτασόν με καὶ γνω̃θι τὰς τρίβους μου
24 καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί καὶ ὁδήγησόν με ἐν ὁδω̨̃ αἰωνία̨
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.