1 Παυ̃λος δέσμιος Χριστου̃ ’Ιησου̃ καὶ Τιμόθεος ὁ ἀδελφòς Φιλήμονι τω̨̃ ἀγαπητω̨̃ καὶ συνεργω̨̃ ἡμω̃ν |
2 καὶ ’Απφία̨ τη̨̃ ἀδελφη̨̃ καὶ ’Αρχίππω̨ τω̨̃ συστρατιώτη̨ ἡμω̃ν καὶ τη̨̃ κατ' οἰ̃κόν σου ἐκκλησία̨ |
3 χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου ’Ιησου̃ Χριστου̃ |
4 εὐχαριστω̃ τω̨̃ θεω̨̃ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τω̃ν προσευχω̃ν μου |
5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρòς τòν κύριον ’Ιησου̃ν καὶ εἰς πάντας τοὺς ἁγίους |
6 ὅπως ἡ κοινωνία τη̃ς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντòς ἀγαθου̃ του̃ ἐν ἡμι̃ν εἰς Χριστόν |
7 χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τη̨̃ ἀγάπη̨ σου ὅτι τὰ σπλάγχνα τω̃ν ἁγίων ἀναπέπαυται διὰ σου̃ ἀδελφέ |
8 διό πολλὴν ἐν Χριστω̨̃ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τò ἀνη̃κον |
9 διὰ τὴν ἀγάπην μα̃λλον παρακαλω̃ τοιου̃τος ὢν ὡς Παυ̃λος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Χριστου̃ ’Ιησου̃ |
10 παρακαλω̃ σε περὶ του̃ ἐμου̃ τέκνου ὃν ἐγέννησα ἐν τοι̃ς δεσμοι̃ς ’Ονήσιμον |
11 τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ καὶ σοὶ καὶ ἐμοὶ εὔχρηστον |
12 ὃν ἀνέπεμψά σοι αὐτόν του̃τ' ἔστιν τὰ ἐμὰ σπλάγχνα |
13 ὃν ἐγὼ ἐβουλόμην πρòς ἐμαυτòν κατέχειν ἵνα ὑπὲρ σου̃ μοι διακονη̨̃ ἐν τοι̃ς δεσμοι̃ς του̃ εὐαγγελίου |
14 χωρὶς δὲ τη̃ς ση̃ς γνώμης οὐδὲν ἠθέλησα ποιη̃σαι ἵνα μὴ ὡς κατὰ ἀνάγκην τò ἀγαθόν σου ἠ̨̃ ἀλλὰ κατὰ ἑκούσιον |
15 τάχα γὰρ διὰ του̃το ἐχωρίσθη πρòς ὥραν ἵνα αἰώνιον αὐτòν ἀπέχη̨ς |
16 οὐκέτι ὡς δου̃λον ἀλλὰ ὑπὲρ δου̃λον ἀδελφòν ἀγαπητόν μάλιστα ἐμοί πόσω̨ δὲ μα̃λλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίω̨ |
17 εἰ οὐ̃ν με ἔχεις κοινωνόν προσλαβου̃ αὐτòν ὡς ἐμέ |
18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει του̃το ἐμοὶ ἐλλόγα |
19 ἐγὼ Παυ̃λος ἔγραψα τη̨̃ ἐμη̨̃ χειρί ἐγὼ ἀποτίσω ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις |
20 ναί ἀδελφέ ἐγώ σου ὀναίμην ἐν κυρίω̨ ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστω̨̃ |
21 πεποιθὼς τη̨̃ ὑπακοη̨̃ σου ἔγραψά σοι εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις |
22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν ἐλπίζω γὰρ ὅτι διὰ τω̃ν προσευχω̃ν ὑμω̃ν χαρισθήσομαι ὑμι̃ν |
23 ἀσπάζεταί σε ’Επαφρα̃ς ὁ συναιχμάλωτός μου ἐν Χριστω̨̃ ’Ιησου̃ |
24 Μα̃ρκος ’Αρίσταρχος Δημα̃ς Λουκα̃ς οἱ συνεργοί μου |
25 ἡ χάρις του̃ κυρίου ’Ιησου̃ Χριστου̃ μετὰ του̃ πνεύματος ὑμω̃ν |