1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
2 ἐκδίκει τὴν ἐκδίκησιν υἱω̃ν Ισραηλ ἐκ τω̃ν Μαδιανιτω̃ν καὶ ἔσχατον προστεθήση̨ πρὸς τὸν λαόν σου |
3 καὶ ἐλάλησεν Μωυση̃ς πρὸς τὸν λαὸν λέγων ἐξοπλίσατε ἐξ ὑμω̃ν ἄνδρας παρατάξασθαι ἔναντι κυρίου ἐπὶ Μαδιαν ἀποδου̃ναι ἐκδίκησιν παρὰ του̃ κυρίου τη̨̃ Μαδιαν |
4 χιλίους ἐκ φυλη̃ς χιλίους ἐκ φυλη̃ς ἐκ πασω̃ν φυλω̃ν Ισραηλ ἀποστείλατε παρατάξασθαι |
5 καὶ ἐξηρίθμησαν ἐκ τω̃ν χιλιάδων Ισραηλ χιλίους ἐκ φυλη̃ς δώδεκα χιλιάδες ἐνωπλισμένοι εἰς παράταξιν |
6 καὶ ἀπέστειλεν αὐτοὺς Μωυση̃ς χιλίους ἐκ φυλη̃ς χιλίους ἐκ φυλη̃ς σὺν δυνάμει αὐτω̃ν καὶ Φινεες υἱὸν Ελεαζαρ υἱου̃ Ααρων του̃ ἱερέως καὶ τὰ σκεύη τὰ ἅγια καὶ αἱ σάλπιγγες τω̃ν σημασιω̃ν ἐν ται̃ς χερσὶν αὐτω̃ν |
7 καὶ παρετάξαντο ἐπὶ Μαδιαν καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ καὶ ἀπέκτειναν πα̃ν ἀρσενικόν |
8 καὶ τοὺς βασιλει̃ς Μαδιαν ἀπέκτειναν ἅμα τοι̃ς τραυματίαις αὐτω̃ν καὶ τὸν Ευιν καὶ τὸν Σουρ καὶ τὸν Ροκομ καὶ τὸν Ουρ καὶ τὸν Ροβοκ πέντε βασιλει̃ς Μαδιαν καὶ τὸν Βαλααμ υἱὸν Βεωρ ἀπέκτειναν ἐν ῥομφαία̨ σὺν τοι̃ς τραυματίαις αὐτω̃ν |
9 καὶ ἐπρονόμευσαν τὰς γυναι̃κας Μαδιαν καὶ τὴν ἀποσκευὴν αὐτω̃ν καὶ τὰ κτήνη αὐτω̃ν καὶ πάντα τὰ ἔγκτητα αὐτω̃ν καὶ τὴν δύναμιν αὐτω̃ν ἐπρονόμευσαν |
10 καὶ πάσας τὰς πόλεις αὐτω̃ν τὰς ἐν ται̃ς οἰκίαις αὐτω̃ν καὶ τὰς ἐπαύλεις αὐτω̃ν ἐνέπρησαν ἐν πυρί |
11 καὶ ἔλαβον πα̃σαν τὴν προνομὴν καὶ πάντα τὰ σκυ̃λα αὐτω̃ν ἀπὸ ἀνθρώπου ἕως κτήνους |
12 καὶ ἤγαγον πρὸς Μωυση̃ν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς Ισραηλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκυ̃λα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς Αραβωθ Μωαβ ἥ ἐστιν ἐπὶ του̃ Ιορδάνου κατὰ Ιεριχω |
13 καὶ ἐξη̃λθεν Μωυση̃ς καὶ Ελεαζαρ ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τη̃ς συναγωγη̃ς εἰς συνάντησιν αὐτοι̃ς ἔξω τη̃ς παρεμβολη̃ς |
14 καὶ ὠργίσθη Μωυση̃ς ἐπὶ τοι̃ς ἐπισκόποις τη̃ς δυνάμεως χιλιάρχοις καὶ ἑκατοντάρχοις τοι̃ς ἐρχομένοις ἐκ τη̃ς παρατάξεως του̃ πολέμου |
15 καὶ εἰ̃πεν αὐτοι̃ς Μωυση̃ς ἵνα τί ἐζωγρήσατε πα̃ν θη̃λυ |
16 αὑ̃ται γὰρ ἠ̃σαν τοι̃ς υἱοι̃ς Ισραηλ κατὰ τὸ ῥη̃μα Βαλααμ του̃ ἀποστη̃σαι καὶ ὑπεριδει̃ν τὸ ῥη̃μα κυρίου ἕνεκεν Φογωρ καὶ ἐγένετο ἡ πληγὴ ἐν τη̨̃ συναγωγη̨̃ κυρίου |
17 καὶ νυ̃ν ἀποκτείνατε πα̃ν ἀρσενικὸν ἐν πάση̨ τη̨̃ ἀπαρτία̨ καὶ πα̃σαν γυναι̃κα ἥτις ἔγνωκεν κοίτην ἄρσενος ἀποκτείνατε |
18 πα̃σαν τὴν ἀπαρτίαν τω̃ν γυναικω̃ν ἥτις οὐκ οἰ̃δεν κοίτην ἄρσενος ζωγρήσατε αὐτάς |
19 καὶ ὑμει̃ς παρεμβάλετε ἔξω τη̃ς παρεμβολη̃ς ἑπτὰ ἡμέρας πα̃ς ὁ ἀνελὼν καὶ ὁ ἁπτόμενος του̃ τετρωμένου ἁγνισθήσεται τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ὑμει̃ς καὶ ἡ αἰχμαλωσία ὑμω̃ν |
20 καὶ πα̃ν περίβλημα καὶ πα̃ν σκευ̃ος δερμάτινον καὶ πα̃σαν ἐργασίαν ἐξ αἰγείας καὶ πα̃ν σκευ̃ος ξύλινον ἀφαγνιει̃τε |
21 καὶ εἰ̃πεν Ελεαζαρ ὁ ἱερεὺς πρὸς τοὺς ἄνδρας τη̃ς δυνάμεως τοὺς ἐρχομένους ἐκ τη̃ς παρατάξεως του̃ πολέμου του̃το τὸ δικαίωμα του̃ νόμου ὃ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ |
22 πλὴν του̃ χρυσίου καὶ του̃ ἀργυρίου καὶ χαλκου̃ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου |
23 πα̃ν πρα̃γμα ὃ διελεύσεται ἐν πυρί καὶ καθαρισθήσεται ἀλλ' ἢ τω̨̃ ὕδατι του̃ ἁγνισμου̃ ἁγνισθήσεται καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός διελεύσεται δι' ὕδατος |
24 καὶ πλυνει̃σθε τὰ ἱμάτια τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ καθαρισθήσεσθε καὶ μετὰ ταυ̃τα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν |
25 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
26 λαβὲ τὸ κεφάλαιον τω̃ν σκύλων τη̃ς αἰχμαλωσίας ἀπὸ ἀνθρώπου ἕως κτήνους σὺ καὶ Ελεαζαρ ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες τω̃ν πατριω̃ν τη̃ς συναγωγη̃ς |
27 καὶ διελει̃τε τὰ σκυ̃λα ἀνὰ μέσον τω̃ν πολεμιστω̃ν τω̃ν ἐκπορευομένων εἰς τὴν παράταξιν καὶ ἀνὰ μέσον πάσης συναγωγη̃ς |
28 καὶ ἀφελει̃τε τέλος κυρίω̨ παρὰ τω̃ν ἀνθρώπων τω̃ν πολεμιστω̃ν τω̃ν ἐκπεπορευμένων εἰς τὴν παράταξιν μίαν ψυχὴν ἀπὸ πεντακοσίων ἀπὸ τω̃ν ἀνθρώπων καὶ ἀπὸ τω̃ν κτηνω̃ν καὶ ἀπὸ τω̃ν βοω̃ν καὶ ἀπὸ τω̃ν προβάτων καὶ ἀπὸ τω̃ν αἰγω̃ν |
29 καὶ ἀπὸ του̃ ἡμίσους αὐτω̃ν λήμψεσθε καὶ δώσεις Ελεαζαρ τω̨̃ ἱερει̃ τὰς ἀπαρχὰς κυρίου |
30 καὶ ἀπὸ του̃ ἡμίσους του̃ τω̃ν υἱω̃ν Ισραηλ λήμψη̨ ἕνα ἀπὸ τω̃ν πεντήκοντα ἀπὸ τω̃ν ἀνθρώπων καὶ ἀπὸ τω̃ν βοω̃ν καὶ ἀπὸ τω̃ν προβάτων καὶ ἀπὸ τω̃ν ὄνων καὶ ἀπὸ πάντων τω̃ν κτηνω̃ν καὶ δώσεις αὐτὰ τοι̃ς Λευίταις τοι̃ς φυλάσσουσιν τὰς φυλακὰς ἐν τη̨̃ σκηνη̨̃ κυρίου |
31 καὶ ἐποίησεν Μωυση̃ς καὶ Ελεαζαρ ὁ ἱερεὺς καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ |
32 καὶ ἐγενήθη τὸ πλεόνασμα τη̃ς προνομη̃ς ὃ ἐπρονόμευσαν οἱ ἄνδρες οἱ πολεμισταί ἀπὸ τω̃ν προβάτων ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες |
33 καὶ βόες δύο καὶ ἑβδομήκοντα χιλιάδες |
34 καὶ ὄνοι μία καὶ ἑξήκοντα χιλιάδες |
35 καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τω̃ν γυναικω̃ν αἳ οὐκ ἔγνωσαν κοίτην ἀνδρός πα̃σαι ψυχαὶ δύο καὶ τριάκοντα χιλιάδες |
36 καὶ ἐγενήθη τὸ ἡμίσευμα ἡ μερὶς τω̃ν ἐκπεπορευμένων εἰς τὸν πόλεμον ἐκ του̃ ἀριθμου̃ τω̃ν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια |
37 καὶ ἐγένετο τὸ τέλος κυρίω̨ ἀπὸ τω̃ν προβάτων ἑξακόσια ἑβδομήκοντα πέντε |
38 καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες καὶ τὸ τέλος κυρίω̨ δύο καὶ ἑβδομήκοντα |
39 καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι καὶ τὸ τέλος κυρίω̨ εἱ̃ς καὶ ἑξήκοντα |
40 καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες καὶ τὸ τέλος αὐτω̃ν κυρίω̨ δύο καὶ τριάκοντα ψυχαί |
41 καὶ ἔδωκεν Μωυση̃ς τὸ τέλος κυρίω̨ τὸ ἀφαίρεμα του̃ θεου̃ Ελεαζαρ τω̨̃ ἱερει̃ καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ |
42 ἀπὸ του̃ ἡμισεύματος τω̃ν υἱω̃ν Ισραηλ οὓς διει̃λεν Μωυση̃ς ἀπὸ τω̃ν ἀνδρω̃ν τω̃ν πολεμιστω̃ν |
43 καὶ ἐγένετο τὸ ἡμίσευμα τὸ τη̃ς συναγωγη̃ς ἀπὸ τω̃ν προβάτων τριακόσιαι χιλιάδες καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια |
44 καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες |
45 ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι |
46 καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες |
47 καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ του̃ ἡμισεύματος τω̃ν υἱω̃ν Ισραηλ τὸ ἓν ἀπὸ τω̃ν πεντήκοντα ἀπὸ τω̃ν ἀνθρώπων καὶ ἀπὸ τω̃ν κτηνω̃ν καὶ ἔδωκεν αὐτὰ τοι̃ς Λευίταις τοι̃ς φυλάσσουσιν τὰς φυλακὰς τη̃ς σκηνη̃ς κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ |
48 καὶ προση̃λθον πρὸς Μωυση̃ν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τη̃ς δυνάμεως χιλίαρχοι καὶ ἑκατόνταρχοι |
49 καὶ εἰ̃παν πρὸς Μωυση̃ν οἱ παι̃δές σου εἰλήφασιν τὸ κεφάλαιον τω̃ν ἀνδρω̃ν τω̃ν πολεμιστω̃ν τω̃ν παρ' ἡμω̃ν καὶ οὐ διαπεφώνηκεν ἀπ' αὐτω̃ν οὐδὲ εἱ̃ς |
50 καὶ προσενηνόχαμεν τὸ δω̃ρον κυρίω̨ ἀνὴρ ὃ εὑ̃ρεν σκευ̃ος χρυσου̃ν χλιδω̃να καὶ ψέλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλόκιον ἐξιλάσασθαι περὶ ἡμω̃ν ἔναντι κυρίου |
51 καὶ ἔλαβεν Μωυση̃ς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρ' αὐτω̃ν πα̃ν σκευ̃ος εἰργασμένον |
52 καὶ ἐγένετο πα̃ν τὸ χρυσίον τὸ ἀφαίρεμα ὃ ἀφει̃λον κυρίω̨ ἓξ καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι παρὰ τω̃ν χιλιάρχων καὶ παρὰ τω̃ν ἑκατοντάρχων |
53 καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος ἑαυτω̨̃ |
54 καὶ ἔλαβεν Μωυση̃ς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τω̃ν χιλιάρχων καὶ παρὰ τω̃ν ἑκατοντάρχων καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν του̃ μαρτυρίου μνημόσυνον τω̃ν υἱω̃ν Ισραηλ ἔναντι κυρίου |