Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ, κεφαλίς 2,  στἰχοι 10-30

10 ἵνα ἐν τω̨̃ ὀνόματι ’Ιησου̃ πα̃ν γόνυ κάμψη̨ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων
11 καὶ πα̃σα γλω̃σσα ἐξομολογήσηται ὅτι κύριος ’Ιησου̃ς Χριστòς εἰς δόξαν θεου̃ πατρός
12 ὥστε ἀγαπητοί μου καθὼς πάντοτε ὑπηκούσατε μὴ ὡς ἐν τη̨̃ παρουσία̨ μου μόνον ἀλλὰ νυ̃ν πολλω̨̃ μα̃λλον ἐν τη̨̃ ἀπουσία̨ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτω̃ν σωτηρίαν κατεργάζεσθε
13 θεòς γάρ ἐστιν ὁ ἐνεργω̃ν ἐν ὑμι̃ν καὶ τò θέλειν καὶ τò ἐνεργει̃ν ὑπὲρ τη̃ς εὐδοκίας
14 πάντα ποιει̃τε χωρὶς γογγυσμω̃ν καὶ διαλογισμω̃ν
15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι τέκνα θεου̃ ἄμωμα μέσον γενεα̃ς σκολια̃ς καὶ διεστραμμένης ἐν οἱ̃ς φαίνεσθε ὡς φωστη̃ρες ἐν κόσμω̨
16 λόγον ζωη̃ς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστου̃ ὅτι οὐκ εἰς κενòν ἔδραμον οὐδὲ εἰς κενòν ἐκοπίασα
17 ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τη̨̃ θυσία̨ καὶ λειτουργία̨ τη̃ς πίστεως ὑμω̃ν χαίρω καὶ συγχαίρω πα̃σιν ὑμι̃ν
18 τò δὲ αὐτò καὶ ὑμει̃ς χαίρετε καὶ συγχαίρετέ μοι
19 ἐλπίζω δὲ ἐν κυρίω̨ ’Ιησου̃ Τιμόθεον ταχέως πέμψαι ὑμι̃ν ἵνα κἀγὼ εὐψυχω̃ γνοὺς τὰ περὶ ὑμω̃ν
20 οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμω̃ν μεριμνήσει
21 οἱ πάντες γὰρ τὰ ἑαυτω̃ν ζητου̃σιν οὐ τὰ ’Ιησου̃ Χριστου̃
22 τὴν δὲ δοκιμὴν αὐτου̃ γινώσκετε ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τò εὐαγγέλιον
23 του̃τον μὲν οὐ̃ν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτη̃ς
24 πέποιθα δὲ ἐν κυρίω̨ ὅτι καὶ αὐτòς ταχέως ἐλεύσομαι
25 ἀναγκαι̃ον δὲ ἡγησάμην ’Επαφρόδιτον τòν ἀδελφòν καὶ συνεργòν καὶ συστρατιώτην μου ὑμω̃ν δὲ ἀπόστολον καὶ λειτουργòν τη̃ς χρείας μου πέμψαι πρòς ὑμα̃ς
26 ἐπειδὴ ἐπιποθω̃ν ἠ̃ν πάντας ὑμα̃ς καὶ ἀδημονω̃ν διότι ἠκούσατε ὅτι ἠσθένησεν
27 καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτω̨ ἀλλὰ ὁ θεòς ἠλέησεν αὐτόν οὐκ αὐτòν δὲ μόνον ἀλλὰ καὶ ἐμέ ἵνα μὴ λύπην ἐπὶ λύπην σχω̃
28 σπουδαιοτέρως οὐ̃ν ἔπεμψα αὐτòν ἵνα ἰδόντες αὐτòν πάλιν χαρη̃τε κἀγὼ ἀλυπότερος ὠ̃
29 προσδέχεσθε οὐ̃ν αὐτòν ἐν κυρίω̨ μετὰ πάσης χαρα̃ς καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε
30 ὅτι διὰ τò ἔργον Χριστου̃ μέχρι θανάτου ἤγγισεν παραβολευσάμενος τη̨̃ ψυχη̨̃ ἵνα ἀναπληρώση̨ τò ὑμω̃ν ὑστέρημα τη̃ς πρός με λειτουργίας
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.