1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
2 πρόσταξον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐξαποστειλάτωσαν ἐκ τη̃ς παρεμβολη̃ς πάντα λεπρὸν καὶ πάντα γονορρυη̃ καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχη̨̃ |
3 ἀπὸ ἀρσενικου̃ ἕως θηλυκου̃ ἐξαποστείλατε ἔξω τη̃ς παρεμβολη̃ς καὶ οὐ μὴ μιανου̃σιν τὰς παρεμβολὰς αὐτω̃ν ἐν οἱ̃ς ἐγὼ καταγίνομαι ἐν αὐτοι̃ς |
4 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τη̃ς παρεμβολη̃ς καθὰ ἐλάλησεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ |
5 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
6 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων ἀνὴρ ἢ γυνή ὅστις ἐὰν ποιήση̨ ἀπὸ τω̃ν ἁμαρτιω̃ν τω̃ν ἀνθρωπίνων καὶ παριδὼν παρίδη̨ καὶ πλημμελήση̨ ἡ ψυχὴ ἐκείνη |
7 ἐξαγορεύσει τὴν ἁμαρτίαν ἣν ἐποίησεν καὶ ἀποδώσει τὴν πλημμέλειαν τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον αὐτου̃ προσθήσει ἐπ' αὐτὸ καὶ ἀποδώσει τίνι ἐπλημμέλησεν αὐτω̨̃ |
8 ἐὰν δὲ μὴ ἠ̨̃ τω̨̃ ἀνθρώπω̨ ὁ ἀγχιστεύων ὥστε ἀποδου̃ναι αὐτω̨̃ τὸ πλημμέλημα πρὸς αὐτόν τὸ πλημμέλημα τὸ ἀποδιδόμενον κυρίω̨ τω̨̃ ἱερει̃ ἔσται πλὴν του̃ κριου̃ του̃ ἱλασμου̃ δι' οὑ̃ ἐξιλάσεται ἐν αὐτω̨̃ περὶ αὐτου̃ |
9 καὶ πα̃σα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοι̃ς Ισραηλ ὅσα ἂν προσφέρωσιν τω̨̃ κυρίω̨ τω̨̃ ἱερει̃ αὐτω̨̃ ἔσται |
10 καὶ ἑκάστου τὰ ἡγιασμένα αὐτου̃ ἔσται ἀνὴρ ὃς ἐὰν δω̨̃ τω̨̃ ἱερει̃ αὐτω̨̃ ἔσται |
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
12 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἀνδρὸς ἀνδρὸς ἐὰν παραβη̨̃ ἡ γυνὴ αὐτου̃ καὶ παρίδη̨ αὐτὸν ὑπεριδου̃σα |
13 καὶ κοιμηθη̨̃ τις μετ' αὐτη̃ς κοίτην σπέρματος καὶ λάθη̨ ἐξ ὀφθαλμω̃ν του̃ ἀνδρὸς αὐτη̃ς καὶ κρύψη̨ αὐτὴ δὲ ἠ̨̃ μεμιαμμένη καὶ μάρτυς μὴ ἠ̃ν μετ' αὐτη̃ς καὶ αὐτὴ μὴ ἠ̨̃ συνειλημμένη |
14 καὶ ἐπέλθη̨ αὐτω̨̃ πνευ̃μα ζηλώσεως καὶ ζηλώση̨ τὴν γυναι̃κα αὐτου̃ αὐτὴ δὲ μεμίανται ἢ ἐπέλθη̨ αὐτω̨̃ πνευ̃μα ζηλώσεως καὶ ζηλώση̨ τὴν γυναι̃κα αὐτου̃ αὐτὴ δὲ μὴ ἠ̨̃ μεμιαμμένη |
15 καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναι̃κα αὐτου̃ πρὸς τὸν ἱερέα καὶ προσοίσει τὸ δω̃ρον περὶ αὐτη̃ς τὸ δέκατον του̃ οιφι ἄλευρον κρίθινον οὐκ ἐπιχεει̃ ἐπ' αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον ἔστιν γὰρ θυσία ζηλοτυπίας θυσία μνημοσύνου ἀναμιμνήσκουσα ἁμαρτίαν |
16 καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς καὶ στήσει αὐτὴν ἔναντι κυρίου |
17 καὶ λήμψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζω̃ν ἐν ἀγγείω̨ ὀστρακίνω̨ καὶ τη̃ς γη̃ς τη̃ς οὔσης ἐπὶ του̃ ἐδάφους τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλει̃ εἰς τὸ ὕδωρ |
18 καὶ στήσει ὁ ἱερεὺς τὴν γυναι̃κα ἔναντι κυρίου καὶ ἀποκαλύψει τὴν κεφαλὴν τη̃ς γυναικὸς καὶ δώσει ἐπὶ τὰς χει̃ρας αὐτη̃ς τὴν θυσίαν του̃ μνημοσύνου τὴν θυσίαν τη̃ς ζηλοτυπίας ἐν δὲ τη̨̃ χειρὶ του̃ ἱερέως ἔσται τὸ ὕδωρ του̃ ἐλεγμου̃ του̃ ἐπικαταρωμένου τούτου |
19 καὶ ὁρκιει̃ αὐτὴν ὁ ἱερεὺς καὶ ἐρει̃ τη̨̃ γυναικί εἰ μὴ κεκοίμηταί τις μετὰ σου̃ εἰ μὴ παραβέβηκας μιανθη̃ναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτη̃ς ἀθώ̨α ἴσθι ἀπὸ του̃ ὕδατος του̃ ἐλεγμου̃ του̃ ἐπικαταρωμένου τούτου |
20 εἰ δὲ σὺ παραβέβηκας ὑπ' ἀνδρὸς οὐ̃σα ἢ μεμίανσαι καὶ ἔδωκέν τις τὴν κοίτην αὐτου̃ ἐν σοὶ πλὴν του̃ ἀνδρός σου |
21 καὶ ὁρκιει̃ ὁ ἱερεὺς τὴν γυναι̃κα ἐν τοι̃ς ὅρκοις τη̃ς ἀρα̃ς ταύτης καὶ ἐρει̃ ὁ ἱερεὺς τη̨̃ γυναικί δώ̨η κύριός σε ἐν ἀρα̨̃ καὶ ἐνόρκιον ἐν μέσω̨ του̃ λαου̃ σου ἐν τω̨̃ δου̃ναι κύριον τὸν μηρόν σου διαπεπτωκότα καὶ τὴν κοιλίαν σου πεπρησμένην |
22 καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον του̃το εἰς τὴν κοιλίαν σου πρη̃σαι γαστέρα καὶ διαπεσει̃ν μηρόν σου καὶ ἐρει̃ ἡ γυνή γένοιτο γένοιτο |
23 καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ του̃ ἐλεγμου̃ του̃ ἐπικαταρωμένου |
24 καὶ ποτιει̃ τὴν γυναι̃κα τὸ ὕδωρ του̃ ἐλεγμου̃ του̃ ἐπικαταρωμένου καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον του̃ ἐλεγμου̃ |
25 καὶ λήμψεται ὁ ἱερεὺς ἐκ χειρὸς τη̃ς γυναικὸς τὴν θυσίαν τη̃ς ζηλοτυπίας καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον |
26 καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τη̃ς θυσίας τὸ μνημόσυνον αὐτη̃ς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστήριον καὶ μετὰ ταυ̃τα ποτιει̃ τὴν γυναι̃κα τὸ ὕδωρ |
27 καὶ ἔσται ἐὰν ἠ̨̃ μεμιαμμένη καὶ λήθη̨ λάθη̨ τὸν ἄνδρα αὐτη̃ς καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ του̃ ἐλεγμου̃ τὸ ἐπικαταρώμενον καὶ πρησθήσεται τὴν κοιλίαν καὶ διαπεσει̃ται ὁ μηρὸς αὐτη̃ς καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν ἐν τω̨̃ λαω̨̃ αὐτη̃ς |
28 ἐὰν δὲ μὴ μιανθη̨̃ ἡ γυνὴ καὶ καθαρὰ ἠ̨̃ καὶ ἀθώ̨α ἔσται καὶ ἐκσπερματιει̃ σπέρμα |
29 οὑ̃τος ὁ νόμος τη̃ς ζηλοτυπίας ὡ̨̃ ἐὰν παραβη̨̃ ἡ γυνὴ ὑπ' ἀνδρὸς οὐ̃σα καὶ μιανθη̨̃ |
30 ἢ ἄνθρωπος ὡ̨̃ ἐὰν ἐπέλθη̨ ἐπ' αὐτὸν πνευ̃μα ζηλώσεως καὶ ζηλώση̨ τὴν γυναι̃κα αὐτου̃ καὶ στήσει τὴν γυναι̃κα αὐτου̃ ἔναντι κυρίου καὶ ποιήσει αὐτη̨̃ ὁ ἱερεὺς πάντα τὸν νόμον του̃τον |
31 καὶ ἀθω̨̃ος ἔσται ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας καὶ ἡ γυνὴ ἐκείνη λήμψεται τὴν ἁμαρτίαν αὐτη̃ς |