1 κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου ἐξαπίνης γὰρ φλεγομένου αὐτου̃ οὐκ ἔστιν ἴασις |
2 ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί ἀρχόντων δὲ ἀσεβω̃ν στένουσιν ἄνδρες |
3 ἀνδρὸς φιλου̃ντος σοφίαν εὐφραίνεται πατὴρ αὐτου̃ ὃς δὲ ποιμαίνει πόρνας ἀπολει̃ πλου̃τον |
4 βασιλεὺς δίκαιος ἀνίστησιν χώραν ἀνὴρ δὲ παράνομος κατασκάπτει |
5 ὃς παρασκευάζεται ἐπὶ πρόσωπον του̃ ἑαυτου̃ φίλου δίκτυον περιβάλλει αὐτὸ τοι̃ς ἑαυτου̃ ποσίν |
6 ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς δίκαιος δὲ ἐν χαρα̨̃ καὶ ἐν εὐφροσύνη̨ ἔσται |
7 ἐπίσταται δίκαιος κρίνειν πενιχροι̃ς ὁ δὲ ἀσεβὴς οὐ συνήσει γνω̃σιν καὶ πτωχω̨̃ οὐχ ὑπάρχει νου̃ς ἐπιγνώμων |
8 ἄνδρες λοιμοὶ ἐξέκαυσαν πόλιν σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν |
9 ἀνὴρ σοφὸς κρίνει ἔθνη ἀνὴρ δὲ φαυ̃λος ὀργιζόμενος καταγελα̃ται καὶ οὐ καταπτήσσει |
10 ἄνδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅσιον οἱ δὲ εὐθει̃ς ἐκζητήσουσιν ψυχὴν αὐτου̃ |
11 ὅλον τὸν θυμὸν αὐτου̃ ἐκφέρει ἄφρων σοφὸς δὲ ταμιεύεται κατὰ μέρος |
12 βασιλέως ὑπακούοντος λόγον ἄδικον πάντες οἱ ὑπ' αὐτὸν παράνομοι |
13 δανιστου̃ καὶ χρεοφειλέτου ἀλλήλοις συνελθόντων ἐπισκοπὴν ποιει̃ται ἀμφοτέρων ὁ κύριος |
14 βασιλέως ἐν ἀληθεία̨ κρίνοντος πτωχοὺς ὁ θρόνος αὐτου̃ εἰς μαρτύριον κατασταθήσεται |
15 πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν παι̃ς δὲ πλανώμενος αἰσχύνει γονει̃ς αὐτου̃ |
16 πολλω̃ν ὄντων ἀσεβω̃ν πολλαὶ γίνονται ἁμαρτίαι οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται |
17 παίδευε υἱόν σου καὶ ἀναπαύσει σε καὶ δώσει κόσμον τη̨̃ ψυχη̨̃ σου |
18 οὐ μὴ ὑπάρξη̨ ἐξηγητὴς ἔθνει παρανόμω̨ ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός |
19 λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός ἐὰν γὰρ καὶ νοήση̨ ἀλλ' οὐχ ὑπακούσεται |
20 ἐὰν ἴδη̨ς ἄνδρα ταχὺν ἐν λόγοις γίνωσκε ὅτι ἐλπίδα ἔχει μα̃λλον ἄφρων αὐτου̃ |
21 ὃς κατασπαταλα̨̃ ἐκ παιδός οἰκέτης ἔσται ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ' ἑαυτω̨̃ |
22 ἀνὴρ θυμώδης ὀρύσσει νει̃κος ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας |
23 ὕβρις ἄνδρα ταπεινοι̃ τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξη̨ κύριος |
24 ὃς μερίζεται κλέπτη̨ μισει̃ τὴν ἑαυτου̃ ψυχήν ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν |
25 φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν ὁ δὲ πεποιθὼς ἐπὶ κύριον εὐφρανθήσεται ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα ὃς δὲ πέποιθεν ἐπὶ τω̨̃ δεσπότη̨ σωθήσεται |
26 πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί |
27 βδέλυγμα δικαίοις ἀνὴρ ἄδικος βδέλυγμα δὲ ἀνόμω̨ κατευθύνουσα ὁδός |