Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 121

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν εὐφράνθην ἐπὶ τοι̃ς εἰρηκόσιν μοι εἰς οἰ̃κον κυρίου πορευσόμεθα
ἑστω̃τες ἠ̃σαν οἱ πόδες ἡμω̃ν ἐν ται̃ς αὐλαι̃ς σου Ιερουσαλημ
Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις ἡ̃ς ἡ μετοχὴ αὐτη̃ς ἐπὶ τὸ αὐτό
ἐκει̃ γὰρ ἀνέβησαν αἱ φυλαί φυλαὶ κυρίου μαρτύριον τω̨̃ Ισραηλ του̃ ἐξομολογήσασθαι τω̨̃ ὀνόματι κυρίου
ὅτι ἐκει̃ ἐκάθισαν θρόνοι εἰς κρίσιν θρόνοι ἐπὶ οἰ̃κον Δαυιδ
ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ καὶ εὐθηνία τοι̃ς ἀγαπω̃σίν σε
γενέσθω δὴ εἰρήνη ἐν τη̨̃ δυνάμει σου καὶ εὐθηνία ἐν ται̃ς πυργοβάρεσίν σου
ἕνεκα τω̃ν ἀδελφω̃ν μου καὶ τω̃ν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σου̃
ἕνεκα του̃ οἴκου κυρίου του̃ θεου̃ ἡμω̃ν ἐξεζήτησα ἀγαθά σοι
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.