ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ,
κεφαλίς 4
1 ὥστε ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι χαρὰ καὶ στέφανός μου οὕτως στήκετε ἐν κυρίω̨ ἀγαπητοί |
2 Εὐοδίαν παρακαλω̃ καὶ Συντύχην παρακαλω̃ τò αὐτò φρονει̃ν ἐν κυρίω̨ |
3 ναὶ ἐρωτω̃ καὶ σέ γνήσιε σύζυγε συλλαμβάνου αὐται̃ς αἵτινες ἐν τω̨̃ εὐαγγελίω̨ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τω̃ν λοιπω̃ν συνεργω̃ν μου ὡ̃ν τὰ ὀνόματα ἐν βίβλω̨ ζωη̃ς |
4 χαίρετε ἐν κυρίω̨ πάντοτε πάλιν ἐρω̃ χαίρετε |
5 τò ἐπιεικὲς ὑμω̃ν γνωσθήτω πα̃σιν ἀνθρώποις ὁ κύριος ἐγγύς |
6 μηδὲν μεριμνα̃τε ἀλλ' ἐν παντὶ τη̨̃ προσευχη̨̃ καὶ τη̨̃ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμω̃ν γνωριζέσθω πρòς τòν θεόν |
7 καὶ ἡ εἰρήνη του̃ θεου̃ ἡ ὑπερέχουσα πάντα νου̃ν φρουρήσει τὰς καρδίας ὑμω̃ν καὶ τὰ νοήματα ὑμω̃ν ἐν Χριστω̨̃ ’Ιησου̃ |
8 τò λοιπόν ἀδελφοί ὅσα ἐστὶν ἀληθη̃ ὅσα σεμνά ὅσα δίκαια ὅσα ἁγνά ὅσα προσφιλη̃ ὅσα εὔφημα εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος ταυ̃τα λογίζεσθε |
9 ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί ταυ̃τα πράσσετε καὶ ὁ θεòς τη̃ς εἰρήνης ἔσται μεθ' ὑμω̃ν |
10 ἐχάρην δὲ ἐν κυρίω̨ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τò ὑπὲρ ἐμου̃ φρονει̃ν ἐφ' ὡ̨̃ καὶ ἐφρονει̃τε ἠκαιρει̃σθε δέ |
11 οὐχ ὅτι καθ' ὑστέρησιν λέγω ἐγὼ γὰρ ἔμαθον ἐν οἱ̃ς εἰμι αὐτάρκης εἰ̃ναι |
12 οἰ̃δα καὶ ταπεινου̃σθαι οἰ̃δα καὶ περισσεύειν ἐν παντὶ καὶ ἐν πα̃σιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινα̃ν καὶ περισσεύειν καὶ ὑστερει̃σθαι |
13 πάντα ἰσχύω ἐν τω̨̃ ἐνδυναμου̃ντί με |
14 πλὴν καλω̃ς ἐποιήσατε συγκοινωνήσαντές μου τη̨̃ θλίψει |
15 οἴδατε δὲ καὶ ὑμει̃ς Φιλιππήσιοι ὅτι ἐν ἀρχη̨̃ του̃ εὐαγγελίου ὅτε ἐξη̃λθον ἀπò Μακεδονίας οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμει̃ς μόνοι |
16 ὅτι καὶ ἐν Θεσσαλονίκη̨ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε |
17 οὐχ ὅτι ἐπιζητω̃ τò δόμα ἀλλὰ ἐπιζητω̃ τòν καρπòν τòν πλεονάζοντα εἰς λόγον ὑμω̃ν |
18 ἀπέχω δὲ πάντα καὶ περισσεύω πεπλήρωμαι δεξάμενος παρὰ ’Επαφροδίτου τὰ παρ' ὑμω̃ν ὀσμὴν εὐωδίας θυσίαν δεκτήν εὐάρεστον τω̨̃ θεω̨̃ |
19 ὁ δὲ θεός μου πληρώσει πα̃σαν χρείαν ὑμω̃ν κατὰ τò πλου̃τος αὐτου̃ ἐν δόξη̨ ἐν Χριστω̨̃ ’Ιησου̃ |
20 τω̨̃ δὲ θεω̨̃ καὶ πατρὶ ἡμω̃ν ἡ δόξα εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν |
21 ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστω̨̃ ’Ιησου̃ ἀσπάζονται ὑμα̃ς οἱ σὺν ἐμοὶ ἀδελφοί |
22 ἀσπάζονται ὑμα̃ς πάντες οἱ ἅγιοι μάλιστα δὲ οἱ ἐκ τη̃ς Καίσαρος οἰκίας |
23 ἡ χάρις του̃ κυρίου ’Ιησου̃ Χριστου̃ μετὰ του̃ πνεύματος ὑμω̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.